イザヤ書 60
Freedom Bible (フリーダム・バイブル)Translation
Freedom Bible (フリーダム・バイブル)
Septuagint (Greek Old Testament), second edition
1「起きよ。光を放て。あなたの光が来たからだ。 主の栄光があなたの上に昇った。
1ΦΩΤΙΖΟΥ φωτίζου Ἱερουσαλήμ, ἥκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα Κυρίου ἐπὶ σὲ ἀνατέταλκεν.
2見よ、闇が地を覆い、 濃い闇が諸国の民を覆う。 しかし、主はあなたの上に昇られ、 その栄光があなたの上に現れる。
2ἰδοὺ σκότος καλύψει γῆν ὡς γνόφος ἐπ᾿ ἔθνη· ἐπὶ δὲ σὲ φανήσεται Κύριος, καὶ ἡ δόξα αὐτοῦ ἐπὶ σὲ ὀφθήσεται.
3国々はあなたの光のもとに来て、 王たちはあなたの昇る輝きのもとに来る。
3καὶ πορεύσονται βασιλεῖς τῷ φωτί σου καὶ ἔθνη τῇ λαμπρότητί σου.
4「目を上げて周囲を見よ。 彼らはみな集まり、 あなたのもとに来る。 あなたの息子たちは遠くから来て、 あなたの娘たちは腕に抱かれて来る。
4ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου καὶ ἰδὲ συνηγμένα τὰ τέκνα σου· ἰδοὺ ἥκασι πάντες οἱ υἱοί σου μακρόθεν, καὶ αἱ θυγατέρες σου ἐπ᾿ ὤμων ἀρθήσονται.
5その時、あなたは見て輝き、 あなたの胸は高鳴り、心は広くなる。 海の豊かさがあなたのもとに移され、 国々の富があなたのもとに来るからだ。
5τότε ὄψῃ καὶ φοβηθήσῃ καὶ ἐκστήσῃ τῇ καρδίᾳ, ὅτι μεταβαλεῖ εἰς σὲ πλοῦτος θαλάσσης καὶ ἐθνῶν καὶ λαῶν. καὶ ἥξουσί σοι
6らくだの大群があなたを覆う。 ミディアンとエパのヒトコブラクダも。 シェバからの者たちはみな来る。 彼らは金と乳香を携え、 主への賛美を告げ知らせる。
6ἀγέλαι καμήλων, καὶ καλύψουσί σε κάμηλοι Μαδιὰμ καὶ Γαιφά· πάντες ἐκ Σαβὰ ἥξουσι φέροντες χρυσίον καὶ λίβανον οἴσουσι καὶ λίθον τίμιον καὶ τὸ σωτήριον Κυρίου εὐαγγελιοῦνται.
7ケダルのすべての羊の群れがあなたのもとに集められ、 ネバヨテの雄羊があなたに仕える。 それらはわたしの祭壇に受け入れられるささげ物となり、 わたしは栄光あるわたしの家を美しくする。
7καὶ πάντα τὰ πρόβατα Κηδὰρ συναχθήσονταί σοι καὶ κριοὶ Ναβαιὼθ ἥξουσί σοι, καὶ ἀνενεχθήσεται δεκτὰ ἐπὶ τὸ θυσιαστήριόν μου, καὶ ὁ οἶκος τῆς προσευχῆς μου δοξασθήσεται.
8「雲のように飛び、 鳩が自分の窓へ飛ぶように来る、この者たちはだれか。
8τίνες οἵδε ὡς νεφέλαι πέτανται καὶ ὡσεὶ περιστεραὶ σὺν νεοσσοῖς;
9まことに、島々はわたしを待ち望み、 タルシシュの船々が先頭に立つ。 あなたの息子たちを遠くから、 彼らの銀と金とともに連れて来るためである。 あなたの神、主の御名のため、 イスラエルの聖なる方のためである。 その方があなたに栄光を与えたからだ。
9ἐμὲ αἱ νῆσοι ὑπέμειναν καὶ πλοῖα Θαρσὶς ἐν πρώτοις, ἀγαγεῖν τὰ τέκνα σου μακρόθεν καὶ τὸν ἄργυρον καὶ τὸ χρυσὸν αὐτῶν μετ᾿ αὐτῶν διὰ τὸ ὄνομα Κυρίου τὸ ἅγιον καὶ διὰ τὸ τὸν ἅγιον τοῦ Ἰσραὴλ ἔνδοξον εἶναι.
10「外国人たちはあなたの城壁を建て直し、 彼らの王たちはあなたに仕える。 わたしは怒りによってあなたを打ったが、 恵みをもってあなたをあわれんだからだ。
10καὶ οἰκοδομήσουσιν ἀλλογενεῖς τὰ τείχη σου, καὶ οἱ βασιλεῖς αὐτῶν παραστήσονταί σοι· διὰ γὰρ ὀργήν μου ἐπάταξά σε καὶ διὰ ἔλεον ἠγάπησά σε.
11あなたの門は絶えず開かれ、昼も夜も閉じられない。国々の富があなたのもとへ運ばれ、その王たちが連れられて来るためである。
11καὶ ἀνοιχθήσονται αἱ πύλαι σου διαπαντός, ἡμέρας καὶ νυκτὸς οὐ κλεισθήσονται, εἰσαγαγεῖν πρὸς σὲ δύναμιν ἐθνῶν καὶ βασιλεῖς αὐτῶν ἀγομένους.
12あなたに仕えない国と王国は滅び、その国々は完全に荒れ果てる。
12τὰ γὰρ ἔθνη καὶ οἱ βασιλεῖς, οἵτινες οὐ δουλεύσουσί σοι, ἀπολοῦνται καὶ τὰ ἔθνη ἐρημίᾳ ἐρημωθήσεται.
13「レバノンの栄光、すなわち糸杉、松、つげの木が、ともにあなたのもとに来る。わたしの聖所の場所を美しくし、わたしの足を置く場所に栄光を与える。
13καὶ ἡ δόξα τοῦ Λιβάνου πρὸς σὲ ἥξει ἐν κυπαρίσσῳ καὶ πεύκῃ καὶ κέδρῳ ἅμα, δοξάσαι τὸν τόπον τὸν ἅγιόν μου καὶ τὸν τόπον τῶν ποδῶν μου δοξάσω.
14あなたを苦しめた者たちの息子は、身をかがめてあなたのもとに来る。 あなたをさげすんだ者たちはみな、あなたの足の裏にひれ伏す。 彼らはあなたを『主の都』、 『イスラエルの聖なる方のシオン』と呼ぶ。
14καὶ πορεύσονται πρός σε δεδοικότες υἱοὶ τῶν ταπεινωσάντων σε καὶ παροξυνάντων σε, καὶ κληθήσῃ Πόλις Κυρίου Σιὼν ἁγίου Ἰσραήλ.
15「あなたは見捨てられ、憎まれ、 だれも通る者がいなかったが、 わたしはあなたを永遠の誇り、 代々にわたる喜びとする。
15διὰ τὸ γεγενῆσθαί σε ἐγκαταλελειμμένην καὶ μεμισημένην, καὶ οὐκ ἦν ὁ βοηθῶν, καὶ θήσω σε ἀγαλλίαμα αἰώνιον, εὐφροσύνην γενεῶν γενεαῖς.
16あなたは国々の乳を飲み、王たちの乳房から乳を飲む。 その時、あなたは知る。 わたし、主があなたの救い主、 あなたを贖う方、 ヤコブの力ある方であることを。
16καὶ θηλάσεις γάλα ἐθνῶν καὶ πλοῦτον βασιλέων φάγεσαι· καὶ γνώσῃ, ὅτι ἐγὼ Κύριος ὁ σῴζων σε καὶ ἐξαιρούμενός σε ὁ Θεὸς ἰσραήλ.
17青銅の代わりに金を持って来る。 鉄の代わりに銀を、 木の代わりに青銅を、 石の代わりに鉄を持って来る。 また、わたしは平和をあなたの監督者とし、 義をあなたの支配者とする。
17καὶ ἀντὶ χαλκοῦ οἴσω σοι χρυσίον, ἀντὶ δὲ σιδήρου οἴσω σοι ἀργύριον, ἀντὶ δὲ ξύλων οἴσω σοι χαλκόν, ἀντὶ δὲ λίθων σίδηρον. καὶ δώσω τοὺς ἄρχοντάς σου ἐν εἰρήνῃ καὶ τοὺς ἐπισκόπους σου ἐν δικαιοσύνῃ.
18あなたの地では、もはや暴力が聞かれず、 国境の内では、荒廃も滅びも聞かれない。 あなたは自分の城壁を『救い』と呼び、 門を『賛美』と呼ぶ。
18καὶ οὐκ ἀκουσθήσεται ἔτι ἀδικία ἐν τῇ γῇ σου, οὐδὲ σύντριμμα οὐδὲ ταλαιπωρία ἐν τοῖς ὁρίοις σου, ἀλλὰ κληθήσεται Σωτήριον τὰ τείχη σου, καὶ αἱ πύλαι σου Γλύμμα.
19昼には、太陽がもはやあなたの光とはならず、 月の輝きもあなたを照らさない。 主があなたの永遠の光となり、 あなたの神があなたの栄光となられる。
19καὶ οὐκ ἔσται σοι ἔτι ὁ ἥλιος εἰς φῶς ἡμέρας, οὐδὲ ἀνατολὴ σελήνης φωτιεῖ σου τὴν νύκτα, ἀλλ᾿ ἔσται σοι Κύριος φῶς αἰώνιον καὶ ὁ Θεὸς δόξα σου.
20あなたの太陽はもはや沈まず、 あなたの月も姿を隠さない。 主があなたの永遠の光となり、 あなたの嘆きの日々は終わるからだ。
20οὐ γὰρ δύσεται ὁ ἥλιός σοι, καὶ ἡ σελήνη σοι οὐκ ἐκλείψει· ἔσται γάρ σοι Κύριος φῶς αἰώνιον, καὶ ἀναπληρωθήσονται αἱ ἡμέραι τοῦ πένθους σου.
21その時、あなたの民はみな義人となり、 永遠に地を受け継ぐ。 彼らはわたしが植えた若枝、 わたしの手の業であり、 わたしが栄光を現すためのものである。
21καὶ ὁ λαός σου πᾶς δίκαιος, δι᾿ αἰῶνος κληρονομήσουσι τὴν γῆν, φυλάσσων τὸ φύτευμα, ἔργα χειρῶν αὐτοῦ εἰς δόξαν.
22小さな者は千人となり、 最も小さい者は強い国となる。 わたし、主が、その時が来れば速やかにこれを行う。」
22ὁ ὀλιγοστὸς ἔσται εἰς χιλιάδας καὶ ὁ ἐλάχιστος εἰς ἔθνος μέγα· ἐγὼ Κύριος κατὰ καιρὸν συνάξω αὐτούς.
Tip: use the ← and → keys to turn chapters.