イザヤ書
Chapter 16
Freedom Bible (フリーダム・バイブル)
vs Septuagint (Greek …
Aa
Text size
Line width
Verse numbers
Freedom Bible (フリーダム・バイブル)
Septuagint (Greek Old Testament), second edition
1この地の支配者に子羊を送りなさい。 セラから荒野を通り、 シオンの娘の山へ。
1ΑΠΟΣΤΕΛΩ ὡς ἑρπετὰ ἐπὶ τὴν γῆν· μὴ πέτρα ἔρημός ἐστι τὸ ὄρος θυγατρὸς Σιών;
2さまよう鳥のように、 巣を追われた鳥のように、 モアブの娘たちはアルノンの渡り場にいる。
2ἔσῃ γὰρ ὡς πετεινοῦ ἀνιπταμένου νεοσσὸς ἀφηρημένος, θύγατερ Μωάβ. ἔπειτα δέ, Ἀρνῶν, πλείονα
3助言を与えよ。 公正を行え。 真昼にも、あなたの陰を夜のようにせよ。 追放された者たちを隠し、 逃亡者を裏切るな。
3βουλεύου, ποίει τε σκέπην πένθους αὐτῇ διὰ παντός· ἐν μεσημβρινῇ σκοτίᾳ φεύγουσιν, ἐξέστησαν, μὴ ἀπαχθῇς.
4わたしの追放された者たちを、 あなたのもとに住まわせよ。 モアブにとって、破壊する者から逃れる 隠れ場となれ。 奪い取る者は消え失せ、 滅びは終わり、 虐げる者たちは地から絶やされるからだ。
4παροικήσουσί σοι οἱ φυγάδες Μωάβ, ἔσονται σκέπη ὑμῖν ἀπὸ προσώπου διώκοντος, ὅτι ᾔρθη ἡ συμμαχία σου, καὶ ὁ ἄρχων ἀπώλετο ὁ καταπατῶν ἐπὶ τῆς γῆς.
5王座は慈しみによって堅く据えられる。 一人の者がダビデの天幕で、 真実をもってその上に座る。 彼は裁きを行い、 公正を求め、 速やかに義を行う。
5καὶ διορθωθήσεται μετ᾿ ἐλέους θρόνος, καὶ καθιεῖται ἐπ᾿ αὐτοῦ μετὰ ἀληθείας ἐν σκηνῇ Δαυὶδ κρίνων καὶ ἐκζητῶν κρίμα καὶ σπεύδων δικαιοσύνην.
6われわれはモアブの高ぶりを聞いた。 彼は非常に高ぶっている。 その傲慢と高ぶりと激しい怒りを聞いた。 その自慢はむなしい。
6Ἠκούσαμεν τὴν ὕβριν Μωάβ, ὑβριστὴς σφόδρα, τὴν ὑπερηφανίαν ἐξῇρας. οὐχ οὕτως ἡ μαντεία σου, οὐχ οὕτως.
7それゆえ、モアブはモアブのために泣き叫ぶ。 だれもが泣き叫ぶ。 あなたがたは打ちのめされ、 キル・ハレセテの干しぶどう菓子のために嘆く。
7ὀλολύξει Μωάβ, ἐν γὰρ τῇ Μωαβίτιδι πάντες ὀλολύξουσι· τοῖς κατοικοῦσι δὲ Σὲθ μελετήσεις· καὶ οὐκ ἐντραπήσῃ.
8ヘシュボンの畑と、 シブマのぶどうの木は衰えた。 諸国の支配者たちは、 その選り抜きの枝を打ち砕いた。 その枝はヤゼルにまで達し、 荒野へ伸びて行った。 その若枝は広がり、 海を越えた。
8τὰ πεδία Ἐσεβὼν πενθήσει, ἄμπελος Σεβαμά· καταπίνοντες τὰ ἔθνη, καταπατήσατε τὰς ἀμπέλους αὐτῆς ἕως Ἰαζήρ· οὐ μὴ συνάψητε, πλανήθητε τὴν ἔρημον· οἱ ἀπεσταλμένοι ἐγκατελείφθησαν, διέβησαν γὰρ τὴν ἔρημον.
9それゆえ、私はヤゼルとともに、 シブマのぶどうの木のために泣く。 ヘシュボンよ、エルアレよ、 私は涙であなたをぬらす。 あなたの夏の果実と収穫の上に、 戦いの叫びが降りかかったからだ。
9διὰ τοῦτο κλαύσομαι ὡς τὸν κλαυθμὸν Ἰαζὴρ ἄμπελον Σεβαμά· τὰ δένδρα σου κατέβαλεν, Ἐσεβὼν καὶ Ἐλεαλή, ὅτι ἐπὶ τῷ θερισμῷ καὶ ἐπὶ τῷ τρυγητῷ σου καταπατήσω, καὶ πάντα πεσοῦνται.
10実り豊かな畑から喜びと楽しみが取り去られた。 ぶどう畑では歌も喜びの声もない。 ぶどう搾り場でぶどうを踏む者もいない。 わたしが喜びの叫びをやめさせた。
10καὶ ἀρθήσεται εὐφροσύνη καὶ ἀγαλλίαμα ἐκ τῶν ἀμπελώνων σου, καὶ ἐν τοῖς ἀμπελῶσί σου οὐ μὴ εὐφρανθήσονται καὶ οὐ μὴ πατήσουσιν οἶνον εἰς τὰ ὑπολήνια, πέπαυται γάρ.
11それゆえ、私の心はモアブのために琴のように響き、 私の胸の内はキル・ヘレスのために響く。
11διὰ τοῦτο ἡ κοιλία μου ἐπὶ Μωὰβ ὡς κιθάρα ἠχήσει, καὶ τὰ ἐντός μου ὡσεὶ τεῖχος, ὃ ἐνεκαίνισας.
12モアブが高き所に上り、 そこで疲れ果て、 祈るために自分の聖所へ行っても、 何も成し遂げられない。
12καὶ ἔσται εἰς τὸ ἐντραπῆναί σε, ὅτι ἐκοπίασε Μωὰβ ἐπὶ τοῖς βωμοῖς καὶ εἰσελεύσεται εἰς τὰ χειροποίητα αὐτῆς ὥστε προσεύξασθαι, καὶ οὐ μὴ δύνηται ἐξελέσθαι αὐτόν.
13これは、主が以前モアブについて語った言葉である。
13Τοῦτο τὸ ρῆμα ὃ ἐλάλησε Κύριος ἐπὶ Μωάβ, ὁπότε καὶ ἐλάλησε.
14しかし今、主はこう言った。 「雇われ人が日数を数えるように、三年以内に、 モアブの栄光は、その大群衆すべてとともに卑しめられる。 残りの者はごくわずかとなり、 力を失う。」
14καὶ νῦν λέγω· ἐν τρισὶν ἔτεσιν ἐτῶν μισθωτοῦ ἀτιμασθήσεται ἡ δόξα Μωὰβ ἐν παντὶ τῷ πλούτῳ τῷ πολλῷ, καὶ καταλειφθήσεται ὀλιγοστὸς καὶ οὐκ ἔντιμος.

Tip: use the ← and → keys to turn chapters.