イザヤ書 2
Freedom Bible (フリーダム・バイブル)Translation
Freedom Bible (フリーダム・バイブル)
Septuagint (Greek Old Testament), second edition
1アモツの子イザヤが、ユダとエルサレムについて見たもの。
1Ο λόγος ὁ γενόμενος παρὰ Κυρίου πρὸς Ἡσαΐαν υἱὸν Ἀμὼς περὶ τῆς Ἰουδαίας καὶ περὶ Ἱερουσαλήμ.
2終わりの日々に、主の家の山は、 山々の頂に堅く立てられ、 丘々よりも高く上げられる。 すべての国々が、そこへ流れて来る。
2Ὃτι ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου καὶ ὁ οἶκος τοῦ Θεοῦ ἐπ᾿ ἄκρων τῶν ὀρέων καὶ ὑψωθήσεται ὑπεράνω τῶν βουνῶν· καὶ ἥξουσιν ἐπ᾿ αὐτὸ πάντα τὰ ἔθνη,
3多くの民が来て言う。 「さあ、主の山に登ろう。 ヤコブの神の家に行こう。 主はその道をわれわれに教える。 われわれはその道筋を歩もう。」 律法はシオンから、 主の言葉はエルサレムから出るからだ。
3καὶ πορεύσονται ἔθνη πολλὰ καὶ ἐροῦσι· δεῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακώβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ· ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ.
4主は国々の間を裁き、 多くの民について判決を下す。 彼らは剣を打ち直して鋤の刃とし、 槍を打ち直して鎌とする。 国は国に向かって剣を上げず、 もはや戦いを学ぶこともない。
4καὶ κρινεῖ ἀναμέσον τῶν ἐθνῶν καὶ ἐλέγξει λαὸν πολύν, καὶ συγκόψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα, καὶ οὐ λήψεται ἔθνος ἐπ᾿ ἔθνος μάχαιραν, καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν.
5ヤコブの家よ、さあ、主の光の中を歩もう。
5Καὶ νῦν, ὁ οἶκος Ἰακώβ, δεῦτε πορευθῶμεν τῷ φωτὶ Κυρίου.
6あなたはご自分の民、ヤコブの家を捨てられた。 彼らは東方の風習に満ち、 ペリシテ人のように占いを行い、 異国人の子らと手を組んでいるからだ。
6ἀνῆκε γὰρ τὸν λαὸν αὐτοῦ τὸν οἶκον τοῦ Ἰσραήλ, ὅτι ἐνεπλήσθη ὡς τὸ ἀπ᾿ ἀρχῆς ἡ χώρα αὐτῶν κληδονισμῶν, ὡς ἡ τῶν ἀλλοφύλων, καὶ τέκνα πολλὰ ἀλλόφυλα ἐγενήθη αὐτοῖς.
7彼らの国は銀と金に満ち、 その財宝には限りがない。 彼らの国は馬にも満ち、 その戦車にも限りがない。
7ἐνεπλήσθη γὰρ ἡ χώρα αὐτῶν ἀργυρίου καὶ χρυσίου, καὶ οὐκ ἦν ἀριθμὸς τῶν θησαυρῶν αὐτῶν· καὶ ἐνεπλήσθη ἡ γῆ ἵππων, καὶ οὐκ ἦν ἀριθμὸς τῶν ἁρμάτων αὐτῶν·
8彼らの国は偶像にも満ちている。 彼らは自分の手で造ったもの、 自分の指で造ったものを拝んでいる。
8καὶ ἐνεπλήσθη ἡ γῆ βδελυγμάτων τῶν ἔργων τῶν χειρῶν αὐτῶν, καὶ προσεκύνησαν, οἷς ἐποίησαν οἱ δάκτυλοι αὐτῶν·
9人は低くされ、 人々は卑しめられる。 どうか、彼らを赦さないでください。
9καὶ ἔκυψεν ἄνθρωπος, καὶ ἐταπεινώθη ἀνήρ, καὶ οὐ μὴ ἀνήσω αὐτούς.
10岩の中に入り、 ちりの中に身を隠せ。 主の恐ろしさと、 その威厳の輝きの前から。
10καὶ νῦν εἰσέλθετε εἰς τὰς πέτρας καὶ κρύπτεσθε εἰς τὴν γῆν ἀπὸ προσώπου τοῦ φόβου Κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν.
11人の高ぶった目は低くされ、 人の傲慢は低くされる。 その日には、主だけが高く上げられる。
11οἱ γὰρ ὀφθαλμοὶ Κυρίου ὑψηλοί, ὁ δὲ ἄνθρωπος ταπεινός· καὶ ταπεινωθήσεται τὸ ὕψος τῶν ἀνθρώπων, καὶ ὑψωθήσεται Κύριος μόνος ἐν τῇ ἡμέρα ἐκείνῃ.
12万軍の主の日が、 すべて高ぶる者、傲慢な者に臨み、 すべて高く上げられたものに臨む。 それらは低くされる。
12ἡμέρα γὰρ Κυρίου σαβαὼθ ἐπὶ πάντα ὑβριστὴν καὶ ὑπερήφανον καὶ ἐπὶ πάντα ὑψηλὸν καὶ μετέωρον, καὶ ταπεινωθήσονται,
13高くそびえるレバノンのすべての杉に、 バシャンのすべての樫の木に、
13καὶ ἐπὶ πᾶσαν κέδρον τοῦ Λιβάνου τῶν ὑψηλῶν καὶ μετεώρων καὶ ἐπὶ πᾶν δένδρον βαλάνου Βασὰν
14すべての高い山に、 高く上がったすべての丘に、
14καὶ ἐπὶ πᾶν ὑψηλὸν ὄρος καὶ ἐπὶ πάντα βουνὸν ὑψηλὸν
15すべての高い塔に、 すべての堅固な城壁に、
15καὶ ἐπὶ πάντα πύργον ὑψηλὸν καὶ ἐπὶ πᾶν τεῖχος ὑψηλὸν
16タルシシュのすべての船に、 すべての美しい造形物に臨む。
16καὶ ἐπὶ πᾶν πλοῖον θαλάσσης καὶ ἐπὶ πᾶσαν θέαν πλοίων κάλλους.
17人の高ぶりは屈められ、 人の傲慢は低くされる。 その日には、主だけが高く上げられる。
17καὶ ταπεινωθήσεται πᾶς ἄνθρωπος, καὶ πεσεῖται ὕψος ἀνθρώπων, καὶ ὑψωθήσεται Κύριος μόνος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
18偶像は跡形もなく消え去る。
18καὶ τὰ χειροποίητα πάντα κατακρύψουσιν,
19主が地を激しく揺り動かすために立ち上がるとき、 人々は主の恐ろしさと、 その威厳の輝きの前から逃れ、 岩の洞穴と、 地の穴に入る。
19εἰσενέγκαντες εἰς τὰ σπήλαια καὶ εἰς τὰς σχισμὰς τῶν πετρῶν καὶ εἰς τὰς τρώγλας τῆς γῆς ἀπὸ προσώπου τοῦ φόβου Κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν.
20その日、人々は拝むために自分たちで造った 銀の偶像と金の偶像を、 もぐらとこうもりに投げ捨て、
20τῇ γὰρ ἡμέρᾳ ἐκείνῃ ἐκβαλεῖ ἄνθρωπος τὰ βδελύγματα αὐτοῦ τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ, ἃ ἐποίησαν προσκυνεῖν, τοῖς ματαίοις καὶ ταῖς νυκτερίσι,
21岩の洞窟と、 ごつごつした岩の裂け目に入る。 主が地を激しく揺り動かすために立ち上がるとき、 主の恐ろしさと、 その威厳の輝きの前から逃れるためだ。
21τοῦ εἰσελθεῖν εἰς τὰς τρώγλας τῆς στερεᾶς πέτρας καὶ εἰς τὰς σχισμὰς τῶν πετρῶν ἀπὸ προσώπου τοῦ φόβου Κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν.
22鼻に息があるだけの人間を頼るのをやめよ。 そのような者に、どれほどの価値があるのか。
no verse 22 in this text
Tip: use the ← and → keys to turn chapters.