出エジプト記
Chapter 12
Freedom Bible (フリーダム・バイブル)
vs Septuagint (Greek …
Aa
Text size
Line width
Verse numbers

出エジプト記 12

Freedom Bible (フリーダム・バイブル)
Septuagint (Greek Old Testament), second edition
1主はエジプトの地でモーセとアロンに言われた。
1ΕΙΠΕ δὲ Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν ἐν γῇ Αἰγύπτου λέγων.
2「この月を、あなたがたの月々の始まりとしなさい。あなたがたにとって一年の第一の月とする。
2ὁ μὴν οὗτος ὑμῖν ἀρχὴ μηνῶν, πρῶτός ἐστιν ὑμῖν ἐν τοῖς μησὶ τοῦ ἐνιαυτοῦ.
3イスラエルの全会衆に告げなさい。『この月の十日に、各人は父祖の家ごとに一匹の小羊を取り、一家族に一匹とする。
3λάλησον πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ἰσραὴλ λέγων· τῇ δεκάτῃ τοῦ μηνὸς τούτου λαβέτωσαν ἕκαστος πρόβατον κατ᾿ οἴκους πατριῶν, ἕκαστος πρόβατον κατ᾿ οἰκίαν.
4一家族が一匹を食べきれないほど少人数なら、隣家と人数に応じて分けなさい。小羊は、それぞれが食べる量を考えて割り当てる。
4ἐὰν δὲ ὀλιγοστοὶ ὦσιν ἐν τῇ οἰκίᾳ, ὥστε μὴ εἶναι ἱκανοὺς εἰς πρόβατον, συλλήψεται μεθ᾿ ἑαυτοῦ τὸν γείτονα τὸν πλησίον αὐτοῦ κατὰ ἀριθμὸν ψυχῶν· ἕκαστος τὸ ἀρκοῦν αὐτῷ συναριθμήσεται εἰς πρόβατον.
5小羊は傷のない一歳の雄とし、羊か山羊の群れから取る。
5πρόβατον τέλειον, ἄρσεν, ἐνιαύσιον ἔσται ὑμῖν· ἀπὸ τῶν ἀρνῶν καὶ τῶν ἐρίφων λήψεσθε.
6この月の十四日まで取っておき、イスラエルの全会衆が夕暮れにそれを屠る。
6καὶ ἔσται ὑμῖν διατετηρημένον ἕως τῆς τεσσαρεσκαιδεκάτης τοῦ μηνὸς τούτου, καὶ σφάξουσιν αὐτὸ πᾶν τὸ πλῆθος συναγωγῆς υἱῶν Ἰσραὴλ πρὸς ἑσπέραν.
7その血を取り、それを食べる家の二本の門柱と鴨居に塗る。
7καὶ λήψονται ἀπὸ τοῦ αἵματος καὶ θήσουσιν ἐπὶ τῶν δύο σταθμῶν καὶ ἐπὶ τὴν φλιὰν ἐν τοῖς οἴκοις, ἐν οἷς ἐὰν φάγωσιν αὐτὰ ἐν αὐτοῖς,
8その夜、肉を火で焼き、種なしパンと苦菜を添えて食べる。
8καὶ φάγονται τὰ κρέα τῇ νυκτὶ ταύτῃ· ὀπτὰ πυρὶ καὶ ἄζυμα ἐπὶ πικρίδων ἔδονται.
9生のまま、または水で煮て食べてはならない。頭も足も内臓も一緒に、火で焼く。
9οὐκ ἔδεσθε ἀπ᾿ αὐτῶν ὠμὸν οὐδὲ ἡψημένον ἐν ὕδατι, ἀλλ᾿ ἢ ὀπτὰ πυρί, κεφαλὴν σὺν τοῖς ποσὶ καὶ τοῖς ἐνδοσθίοις.
10朝まで少しも残してはならない。朝まで残ったものは火で焼き尽くす。
10οὐκ ἀπολείψετε ἀπ᾿ αὐτοῦ ἕως πρωΐ καὶ ὀστοῦν οὐ συντρίψετε ἀπ᾿ αὐτοῦ· τὰ δὲ καταλειπόμενα ἀπ᾿ αὐτοῦ ἕως πρωΐ ἐν πυρὶ κατακαύσετε.
11腰に帯を締め、足に履き物を履き、手に杖を持ち、急いで食べなさい。これは主の過越である。
11οὕτω δὲ φάγεσθε αὐτό· αἱ ὀσφύες ὑμῶν περιεζωσμέναι, καὶ τὰ ὑποδήματα ἐν τοῖς ποσὶν ὑμῶν, καὶ αἱ βακτηρίαι ἐν ταῖς χερσὶν ὑμῶν· καὶ ἔδεσθε αὐτὸ μετὰ σπουδῆς· πάσχα ἐστὶ Κυρίῳ.
12その夜、わたしはエジプトの地を巡り、人から家畜に至るまで、すべての長子を打つ。エジプトのすべての神々に裁きを下す。わたしは主である。
12καί διελεύσομαι ἐν γῇ Αἰγύπτῳ ἐν τῇ νυκτὶ ταύτῃ καὶ πατάξω πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ ἀπὸ ἀνθρώπου ἕως κτήνους καὶ ἐν πᾶσι τοῖς θεοῖς τῶν Αἰγυπτίων ποιήσω τὴν ἐκδίκησιν· ἐγὼ Κύριος.
13その血は、あなたがたがいる家々において、あなたがたのためのしるしとなる。わたしがその血を見る時、わたしはあなたがたを過ぎ越す。わたしがエジプトの地を打つ時、あなたがたを滅ぼす災いはあなたがたの上に臨まない。
13καὶ ἔσται τὸ αἷμα ὑμῖν ἐν σημείῳ ἐπὶ τῶν οἰκιῶν, ἐν αἷς ὑμεῖς ἐστε ἐκεῖ, καὶ ὄψομαι τὸ αἷμα καὶ σκεπάσω ὑμᾶς, καὶ οὐκ ἔσται ἐν ὑμῖν πληγὴ τοῦ ἐκτριβῆναι, ὅταν παίω ἐν γῇ Αἰγύπτῳ.
14この日をあなたがたの記念の日とし、主への祭りとして祝いなさい。代々にわたり、永遠の掟として祝う。
14καὶ ἔσται ἡ ἡμέρα ὑμῖν αὕτη μνημόσυνον· καὶ ἑορτάσετε αὐτὴν ἑορτὴν Κυρίῳ εἰς πάσας τὰς γενεὰς ὑμῶν· νόμιμον αἰώνιον ἑορτάσετε αὐτήν.
15七日間、種なしパンを食べなさい。初日には家からパン種を取り除く。初日から七日目までの間に種入りパンを食べる者は、イスラエルから断たれる。
15ἑπτὰ ἡμέρας ἄζυμα ἔδεσθε, ἀπὸ δὲ τῆς ἡμέρας τῆς πρώτης ἀφανιεῖτε ζύμην ἐκ τῶν οἰκιῶν ὑμῶν· πᾶς ὃς ἂν φάγῃ ζύμην, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐξ Ἰσραὴλ ἀπὸ τῆς ἡμέρας τῆς πρώτης ἕως τῆς ἡμέρας τῆς ἑβδόμης.
16初日と七日目には聖なる集会を開く。これらの日には、各人が食べる物を用意するほか、どんな仕事もしてはならない。
16καὶ ἡ ἡμέρα ἡ πρώτη κληθήσεται ἁγία, καὶ ἡ ἡμέρα ἡ ἑβδόμη κλητὴ ἁγία ἔσται ὑμῖν· πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε ἐν αὐταῖς, πλὴν ὅσα ποιηθήσεται πάσῃ ψυχῇ, τοῦτο μόνον ποιηθήσεται ὑμῖν.
17種なしパンの祭りを守りなさい。まさにこの日に、わたしはあなたがたの軍団をエジプトの地から導き出した。代々にわたり、永遠の掟としてこの日を守る。
17καὶ φυλάξετε τὴν ἐντολὴν ταύτην· ἐν γὰρ τῇ ἡμέρᾳ ταύτῃ ἐξάξω τὴν δύναμιν ὑμῶν ἐκ γῆς Αἰγύπτου, καὶ ποιήσετε τὴν ἡμέραν ταύτην εἰς γενεὰς ὑμῶν νόμιμον αἰώνιον.
18第一の月の十四日の夕暮れから、二十一日の夕暮れまで、種なしパンを食べる。
18ἐναρχόμενοι τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ πρώτου ἀφ᾿ ἑσπέρας ἔδεσθε ἄζυμα ἕως ἡμέρας μιᾶς καὶ εἰκάδος τοῦ μηνός, ἕως ἑσπέρας.
19七日間、家にパン種が見つかってはならない。種の入ったものを食べる者は、寄留者であれ、その地で生まれた者であれ、イスラエルの会衆から断たれる。
19ἑπτὰ ἡμέρας ζύμη οὐχ εὑρεθήσεται ἐν ταῖς οἰκίαις ὑμῶν· πᾶς ὃς ἂν φάγῃ ζυμωτόν, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ συναγωγῆς Ἰσραήλ, ἔν τε τοῖς γειώραις καὶ αὐτόχθοσι τῆς γῆς·
20種の入ったものは一切食べてはならない。どこに住んでいても、種なしパンを食べなさい。』」
20πᾶν ζυμωτὸν οὐκ ἔδεσθε, ἐν παντὶ δὲ κατοικητηρίῳ ὑμῶν ἔδεσθε ἄζυμα.
21そこでモーセはイスラエルのすべての長老たちを呼び寄せて、彼らに言った。「あなたがたの家族のために小羊を選び取って、過越のいけにえを屠りなさい。
21Ἐκάλεσε δὲ Μωυσῆς πᾶσαν γερουσίαν υἱῶν Ἰσραὴλ καὶ εἶπε πρὸς αὐτούς· ἀπελθόντες λάβετε ὑμῖν αὐτοῖς πρόβατον κατὰ συγγενείας ὑμῶν καὶ θύσατε τὸ πάσχα.
22ヒソプの束を取り、それを鉢の中の血に浸し、鉢の中の血を鴨居と二つの門柱に付けなさい。あなたがたは誰一人、朝まで自分の家の戸口から出てはならない。
22λήψεσθε δὲ δέσμην ὑσσώπου, καὶ βάψαντες ἀπὸ τοῦ αἵματος τοῦ παρὰ τὴν θύραν καθίξετε τῆς φλιᾶς καὶ ἐπ᾿ ἀμφοτέρων τῶν σταθμῶν ἀπὸ τοῦ αἵματος, ὅ ἐστι παρὰ τὴν θύραν· ὑμεῖς δὲ οὐκ ἐξελεύσεσθε ἕκαστος τὴν θύραν τοῦ οἴκου αὐτοῦ ἕως πρωΐ.
23主はエジプト人を打つために通り過ぎられる。鴨居と二本の門柱にある血をご覧になると、その戸口を過ぎ越し、滅ぼす者が家に入ってあなたがたを打つことを許されない。
23καὶ παρελεύσεται Κύριος πατάξαι τοὺς Αἰγυπτίους καὶ ὄψεται τὸ αἷμα ἐπὶ τῆς φλιᾶς καὶ ἐπ᾿ ἀμφοτέρων τῶν σταθμῶν, καὶ παρελεύσεται Κύριος τὴν θύραν καὶ οὐκ ἀφήσει τὸν ὀλοθρεύοντα εἰσελθεῖν εἰς τὰς οἰκίας ὑμῶν πατάξαι.
24このことを、あなたとあなたの子らのための掟として永遠に守りなさい。
24καὶ φυλάξασθε τὸ ρῆμα τοῦτο νόμιμον σεαυτῷ, καὶ τοῖς υἱοῖς σου ἕως αἰῶνος.
25主が約束された地へ導き入れられた時にも、この儀式を守りなさい。
25ἐὰν δὲ εἰσέλθητε εἰς τὴν γῆν, ἣν ἂν δῷ Κύριος ὑμῖν, καθότι ἐλάλησε, φυλάξασθε τὴν λατρείαν ταύτην.
26そして、あなたがたの子どもたちがあなたがたに『この儀式にはどのような意味があるのですか』と尋ねる時、
26καὶ ἔσται ἐὰν λέγωσι πρὸς ὑμᾶς οἱ υἱοὶ ὑμῶν· τίς ἡ λατρεία αὕτη;
27『これは主への過越のいけにえである。主はエジプト人を打たれた時、エジプトにいたイスラエルの子らの家を過ぎ越し、私たちの家を守られた』と答えなさい。」 民は頭を下げて礼拝した。
27καὶ ἐρεῖτε αὐτοῖς· θυσία τὸ πάσχα τοῦτο Κυρίῳ, ὡς ἐσκέπασε τοὺς οἴκους τῶν υἱῶν Ἰσραὴλ ἐν Αἰγύπτῳ, ἡνίκα ἐπάταξε τοὺς Αἰγυπτίους, τοὺς δὲ οἴκους ἡμῶν ἐρρύσατο. καὶ κύψας ὁ λαὸς προσεκύνησε.
28イスラエルの子らは行って、そのようにした。主がモーセとアロンに命じられた通りに、彼らは行った。
28καὶ ἀπελθόντες ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ καθὰ ἐνετείλατο Κύριος τῷ Μωυσῇ καὶ Ἀαρών, οὕτως ἐποίησαν.
29真夜中に、主はエジプトの地のすべての長子を打たれた。それは王座に座るファラオの長子から、地下牢にいる捕虜の長子に至るまで、また家畜のすべての初子に及んだ。
29Ἐγενήθη δὲ μεσούσης τῆς νυκτὸς καὶ Κύριος ἐπάταξε πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ, ἀπὸ πρωτοτόκου Φαραὼ τοῦ καθημένου ἐπὶ τοῦ θρόνου ἕως πρωτοτόκου τῆς αἰχμαλωτίδος τῆς ἐν τῷ λάκκῳ καὶ ἕως πρωτοτόκου παντὸς κτήνους.
30ファラオは夜中に起き上がった。彼も家臣たちも、すべてのエジプト人も起きた。エジプトには大きな叫びが起こった。死人のいない家は一つもなかった。
30καὶ ἀναστὰς Φαραὼ νυκτὸς καὶ οἱ θεράποντες αὐτοῦ καὶ πάντες οἱ Αἰγύπτιοι καὶ ἐγενήθη κραυγή μεγάλη ἐν πάσῃ γῇ Αἰγύπτῳ· οὐ γὰρ ἦν οἰκία, ἐν ᾗ οὐκ ἦν ἐν αὐτῇ τεθνηκώς.
31彼は夜のうちにモーセとアロンを呼び寄せて言った。「起き上がり、私の民の中から出て行け。おまえたちもイスラエルの子らもだ。行って、おまえたちが言ったように主に仕えよ。
31καὶ ἐκάλεσε Φαραὼ Μωυσῆν καὶ Ἀαρὼν νυκτὸς καὶ εἶπεν αὐτοῖς· ἀνάστητε καὶ ἐξέλθετε ἐκ τοῦ λαοῦ μου καὶ ὑμεῖς καὶ οἱ υἱοὶ Ἰσραήλ· βαδίζετε καὶ λατρεύσατε Κυρίῳ τῷ Θεῷ ὑμῶν, καθὰ λέγετε·
32おまえたちが言ったように、羊の群れも牛の群れも連れて去れ。そして私のことも祝福してくれ。」
32καὶ τὰ πρόβατα καὶ τοὺς βόας ὑμῶν ἀναλαβόντες πορεύεσθε, εὐλογήσατε δὲ κἀμέ.
33エジプト人は民を急き立て、急いでその地から送り出そうとした。「さもなければ、私たちはみな死んでしまう」と言ったのである。
33καὶ κατεβιάζοντο οἱ Αἰγύπτιοι τὸν λαὸν σπουδῇ ἐκβαλεῖν αὐτοὺς ἐκ τῆς γῆς· εἶπαν γάρ, ὅτι πάντες ἡμεῖς ἀποθνήσκομεν.
34民はパン種が入る前のパン生地を取り、こね鉢を衣服に包んで肩に担いだ。
34ἀνέλαβε δὲ ὁ λαὸς τὸ σταῖς αὐτῶν πρὸ τοῦ ζυμωθῆναι τὰ φυράματα αὐτῶν ἐνδεδεμένα ἐν τοῖς ἱματίοις αὐτῶν ἐπὶ τῶν ὤμων.
35イスラエルの子らはモーセの言葉通りに行い、エジプト人から銀の飾り、金の飾り、衣服を求めた。
35οἱ δὲ υἱοὶ Ἰσραὴλ ἐποίησαν καθὰ συνέταξεν αὐτοῖς Μωυσῆς, καὶ ᾔτησαν παρὰ τῶν Αἰγυπτίων σκεύη ἀργυρᾶ καὶ χρυσᾶ καὶ ἱματισμόν·
36主が、民がエジプト人の目に好意を得るようにされたので、彼らは民の求めるものを与えた。こうして彼らはエジプト人から奪い取った。
36καὶ ἔδωκε Κύριος τὴν χάριν τῷ λαῷ αὐτοῦ ἐναντίον τῶν Αἰγυπτίων, καὶ ἔχρησαν αὐτοῖς· καὶ ἐσκύλευσαν τοὺς Αἰγυπτίους.
37イスラエルの子らはラメセスからスコテへと旅立った。子どもたちを除いて、徒歩の男たちは約六十万人であった。
37Ἀπάραντες δὲ οἱ υἱοὶ Ἰσραὴλ ἐκ Ραμεσσῆ εἰς Σοκχώθ εἰς ἑξακοσίας χιλιάδας πεζῶν, οἱ ἄνδρες, πλὴν τῆς ἀποσκευῆς,
38多くの入り混じった群衆も彼らと共に上り、羊の群れ、牛の群れ、さらに非常に多くの家畜も共に行った。
38καὶ ἐπίμικτος πολὺς συνανέβη αὐτοῖς καὶ πρόβατα καὶ βόες καὶ κτήνη πολλὰ σφόδρα.
39彼らはエジプトから持ち出した生地で、種なしのパン菓子を焼いた。追い出されて待つことができず、自分たちの食料を準備する暇もなかったので、生地にはパン種が入っていなかった。
39καὶ ἔπεψαν τὸ σταῖς, ὃ ἐξήνεγκαν ἐξ Αἰγύπτου, ἐγκρυφίας ἀζύμους· οὐ γὰρ ἐζυμώθη· ἐξέβαλον γὰρ αὐτοὺς οἱ Αἰγύπτιοι, καὶ οὐκ ἠδυνήθησαν ἐπιμεῖναι οὐδὲ ἐπισιτισμὸν ἐποίησαν ἑαυτοῖς εἰς τὴν ὁδόν.
40イスラエルの子らがエジプトに住んでいた期間は四百三十年であった。
40ἡ δὲ κατοίκησις τῶν υἱῶν Ἰσραήλ, ἣν κατῴκησαν ἐν γῇ Αἰγύπτῳ καὶ ἐν γῇ Χαναάν, ἔτη τετρακόσια τριάκοντα.
41四百三十年が終わったまさにその日に、主のすべての軍団はエジプトの地から出て行った。
41καὶ ἐγένετο μετὰ τὰ τετρακόσια τριάκοντα ἔτη, ἐξῆλθε πᾶσα ἡ δύναμις Κυρίου ἐκ γῆς Αἰγύπτου νυκτός.
42その夜は、主が彼らをエジプトの地から導き出されたことを覚えて守る夜であった。これはイスラエルの子らが代々にわたり守る、主の夜である。
42προφυλακή ἐστι τῷ Κυρίῳ, ὥστε ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου· ἐκείνη ἡ νὺξ αὕτη προφυλακὴ Κυρίῳ, ὥστε πᾶσι τοῖς υἱοῖς Ἰσραὴλ εἶναι εἰς γενεὰς αὐτῶν.
43主はモーセとアロンに言われた。「過越についての掟は次の通りである。外国人は誰もこれを食べてはならない。
43Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρών· οὗτος ὁ νόμος τοῦ πάσχα· πᾶς ἀλλογενὴς οὐκ ἔδεται ἀπ᾿ αὐτοῦ·
44金で買った奴隷は、割礼を施した後で食べることができる。
44καὶ πάντα οἰκέτην ἢ ἀργυρώνητον περιτεμεῖς αὐτόν, καὶ τότε φάγεται ἀπ᾿ αὐτοῦ·
45滞在している外国人や雇い人は、これを食べてはならない。
45πάροικος ἢ μισθωτὸς οὐκ ἔδεται ἀπ᾿ αὐτοῦ.
46一つの家の中で食べなさい。肉を家の外へ持ち出してはならない。骨を一本も折ってはならない。
46ἐν οἰκίᾳ μιᾷ βρωθήσεται, καὶ οὐκ ἐξοίσετε ἐκ τῆς οἰκίας τῶν κρεῶν ἔξω· καὶ ὀστοῦν οὐ συντρίψετε ἀπ᾿ αὐτοῦ.
47イスラエルの全会衆がこれを守る。
47πᾶσα συναγωγὴ υἱῶν Ἰσραὴλ ποιήσει αὐτό.
48寄留者があなたと共に住み、主への過越を守りたいと願うなら、その家の男子はみな割礼を受けなければならない。その後で近づいて守ることができ、その地で生まれた者と同じになる。割礼を受けていない者は誰も食べてはならない。
48ἐὰν δέ τις προσέλθῃ πρὸς ὑμᾶς προσήλυτος ποιῆσαι τὸ πάσχα Κυρίῳ, περιτεμεῖς αὐτοῦ πᾶν ἀρσενικόν, καὶ τότε προσελεύσεται ποιῆσαι αὐτὸ καὶ ἔσται ὥσπερ καὶ ὁ αὐτόχθων τῆς γῆς· πᾶς ἀπερίτμητος οὐκ ἔδεται ἀπ᾿ αὐτοῦ.
49その地で生まれた者にも、あなたがたの間に寄留する者にも、同じ一つの律法がある。」
49νόμος εἷς ἔσται τῷ ἐγχωρίῳ καὶ τῷ προσελθόντι προσηλύτῳ ἐν ὑμῖν.
50イスラエルの子らは皆、そのようにした。主がモーセとアロンに命じられた通りに彼らは行った。
50καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ καθὰ ἐνετείλατο Κύριος τῷ Μωυσῇ καὶ Ἀαρὼν πρὸς αὐτούς, οὕτως ἐποίησαν.
51まさにその日、主はイスラエルの子らをその軍団ごとにエジプトの地から導き出された。
51καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἐξήγαγε Κύριος τοὺς υἱοὺς Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου σὺν δυνάμει αὐτῶν.

Tip: use the ← and → keys to turn chapters.