出エジプト記 25
Freedom Bible (フリーダム・バイブル)Translation
Freedom Bible (フリーダム・バイブル)
Septuagint (Greek Old Testament), second edition
1主はモーセに言われた。
1ΚΑΙ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·
2「イスラエルの子らに、わたしのためにささげ物を持って来るように言いなさい。心から喜んでささげるすべての人から、わたしのためのささげ物を受け取りなさい。
2εἰπὸν τοῖς υἱοῖς Ἰσραήλ, καὶ λάβετε ἀπαρχὰς παρὰ πάντων, οἷς ἂν δόξῃ τῇ καρδίᾳ, καὶ λήψεσθε τὰς ἀπαρχάς μου.
3あなたがたが彼らから受け取るべきささげ物は、次の通りである。金、銀、青銅、
3καὶ αὕτη ἐστὶν ἡ ἀπαρχή, ἣν λήψεσθε παρ᾿ αὐτῶν· χρυσίον καὶ ἀργύριον καὶ χαλκὸν
4青色、紫色、緋色の糸、撚り糸で織った亜麻布、山羊の毛、
4καὶ ὑάκινθον καὶ πορφύραν καὶ κόκκινον διπλοῦν καὶ βύσσον κεκλωσμένην καὶ τρίχας αἰγείας
5赤く染めた雄羊の皮、ジュゴンの皮、アカシアの木、
5καὶ δέρματα κριῶν ἠρυθροδανωμένα καὶ δέρματα ὑακίνθινα καὶ ξύλα ἄσηπτα
6灯火のための油、注ぎ油と香りのよい香のための香料、
6καὶ λίθους σαρδίου καὶ λίθους εἰς τὴν γλυφὴν εἰς τὴν ἐπωμίδα καὶ τὸν ποδήρη.
7縞めのう、そしてエポデや胸当てにはめ込むための宝石である。
7καὶ ποιήσεις μοι ἁγίασμα, καὶ ὀφθήσομαι ἐν ὑμῖν·
8彼らにわたしのための聖所を造らせなさい。わたしは彼らのただ中に住む。
8καὶ ποιήσεις μοι κατὰ πάντα ὅσα σοι δεικνύω ἐν τῷ ὄρει, τὸ παράδειγμα τῆς σκηνῆς καὶ τὸ παράδειγμα πάντων τῶν σκευῶν αὐτῆς· οὕτω ποιήσεις.
9わたしが示す幕屋の型と、そのすべての器具の型に従って造りなさい。
9Καὶ ποιήσεις κιβωτὸν μαρτυρίου ἐκ ξύλων ἀσήπτων, δύο πήχεων καὶ ἡμίσους τὸ μῆκος καὶ πήχεως καὶ ἡμίσους τὸ πλάτος καὶ πήχεως καὶ ἡμίσους τὸ ὕψος.
10アカシアの木で箱を造りなさい。長さは二・五キュビト、幅は一・五キュビト、高さは一・五キュビトとする。
10καὶ καταχρυσώσεις αὐτὴν χρυσίῳ καθαρῷ, ἔσωθεν καὶ ἔξωθεν χρυσώσεις αὐτήν· καὶ ποιήσεις αὐτῇ κυμάτια χρυσᾶ στρεπτὰ κύκλῳ.
11内側にも外側にも純金をかぶせ、その周囲に金の飾り縁を造りなさい。
11καὶ ἐλάσεις αὐτῇ τέσσαρας δακτυλίους χρυσοῦς καὶ ἐπιθήσεις ἐπὶ τὰ τέσσαρα κλίτη, δύο δακτυλίους ἐπὶ τὸ κλίτος τὸ ἓν καὶ δύο δακτυλίους ἐπὶ τὸ κλίτος τὸ δεύτερον.
12そのために四つの金の環を鋳造し、その四つの足に取り付けなさい。一方の側に二つの環、もう一方の側にも二つの環を取り付ける。
12ποιήσεις δὲ ἀναφορεῖς ξύλα ἄσηπτα καὶ καταχρυσώσεις αὐτὰ χρυσίῳ·
13アカシアの木で担ぎ棒を造り、金をかぶせなさい。
13καὶ εἰσάξεις τοὺς ἀναφορεῖς εἰς τοὺς δακτυλίους τοὺς ἐν τοῖς κλίτεσι τῆς κιβωτοῦ αἴρειν τὴν κιβωτὸν ἐν αὐτοῖς·
14担ぎ棒を箱の両側の環に通し、それで箱を担ぐ。
14ἐν τοῖς δακτυλίοις τῆς κιβωτοῦ ἔσονται οἱ ἀναφορεῖς ἀκίνητοι.
15担ぎ棒は箱の環に差したままにし、外してはならない。
15καὶ ἐμβαλεῖς εἰς τὴν κιβωτὸν τὰ μαρτύρια, ἃ ἂν δῷ σοι.
16わたしが与えるあかしを箱の中に納めなさい。
16καὶ ποιήσεις ἱλαστήριον ἐπίθεμα χρυσίου καθαροῦ, δύο πήχεων καὶ ἡμίσους τὸ μῆκος καί πήχεως καὶ ἡμίσους τὸ πλάτος.
17純金で贖いの座を造りなさい。その長さは二・五キュビト、幅は一・五キュビトとする。
17καὶ ποιήσεις δύο Χερουβὶμ χρυσοτορευτὰ καὶ ἐπιθήσεις αὐτὰ ἐξ ἀμφοτέρων τῶν κλιτῶν τοῦ ἱλαστηρίου.
18打ち出し細工の金で二つのケルビムを造り、贖いの座の両端に置きなさい。
18ποιηθήσονται Χεροὺβ εἷς ἐκ τοῦ κλίτους τούτου καὶ Χεροὺβ εἷς ἐκ τοῦ κλίτους τοῦ δευτέρου τοῦ ἱλαστηρίου· καὶ ποιήσεις τοὺς δύο Χερουβὶμ ἐπὶ τὰ δύο κλίτη.
19一方の端に一つ、もう一方の端に一つのケルブを造り、贖いの座と一体にする。
19ἔσονται οἱ Χερουβὶμ ἐκτείνοντες τὰς πτέρυγας ἐπάνωθεν, συσκιάζοντες ἐν ταῖς πτέρυξιν αὐτῶν ἐπὶ τοῦ ἱλαστηρίου, καὶ τὰ πρόσωπα αὐτῶν εἰς ἄλληλα· εἰς τὸ ἱλαστήριον ἔσονται τὰ πρόσωπα τῶν Χερουβίμ.
20ケルビムは翼を上に広げ、その翼で贖いの座を覆う。顔を互いに向け、贖いの座の方を向くようにする。
20καὶ ἐπιθήσεις τὸ ἱλαστήριον ἐπὶ τὴν κιβωτὸν ἄνωθεν· καὶ εἰς τὴν κιβωτὸν ἐμβαλεῖς τὰ μαρτύρια, ἃ ἂν δῷ σοι.
21その贖いの座を箱の上に置き、箱の中にはわたしがあなたに与えるあかしを納めなさい。
21καὶ γνωσθήσομαί σοι ἐκεῖθεν καὶ λαλήσω σοι ἄνωθεν τοῦ ἱλαστηρίου ἀνὰ μέσον τῶν δύο Χερουβὶμ τῶν ὄντων ἐπὶ τῆς κιβωτοῦ τοῦ μαρτυρίου καὶ κατὰ πάντα, ὅσα ἐὰν ἐντείλωμαί σοι πρὸς τοὺς υἱοὺς Ἰσραήλ.
22そこでわたしはあなたと会い、贖いの座の上から、すなわちあかしの箱の上にある二つのケルビムの間から、イスラエルの子らのためにあなたに命じるすべてのことを語る。
22Καὶ ποιήσεις τράπεζαν χρυσῆν χρυσίου καθαροῦ, δύο πήχεων τὸ μῆκος καὶ πήχεως τὸ εὖρος καὶ πήχεως καὶ ἡμίσους τὸ ὕψος.
23アカシアの木で机を造りなさい。その長さは二キュビト、幅は一キュビト、高さは一・五キュビトとする。
23καὶ ποιήσεις αὐτῇ στρεπτὰ κυμάτια χρυσᾶ κύκλῳ. καὶ ποιήσεις αὐτῇ στεφάνην παλαιστοῦ κύκλῳ·
24それに純金をかぶせ、その周りに金の飾り縁を造りなさい。
24καὶ ποιήσεις στρεπτὸν κυμάτιον τῇ στεφάνῃ κύκλῳ.
25その周りに手の幅の枠を造り、その枠の周りにも金の飾り縁を造りなさい。
25καὶ ποιήσεις τέσσαρας δακτυλίους χρυσοῦς καὶ ἐπιθήσεις τοὺς τέσσαρας δακτυλίους ἐπὶ τὰ τέσσερα μέρη τῶν ποδῶν αὐτῆς ὑπὸ τὴν στεφάνην,
26そのために四つの金の環を造り、四つの足にある四隅にその環を取り付けなさい。
26καὶ ἔσονται οἱ δακτύλιοι εἰς θήκας τοῖς ἀναφορεῦσιν, ὥστε αἴρειν ἐν αὐτοῖς τὴν τράπεζαν.
27環は枠の近くに設け、机を担ぐ棒を通す場所とする。
27καὶ ποιήσεις τοὺς ἀναφορεῖς ἐκ ξύλων ἀσήπτων καὶ καταχρυσώσεις αὐτούς χρυσίῳ καθαρῷ, καὶ ἀρθήσεται ἐν αὐτοῖς ἡ τράπεζα.
28アカシアの木で担ぎ棒を造り、金をかぶせ、それで机を担ぐ。
28καὶ ποιήσεις τὰ τρυβλία αὐτῆς καὶ τὰς θυΐσκας καὶ τὰ σπονδεῖα καὶ τοὺς κιάθους, ἐν οἷς σπείσεις ἐν αὐτοῖς· ἐκ χρυσίου καθαροῦ ποιήσεις αὐτά.
29注ぎのささげ物に用いる皿、さじ、水差し、鉢を純金で造りなさい。
29καὶ ἐπιθήσεις ἐπὶ τὴν τράπεζαν ἄρτους ἐνωπίους ἐναντίον μου διαπαντός.
30常にわたしの前の机の上に、供えのパンを置きなさい。
30Καὶ ποιήσεις λυχνίαν ἐκ χρυσίου καθαροῦ, τορευτὴν ποιήσεις τὴν λυχνίαν· ὁ καυλὸς αὐτῆς καὶ οἱ καλαμίσκοι καὶ οἱ κρατῆρες καὶ οἱ σφαιρωτῆρες καὶ τὰ κρίνα ἐξ αὐτῆς ἔσται.
31純金で燭台を造りなさい。打ち出し細工とし、台座、支柱、杯、節、花をすべて一体にする。
31ἓξ δὲ καλαμίσκοι ἐκπορευόμενοι ἐκ πλαγίων, τρεῖς καλαμίσκοι τῆς λυχνίας ἐκ τοῦ κλίτους τοῦ ἑνὸς αὐτῆς καὶ τρεῖς καλαμίσκοι τῆς λυχνίας ἐκ τοῦ κλίτους τοῦ δευτέρου.
32その側面からは六つの枝を出させる。すなわち、一方の側から燭台の三つの枝を出し、もう一方の側から燭台の三つの枝を出す。
32καὶ τρεῖς κρατῆρες ἐκτετυπωμένοι καρυΐσκους ἐν τῷ ἑνὶ καλαμίσκῳ, σφαιρωτὴρ καὶ κρίνον· οὕτω τοῖς ἓξ καλαμίσκοις τοῖς ἐκπορευομένοις ἐκ τῆς λυχνίας.
33一つの枝にはアーモンドの花のような三つの杯、節、花を造り、もう一つの枝にもアーモンドの花のような三つの杯、節、花を造る。燭台から出ている六つの枝をそのようにする。
33καὶ ἐν τῇ λυχνίᾳ τέσσαρες κρατῆρες ἐκτετυπωμένοι καρυΐσκους· ἐν τῷ ἑνὶ καλαμίσκῳ σφαιρωτῆρες καὶ τὰ κρίνα αὐτῆς.
34燭台の支柱には、アーモンドの花のような四つの杯、節、花を造る。
34ὁ σφαιρωτὴρ ὑπὸ τοὺς δύο καλαμίσκους ἐξ αὐτῆς, καὶ σφαιρωτὴρ ὑπὸ τούς τέσσαρας καλαμίσκους ἐξ αὐτῆς· οὕτω τοῖς ἓξ καλαμίσκοις τοῖς ἐκπορευομένοις ἐκ τῆς λυχνίας.
35燭台から出ている六つの枝のために、それと一体の二つの枝の下に一つの節、それと一体の他の二つの枝の下に一つの節、それと一体のさらに他の二つの枝の下に一つの節を造る。
35καὶ ἐν τῇ λυχνίᾳ τέσσαρες κρατῆρες ἐκτετυπωμένοι καρυΐσκους.
36それらの節と枝は燭台と一体とし、その全体を一つの純金の打ち出し細工としなさい。
36οἱ σφαιρωτῆρες καὶ οἱ καλαμίσκοι ἐξ αὐτῆς ἔστωσαν· ὅλη τορευτὴ ἐξ ἑνὸς χρυσίου καθαροῦ.
37七つのともしび皿を造り、前方を照らすように火をともす。
37καὶ ποιήσεις τοὺς λύχνους αὐτῆς ἑπτά· καὶ ἐπιθήσεις τοὺς λύχνους, καὶ φανοῦσιν ἐκ τοῦ ἑνὸς προσώπου.
38その芯切りばさみも芯取り皿も純金とする。
38καὶ τὸν ἐπαρυστῆρα αὐτῆς καὶ τὰ ὑποθέματα αὐτῆς ἐκ χρυσίου καθαροῦ ποιήσεις.
39これらの器具を含め、一タラントの純金で造る。
39πάντα τὰ σκεύη ταῦτα τάλαντον χρυσίου καθαροῦ.
40山で示された型の通りに造るよう、注意しなさい。
40ὅρα, ποιήσεις κατὰ τὸν τύπον τὸν δεδειγμένον σοι ἐν τῷ ὄρει.
Tip: use the ← and → keys to turn chapters.