イザヤ書
Chapter 19
Freedom Bible (フリーダム・バイブル)
vs Septuagint (Greek …
Aa
Text size
Line width
Verse numbers
Freedom Bible (フリーダム・バイブル)
Septuagint (Greek Old Testament), second edition
1エジプトについての宣告。 「見よ、主は速い雲に乗ってエジプトに来る。エジプトの偶像はその前で震え、エジプト人の心は内で溶ける。
1ΙΔΟΥ Κύριος κάθηται ἐπὶ νεφέλης κούφης καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισθήσεται τὰ χειροποίητα Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ, καὶ ἡ καρδία αὐτῶν ἡττηθήσεται ἐν αὐτοῖς.
2わたしはエジプト人をエジプト人に対して奮い立たせる。彼らはそれぞれ自分の兄弟と戦い、それぞれ自分の隣人と戦う。町は町と、王国は王国と戦う。
2καὶ ἐπεγερθήσονται Αἰγύπτιοι ἐπ᾿ Αἰγυπτίους, καὶ πολεμήσει ἄνθρωπος τὸν ἀδελφὸν αὐτοῦ καὶ ἄνθρωπος τὸν πλησίον αὐτοῦ, πόλις ἐπὶ πόλιν καὶ νομὸς ἐπὶ νομόν.
3エジプト人の霊はその内で力を失う。わたしは彼らの計画を打ち砕く。彼らは偶像、呪術師、霊媒、魔術師に尋ねる。
3καὶ ταραχθήσεται τὸ πνεῦμα τῶν Αἰγυπτίων ἐν αὐτοῖς, καὶ τὴν βουλὴν αὐτῶν διασκεδάσω, καὶ ἐπερωτήσουσι τοὺς θεοὺς αὐτῶν καὶ τὰ ἀγάλματα αὐτῶν καὶ τοὺς ἐκ τῆς γῆς φωνοῦντας καὶ τοὺς ἐγγαστριμύθους.
4わたしはエジプト人を残酷な主人の手に渡す。荒々しい王が彼らを支配する」と主、万軍の主は言う。
4καὶ παραδώσω τὴν Αἴγυπτον εἰς χεῖρας ἀνθρώπων κυρίων σκληρῶν, καὶ βασιλεῖς σκληροὶ κυριεύσουσιν αὐτῶν· τάδε λέγει Κύριος σαβαώθ.
5海から水が失われ、川は干上がって乾く。
5καὶ πίονται οἱ Αἰγύπτιοι ὕδωρ τὸ παρὰ θάλασσαν, ὁ δὲ ποταμὸς ἐκλείψει καὶ ξηρανθήσεται.
6川々は悪臭を放ち、エジプトの水路は水が減って干上がる。葦とい草は枯れる。
6καὶ ἐκλείψουσιν οἱ ποταμοὶ καὶ αἱ διώρυγες τοῦ ποταμοῦ, καὶ ξηρανθήσεται πᾶσα συναγωγὴ ὕδατος καὶ ἐν παντὶ ἕλει καλάμου καὶ παπύρου·
7ナイル川のほとり、その岸辺の草地と、ナイル川のそばにまかれたすべての畑は乾き、吹き飛ばされ、消え失せる。
7καὶ τὸ ἄχι τὸ χλωρὸν πᾶν τὸ κύκλῳ τοῦ ποταμοῦ, καὶ πᾶν τὸ σπειρόμενον διὰ τοῦ ποταμοῦ ξηρανθήσεται ἀνεμόφθορον.
8漁師たちは嘆き、ナイル川に釣り針を投げる者はみな悲しみ、水の上に網を広げる者たちは力を失う。
8καὶ στενάξουσιν οἱ ἁλιεῖς, καὶ στενάξουσι πάντες οἱ βάλλοντες ἄγκιστρον εἰς τὸν ποταμόν, καὶ οἱ βάλλοντες σαγήνας καὶ οἱ ἀμφιβολεῖς πενθήσουσι.
9梳いた亜麻を加工する者と、白い布を織る者は恥じる。
9καὶ αἰσχύνη λήψεται τοὺς ἐργαζομένους τὸ λίνον τὸ σχιστὸν καὶ τοὺς ἐργαζομένους τὴν βύσσον,
10その柱は打ち砕かれ、賃金のために働く者はみな心を痛める。
10καὶ ἔσονται οἱ ἐργαζόμενοι αὐτὰ ἐν ὀδύνῃ, καὶ πάντες οἱ ποιοῦντες τὸν ζῦθον λυπηθήσονται καὶ τὰς ψυχὰς πονέσουσι.
11ツォアンの高官たちは全く愚かである。ファラオの最も賢い助言者たちの進言も愚かなものとなった。どうしてあなたがたはファラオに、「私は知恵ある者たちの子、昔の王たちの子です」と言えるのか。
11καὶ μωροὶ ἔσονται οἱ ἄρχοντες Τάνεως· οἱ σοφοὶ σύμβουλοι τοῦ βασιλέως, ἡ βουλὴ αὐτῶν μωρανθήσεται. πῶς ἐρεῖτε τῷ βασιλεῖ· υἱοὶ συνετῶν ἡμεῖς, υἱοὶ βασιλέων τῶν ἐξ ἀρχῆς;
12では、あなたの知恵ある者たちはどこにいるのか。万軍の主がエジプトについて何を計画したのかを、今、彼らにあなたへ告げさせよ。
12ποῦ εἰσι νῦν οἱ σοφοί σου καὶ ἀναγγειλάτωσάν σοι καὶ εἰπάτωσαν, τί βεβούλευται Κύριος σαβαὼθ ἐπ᾿ Αἴγυπτον;
13ツォアンの高官たちは愚かになり、メンフィスの高官たちは欺かれた。エジプトの諸部族の礎である者たちが、エジプトを迷わせた。
13ἐξέλιπον οἱ ἄρχοντες Τάνεως, καὶ ὑψώθησαν οἱ ἄρχοντες Μέμφεως, καὶ πλανήσουσιν Αἴγυπτον κατὰ φυλάς.
14主はそのただ中にねじれた霊を混ぜた。彼らは、酔った者が自分の吐いた物の中でよろめくように、エジプトのすべての働きを迷わせた。
14Κύριος γὰρ ἐκέρασεν αὐτοῖς πνεῦμα πλανήσεως, καὶ ἐπλάνησαν Αἴγυπτον ἐν πᾶσι τοῖς ἔργοις αὐτῶν, ὡς πλανᾶται ὁ μεθύων καὶ ὁ ἐμῶν ἅμα.
15エジプトには、頭にも尾にも、なつめやしの枝にも葦にも、できる仕事が何もなくなる。
15καὶ οὐκ ἔσται τοῖς Αἰγυπτίοις ἔργον, ὃ ποιήσει κεφαλὴν καὶ οὐράν, ἀρχὴν καὶ τέλος.
16その日、エジプト人は女たちのようになり、万軍の主が彼らの上に振りかざす手を見て、震え恐れる。
16Τῇ δὲ ἡμέρᾳ ἐκείνῃ ἔσονται οἱ Αἰγύπτιοι ὡς γυναῖκες ἐν φόβῳ καὶ ἐν τρόμῳ ἀπὸ προσώπου τῆς χειρὸς Κυρίου σαβαώθ, ἣν αὐτὸς ἐπιβαλεῖ αὐτοῖς.
17ユダの地はエジプトにとって恐怖となる。その名を聞く者はみな、万軍の主がエジプトに対して定められた計画のために恐れる。
17καὶ ἔσται ἡ χώρα τῶν Ἰουδαίων τοῖς Αἰγυπτίοις εἰς φόβητρον· πᾶς, ὃς ἐὰν ὀνομάσῃ αὐτὴν αὐτοῖς, φοβηθήσονται διὰ τὴν βουλήν, ἣν βεβούλευται Κύριος σαβαὼθ ἐπ᾿ αὐτήν.
18その日、エジプトの地には、カナンの言語を語り、万軍の主に誓う五つの町がある。その一つは「滅びの町」と呼ばれる。
18Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσονται πέντε πόλεις ἐν τῇ Αἰγύπτῳ λαλοῦσαι τῇ γλώσσῃ τῇ Χαναανίτιδι καὶ ὀμνύουσαι τῷ ὀνόματι Κυρίου σαβαώθ· πόλις ἀσεδὲκ κληθήσεται ἡ μία πόλις.
19その日、エジプトの地の中央には主のための祭壇があり、その国境には主のための柱がある。
19Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται θυσιαστήριον τῷ Κυρίῳ ἐν χώρᾳ Αἰγυπτίων καὶ στήλη πρὸς τὸ ὅριον αὐτῆς τῷ Κυρίῳ
20それはエジプトの地で万軍の主のためのしるしとなり、あかしとなる。彼らが虐げる者たちに苦しめられて主に叫ぶと、主は彼らに救い主と擁護者を遣わし、彼らを救い出す。
20καὶ ἔσται εἰς σημεῖον εἰς τὸν αἰῶνα Κυρίῳ ἐν χώρᾳ Αἰγύπτου, ὅτι κεκράξονται πρὸς Κύριον διὰ τοὺς θλίβοντας αὐτούς, καὶ ἀποστελεῖ αὐτοῖς Κύριος ἄνθρωπον, ὃς σώσει αὐτούς, κρίνων σώσει αὐτούς.
21主はエジプトにご自分を知らせ、エジプト人はその日に主を知る。彼らはいけにえとささげ物をもって礼拝し、主に誓願を立て、それを果たす。
21καὶ γνωστὸς ἔσται Κύριος τοῖς Αἰγυπτίοις, καὶ γνώσονται οἱ Αἰγύπτιοι τὸν Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ποιήσουσι θυσίας καὶ εὔξονται εὐχὰς τῷ Κυρίῳ καὶ ἀποδώσουσι.
22主はエジプトを打つが、また癒やす。彼らは主に立ち返り、主は彼らの願いを聞き入れ、彼らを癒やす。
22καὶ πατάξει Κύριος τοὺς Αἰγυπτίους πληγῇ καὶ ἰάσεται αὐτοὺς ἰάσει, καὶ ἐπιστραφήσονται πρὸς Κύριον, καὶ εἰσακούσεται αὐτῶν καὶ ἰάσεται αὐτούς.
23その日、エジプトからアッシリアへ通じる大路ができる。アッシリア人はエジプトへ行き、エジプト人はアッシリアへ行く。エジプト人はアッシリア人とともに礼拝する。
23Τῇ ἡμέρᾳ ἐκείνη ἔσται ἡ ὁδὸς ἀπὸ Αἰγύπτου πρὸς Ἀσσυρίους καὶ εἰσελεύσονται Ἀσσύριοι εἰς Αἴγυπτον, καὶ Αἰγύπτιοι πορεύσονται πρὸς Ἀσσυρίους, καὶ δουλεύσουσιν Αἰγύπτιοι τοῖς Ἀσσυρίοις.
24その日、イスラエルはエジプト、アッシリアと並ぶ第三の国となり、地のただ中で祝福となる。
24Τῇ ἡμέρᾳ ἐκείνη ἔσται Ἰσραὴλ τρίτος ἐν τοῖς Ἀσσυρίοις καὶ ἐν τοῖς Αἰγυπτίοις εὐλογημένος ἐν τῇ γῇ,
25万軍の主が彼らを祝福して言うからだ。「わたしの民エジプト、わたしの手の業であるアッシリア、わたしの相続財産であるイスラエルは幸いである。」
25ἣν εὐλόγησε Κύριος σαβαὼθ λέγων· εὐλογημένος ὁ λαός μου ὁ ἐν Αἰγύπτῳ καὶ ὁ ἐν Ἀσσυρίοις καὶ ἡ κληρονομία μου Ἰσραήλ.

Tip: use the ← and → keys to turn chapters.