イザヤ書
Chapter 23
Freedom Bible (フリーダム・バイブル)
vs Septuagint (Greek …
Aa
Text size
Line width
Verse numbers
Freedom Bible (フリーダム・バイブル)
Septuagint (Greek Old Testament), second edition
1ツロについての宣告。 タルシシュの船々よ、泣き叫べ。ツロは荒れ果て、家もなく、入る所もない。その知らせがキティムの地から彼らに告げられた。
1ΟΛΟΛΥΞΑΤΕ, πλοῖα Καρχηδόνος, ὅτι ἀπώλετο, καὶ οὐκέτι ἔρχονται ἐκ γῆς Κιτιαίων· ἦκται αἰχμάλωτος.
2海岸の住民よ、静まれ。海を渡るシドンの商人たちが、あなたを豊かにしてきた。
2τίνι ὅμοιοι γεγόνασιν οἱ ἐνοικοῦντες ἐν τῇ νήσῳ μετάβολοι Φοινίκης διαπερῶντες τὴν θάλασσαν
3大海を渡って来るシホルの穀物、ナイル川の収穫が彼女の収入となった。彼女は諸国の市場だった。
3ἐν ὕδατι πολλῷ, σπέρμα μεταβόλων; ὡς ἀμητοῦ εἰσφερομένου οἱ μετάβολοι τῶν ἐθνῶν.
4シドンよ、恥じよ。海が、海の要塞がこう語ったからだ。「私は産みの苦しみを味わったことも、子を産んだこともない。若者たちを養わず、娘たちを育てたこともない。」
4αἰσχύνθητι, Σιδών, εἶπεν ἡ θάλασσα. ἡ δὲ ἰσχὺς τῆς θαλάσσης εἶπεν· οὐκ ὤδινον οὐδὲ ἔτεκον οὐδὲ ἐξέθρεψα νεανίσκους οὐδὲ ὕψωσα παρθένους.
5ツロについての知らせがエジプトに届く時、人々はその知らせを聞いて苦しむ。
5ὅταν δὲ ἀκουστὸν γένηται Αἰγύπτῳ, λήψεται αὐτοὺς ὀδύνη περὶ Τύρου.
6タルシシュへ渡れ。海岸の住民よ、泣き叫べ。
6ἀπέλθατε εἰς Καρχηδόνα, ὀλολύξατε, οἱ κατοικοῦντες ἐν τῇ νήσῳ ταύτῃ.
7これが、昔から続いてきた、あなたがたの喜びに満ちた町なのか。その足は彼女を遠い地へ運び、そこに住ませた。
7οὐχ αὕτη ἦν ὑμῶν ἡ ὕβρις ἀπ᾿ ἀρχῆς πρὶν ἢ παραδοθῆναι αὐτήν;
8王冠を授けてきた町ツロに対して、だれがこれを計画したのか。その商人たちは高官であり、その貿易商たちは地の尊敬される者たちだった。
8τίς ταῦτα ἐβούλευσεν ἐπὶ Τύρον; μὴ ἥσσων ἐστὶν ἢ οὐκ ἰσχύει; οἱ ἔμποροι αὐτῆς ἔνδοξοι, ἄρχοντες τῆς γῆς.
9万軍の主がこれを計画された。すべての栄華の誇りを汚し、地の尊敬される者たちをみな卑しめるためである。
9Κύριος σαβαὼθ ἐβουλεύσατο παραλῦσαι πᾶσαν τὴν ὕβριν τῶν ἐνδόξων καὶ ἀτιμάσαι πᾶν ἔνδοξον ἐπὶ τῆς γῆς.
10タルシシュの娘よ、ナイル川のように自分の地を流れよ。もはやあなたを束縛するものはない。
10ἐργάζου τὴν γῆν σου, καὶ γὰρ πλοῖα οὐκέτι ἔρχεται ἐκ Καρχηδόνος.
11主は海の上に御手を伸ばし、王国を揺り動かされた。主はカナンの要塞を滅ぼすよう命じられた。
11ἡ δὲ χείρ σου οὐκέτι ἰσχύει κατὰ θάλασσαν, ἡ παροξύνουσα βασιλεῖς· Κύριος σαβαὼθ ἐνετείλατο περὶ Χαναὰν ἀπολέσαι αὐτῆς τὴν ἰσχύν.
12主は言われた。「虐げられたシドンの処女の娘よ、あなたはもはや喜ぶことがない。立ってキティムへ渡れ。そこでも安らぎを得ることはない。」
12καὶ ἐροῦσιν· οὐκέτι οὐ μὴ προσθῆτε τοῦ ὑβρίζειν καὶ ἀδικεῖν τὴν θυγατέρα Σιδῶνος· καὶ ἐὰν ἀπέλθῃς εἰς Κιτιεῖς, οὐδὲ ἐκεῖ ἀνάπαυσις ἔσται σοι·
13見よ、カルデア人の地を。この民は、もとは存在していなかった。アッシリア人が荒野に住む者たちのためにこれを建て、塔を立て、宮殿を覆し、廃墟とした。
13καὶ εἰς γῆν Χαλδαίων, καὶ αὕτη ἠρήμωται ἀπὸ τῶν Ἀσσυρίων, οὐδὲ ἐκεῖ σοι ἀνάπαυσις ἔσται, ὅτι ὁ τοῖχος αὐτῆς πέπτωκεν.
14タルシシュの船々よ、泣き叫べ。あなたがたの要塞は荒れ果てた。
14ὀλολύξατε, πλοῖα Καρχηδόνος, ὅτι ἀπόλωλε τὸ ὀχύρωμα ὑμῶν.
15その日、ツロは一人の王の寿命に等しい七十年間、忘れられる。七十年の終わりに、ツロは遊女の歌のようになる。
15καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καταλειφθήσεται Τύρος ἔτη ἑβδομήκοντα ὡς χρόνος βασιλέως, ὡς χρόνος ἀνθρώπου· καὶ ἔσται μετὰ ἑβδομήκοντα ἔτη, ἔσται Τύρος ὡς ᾆσμα πόρνης.
16「忘れられた遊女よ、竪琴を取り、町を巡れ。美しい調べを奏で、多くの歌を歌え。人々があなたを思い出すように。」
16λαβὲ κιθάραν, ρέμβευσον, πόλις πόρνη ἐπιλελησμένη· καλῶς κιθάρισον, πολλὰ ᾆσον, ἵνα σου μνεία γένηται.
17七十年の終わりに、主はツロを顧みられる。彼女は再び遊女の報酬を得るようになり、地の面にある世界のすべての王国と姦淫を行う。
17καὶ ἔσται μετὰ τὰ ἑβδομήκοντα ἔτη, ἐπισκοπὴν ποιήσει ὁ Θεὸς Τύρου, καὶ πάλιν ἀποκατασταθήσεται εἰς τὸ ἀρχαῖον· καὶ ἔσται ἐμπόριον πάσαις ταῖς βασιλείας τῆς οἰκουμένης.
18彼女の商品と報酬は主のために聖別される。それらは蓄えられることも、しまい込まれることもない。その商品は、主の前に住む者たちが十分に食べ、丈夫な衣服を得るためのものとなる。
18καὶ ἔσται αὐτῆς ἡ ἐμπορία καὶ ὁ μισθὸς ἅγιον Κυρίῳ· οὐκ αὐτοῖς συναχθήσεται, ἀλλὰ τοῖς κατοικοῦσιν ἔναντι Κυρίου πᾶσα ἡ ἐμπορία αὐτῆς φαγεῖν καὶ πιεῖν καὶ ἐμπλησθῆναι εἰς συμβολὴν μνημόσυνον ἔναντι Κυρίου.

Tip: use the ← and → keys to turn chapters.