イザヤ書 27
Freedom Bible (フリーダム・バイブル)Translation
Freedom Bible (フリーダム・バイブル)
Septuagint (Greek Old Testament), second edition
1その日、主はその堅く、大きく、強い剣をもって、逃げる蛇レビヤタンと、曲がりくねる蛇レビヤタンを罰し、海にいる竜を殺される。
1ΕΝ τῇ ἡμέρᾳ ἐκείνῃ ἐπάξει ὁ Θεὸς τὴν μάχαιραν τὴν ἁγίαν καὶ τὴν μεγάλην καὶ τὴν ἰσχυρὰν ἐπὶ τὸν δράκοντα ὄφιν φεύγοντα, ἐπὶ τὸν δράκοντα ὄφιν σκολιὸν καὶ ἀνελεῖ τὸν δράκοντα.
2その日、彼女に向かって歌え。「麗しいぶどう畑よ。
2τῇ ἡμέρᾳ ἐκείνῃ ἀμπελὼν καλὸς ἐπιθύμημα ἐξάρχειν κατ᾿ αὐτῆς.
3わたし、主がその番をする。絶えず水を注ぐ。だれにも害されないように、夜も昼も守る。
3ἐγὼ πόλις ὀχυρά, πόλις πολιουρκουμένη, μάτην ποτιῶ αὐτήν· ἁλώσεται γὰρ νυκτός, ἡμέρας δὲ πεσεῖται τὸ τεῖχος.
4わたしのうちに怒りはない。しかし、いばらと茨が立ちはだかるなら、わたしは戦いを挑み、それに向かって進み、すべてを焼き尽くす。
4οὐκ ἔστιν ἣ οὐκ ἐπελάβετο αὐτῆς· τίς με θήσει φυλάσσειν καλάμην ἐν ἀγρῷ; διὰ τὴν πολεμίαν ταύτην ἠθέτηκα αὐτήν· τοίνυν διὰ τοῦτο ἐποίησε Κύριος πάντα ὅσα συνέταξε. κατακέκαυμαι,
5あるいは、わたしの力にすがり、わたしと平和を結べ。わたしと平和を結べ。」
5βοήσονται οἱ ἐνοικοῦντες ἐν αὐτῇ, ποιήσωμεν εἰρήνην αὐτῷ, ποιήσωμεν εἰρήνην.
6来たるべき日々に、ヤコブは根を張り、イスラエルは花を咲かせ、芽を出し、世界の表面を実で満たす。
6οἱ ἐρχόμενοι, τέκνα Ἰακώβ, βλαστήσει καὶ ἐξανθήσει Ἰσραήλ, καὶ ἐμπλησθήσεται ἡ οἰκουμένη τοῦ καρποῦ αὐτοῦ,
7主は、彼らを打った者たちを打ったように、彼らを打っただろうか。彼らを殺した者たちが殺されたように、彼らも殺されただろうか。
7μὴ ὡς αὐτὸς ἐπάταξε, καὶ αὐτὸς οὕτως πληγήσεται, καὶ ὡς αὐτὸς ἀνεῖλεν, οὕτως ἀναιρεθήσεται;
8あなたは彼らを追い払う時、ほどよく彼らと争われた。東風の日に、激しい風をもって彼らを追い払われた。
8μαχόμενος καὶ ὀνειδίζων ἐξαποστελεῖ αὐτούς· οὐ σὺ ἦσθα ὁ μελετῶν τῷ πνεύματι τῷ σκληρῷ ἀνελεῖν αὐτοὺς πνεύματι θυμοῦ;
9それゆえ、これによってヤコブの咎は赦される。その罪が取り除かれる実は、すべてここにある。すなわち、祭壇の石をすべて、打ち砕かれた白墨の石のようにし、アシェラ像も香の祭壇も二度と立たないようにすることである。
9διὰ τοῦτο ἀφαιρεθήσεται ἡ ἀνομία Ἰακώβ, καὶ τοῦτό ἐστιν ἡ εὐλογία αὐτοῦ, ὅταν ἀφέλωμαι τὴν ἁμαρτίαν αὐτοῦ, ὅταν θῶσι πάντας τοὺς λίθους τῶν βωμῶν κατακεκομμένους ὡς κονίαν λεπτήν· καὶ οὐ μὴ μείνῃ τὰ δένδρα αὐτῶν, καὶ τὰ εἴδωλα αὐτῶν ἐκκεκομμένα ὥσπερ δρυμὸς μακράν.
10城壁のある町は孤立し、人の住む所は見捨てられ、荒野のように捨てられる。子牛がそこで草を食べ、そこに伏し、その枝を食い尽くす。
10τὸ κατοικούμενον ποίμνιον ἀνειμένον ἔσται, ὡς ποίμνιον καταλελειμμένον καὶ ἔσται πολὺν χρόνον εἰς βόσκημα, καὶ ἐκεῖ ἀναπαύσονται ποίμνια.
11その枝が枯れると、折り取られる。女たちが来て、それに火をつける。この民には悟りがないからだ。それゆえ、彼らを造られた方は彼らをあわれまず、彼らを形造られた方は彼らに恵みを示されない。
11καὶ μετὰ χρόνον οὐκ ἔσται ἐν αὐτῇ πᾶν χλωρὸν διὰ τὸ ξηρανθῆναι. γυναῖκες ἐρχόμεναι ἀπὸ θέας, δεῦτε· οὐ γὰρ λαός ἐστιν ἔχων σύνεσιν, διὰ τοῦτο οὐ μὴ οἱκτειρήσῃ ὁ ποιήσας αὐτούς, οὐδὲ ὁ πλάσας αὐτοὺς οὐ μὴ ἐλεήσῃ.
12その日、主はユーフラテス川の流れからエジプト川まで実を打ち落とされる。イスラエルの子らよ、あなたがたは一人ずつ集められる。
12καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συμφράξει ὁ Θεὸς ἀπὸ τῆς διώρυγος τοῦ ποταμοῦ ἕως Ρινοκορούρων, ὑμεῖς δὲ συναγάγετε τοὺς υἱοὺς Ἰσραὴλ κατὰ ἕνα ἕνα.
13その日、大きな角笛が吹き鳴らされる。アッシリアの地で滅びようとしていた者たちと、エジプトの地に追放されていた者たちが来て、エルサレムの聖なる山で主を礼拝する。
13καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ σαλπιοῦσι τῇ σάλπιγγι τῇ μεγάλῃ, καὶ ἥξουσιν οἱ ἀπολόμενοι ἐν τῇ χώρᾳ τῶν Ἀσσυρίων καὶ οἱ ἀπολόμενοι ἐν Αἰγύπτῳ καὶ προσκυνήσουσι τῷ Κυρίῳ ἐπὶ τὸ ὄρος τὸ ἅγιον ἐν Ἱερουσαλήμ.
Tip: use the ← and → keys to turn chapters.