出エジプト記 38
Freedom Bible (フリーダム・バイブル)Translation
Freedom Bible (フリーダム・バイブル)
Septuagint (Greek Old Testament), second edition
1彼はアカシアの木で全焼のいけにえの祭壇を造った。それは四角形であった。長さは五キュビト、幅は五キュビト、高さは三キュビトであった。
1ΚΑΙ ἐποίησε Βεσελεὴλ τὴν κιβωτόν.
2その四隅に角を造った。その角は祭壇と一体であり、それに青銅をかぶせた。
2καὶ κατεχρύσωσεν αὐτὴν χρυσίῳ καθαρῷ ἔσωθεν καὶ ἔξωθεν.
3彼は祭壇の器具、すなわち壺、灰取りシャベル、鉢、肉刺し、火皿を、すべて青銅で造った。
3καὶ ἐχώνευσεν αὐτῇ τέσσαρας δακτυλίους χρυσοῦς, δύο ἐπὶ τὸ κλίτος τὸ ἓν καὶ δύο ἐπὶ τὸ κλίτος τὸ δεύτερον,
4祭壇のために青銅の網目細工の格子を造り、祭壇の出っ張りの下、すなわち下部に取り付け、格子が祭壇の半分の高さに届くようにした。
4εὐρεῖς τοῖς διωστῆρσιν ὥστε αἴρειν αὐτὴν ἐν αὐτοῖς.
5青銅の格子の四隅に、担ぎ棒を通すための環を四つ鋳造した。
5καὶ ἐποίησε τὸ ἱλαστήριον ἐπάνωθεν τῆς κιβωτοῦ ἐκ χρυσίου καθαροῦ
6アカシアの木で担ぎ棒を造り、青銅をかぶせた。
6καὶ τοὺς δύο Χερουβὶμ χρυσοῦς,
7祭壇を担ぐため、その両側の環に担ぎ棒を通した。祭壇は板で中空に造った。
7Χεροὺβ ἕνα ἐπί τὸ ἄκρον τοῦ ἱλαστηρίου τὸ ἓν καὶ Χεροὺβ ἕνα ἐπὶ τὸ ἄκρον τοῦ ἱλαστηρίου τὸ δεύτερον,
8彼は青銅の洗盤とその青銅の台を、会見の天幕の入り口で奉仕する女たちの鏡で造った。
8σκιάζοντα ταῖς πτέρυξιν αὐτῶν ἐπὶ τὸ ἱλαστήριον.
9彼は庭を造った。南側に向かう片側のために、撚り糸で織った亜麻布の庭の幕を百キュビト設けた。
9Καὶ ἐποίησε τὴν τράπεζαν τὴν προκειμένην ἐκ χρυσίου καθαροῦ·
10その二十本の柱と二十の台座は青銅であり、柱の掛け釘と帯飾りは銀であった。
10καὶ ἐχώνευσεν αὐτῇ τέσσαρας δακτυλίους, δύο ἐπὶ τοῦ κλίτους τοῦ ἑνὸς καὶ δύο ἐπὶ τοῦ κλίτους τοῦ δευτέρου, εὐρεῖς ὥστε αἴρειν τοῖς διωστῆρσιν ἐν αὐτοῖς.
11北側には百キュビトの幕を設けた。その二十本の柱と二十の台座は青銅であり、柱の掛け釘と帯飾りは銀であった。
11καὶ τοὺς διωστῆρας τῆς κιβωτοῦ καὶ τῆς τραπέζης ἐποίησε καὶ κατεχρύσωσεν αὐτοὺς χρυσίῳ.
12西側には五十キュビトの幕を設けた。その柱は十本、台座は十であり、柱の掛け釘と帯飾りは銀であった。
12καὶ ἐποίησε τὰ σκεύη τῆς τραπέζης, τά τε τρυβλία καὶ τὰς θυΐσκας καὶ τοὺς κυάθους καὶ τὰ σπονδεῖα, ἐν οἷς σπείσει ἐν αὐτοῖς, χρυσᾶ.
13東に向かう東側は五十キュビトであった。
13Καὶ ἐποίησε τὴν λυχνίαν, ἣ φωτίζει, χρυσῆν,
14入り口の一方の側の幕は十五キュビト、その柱は三本、台座は三つであった。
14στερεὰν τὸν καυλόν, καὶ τοὺς καλαμίσκους ἐξ ἀμφοτέρων τῶν μερῶν αὐτῆς·
15もう一方の側も同様であった。庭の入り口の両側には十五キュビトの幕があり、その柱は三本、台座は三つであった。
15ἐκ τῶν καλαμίσκων αὐτῆς οἱ βλαστοὶ ἐξέχοντες, τρεῖς ἐκ τούτου, καὶ τρεῖς ἐκ τούτου, ἐξισούμενοι ἀλλήλοις·
16庭の周囲のすべての幕は、撚り糸で織った亜麻布であった。
16καὶ τὰ λαμπάδια αὐτῶν, ἅ ἐστιν ἐπὶ τῶν ἄκρων, καρυωτὰ ἐξ αὐτῶν· καὶ τὰ ἐνθέμια ἐξ αὐτῶν, ἵνα ὦσιν οἱ λύχνοι ἐπ᾿ αὐτῶν, καὶ τὸ ἐνθέμιον τὸ ἕβδομον, τὸ ἐπ᾿ ἄκρου τοῦ λαμπαδίου, ἐπὶ τῆς κορυφῆς ἄνωθεν, στερεὸν ὅλον χρυσοῦν·
17柱の台座は青銅であった。柱の掛け釘と帯飾りは銀であり、その柱頭には銀がかぶせられていた。庭のすべての柱には銀の帯飾りがあった。
17καὶ ἑπτὰ λύχνους ἐπ᾿ αὐτῆς χρυσοῦς καὶ τὰς λαβίδας αὐτῆς χρυσᾶς καὶ τὰς ἐπαρυστρίδας αὐτῶν χρυσᾶς.
18庭の入り口の幕は、青色、紫色、緋色の糸、撚り糸で織った亜麻布による、刺繍をする者の細工であった。長さは二十キュビトで、幅に沿った高さは庭の幕と同じく五キュビトであった。
18Οὗτος περιηργύρωσε τοὺς στύλους καὶ ἐχώνευσε τῷ στύλῳ δακτυλίους χρυσοῦς καὶ ἐχρύσωσε τοὺς μοχλοὺς χρυσίῳ καὶ κατεχρύσωσε τοὺς στύλους τοῦ καταπετάσματος χρυσίῳ καὶ ἐποίησε τὰς ἀγκύλας χρυσᾶς.
19その柱は四本、青銅の台座は四つであった。その掛け釘は銀であり、柱頭の覆いと帯飾りも銀であった。
19οὗτος ἐποίησε καὶ τοὺς κρίκους τῆς σκηνῆς χρυσοῦς καὶ τοὺς κρίκους τῆς αὐλῆς καὶ κρίκους εἰς τὸ ἐκτείνειν τὸ κατακάλυμμα ἄνωθεν χαλκοῦς.
20幕屋のすべての釘と、庭の周囲の釘は青銅であった。
20οὗτος ἐχώνευσε τὰς κεφαλίδας τὰς ἀργυρᾶς τῆς σκηνῆς καὶ τὰς κεφαλίδας τὰς χαλκᾶς τῆς θύρας τῆς σκηνῆς καὶ τὴν πύλην τῆς αὐλῆς καὶ ἀγκύλας ἐποίησε τοῖς στύλοις ἀργυρᾶς ἐπὶ τῶν στύλων· οὗτος περιηργύρωσεν αὐτάς.
21これは幕屋、すなわちあかしの幕屋に用いられた材料の総量である。モーセの命令により、祭司アロンの子イタマルの指揮の下、レビ人が数えた。
21οὗτος ἐποίησε τοὺς πασσάλους τῆς σκηνῆς καὶ τοὺς πασσάλους τῆς αὐλῆς χαλκοῦς.
22ユダ部族のフルの子であるウリの子ベツァルエルは、主がモーセに命じられたすべてのものを造った。
22οὗτος ἐποίησε τὸ θυσιαστήριον τὸ χαλκοῦν ἐκ τῶν πυρείων τῶν χαλκῶν, ἃ ἦσαν τοῖς ἀνδράσι τοῖς καταστασιάσασι μετὰ τῆς Κορὲ συναγωγῆς.
23彼と共に、ダン部族のアヒサマクの子オホリアブがいた。彼は彫刻師であり、熟練した職人であり、青色、紫色、緋色の糸、および亜麻布による刺繍をする者であった。
23οὗτος ἐποίησε πάντα τὰ σκεύη τοῦ θυσιαστηρίου καὶ τὸ πυρεῖον αὐτοῦ καὶ τὴν βάσιν καὶ τὰς φιάλας καὶ τὰς κρεάγρας τὰς χαλκᾶς.
24聖所のすべての仕事、すなわちあらゆる奉仕の仕事に用いられた金、すなわちささげ物の金は、聖所のシェケルに従って、二十九タラントと七百三十シェケルであった。
24οὗτος ἐποίησε θυσιαστηρίῳ παράθεμα, ἔργον δικτυωτὸν κάτωθεν τοῦ πυρείου ὑπὸ αὐτὸ ἕως τοῦ ἡμίσους αὐτοῦ, καὶ ἐπέθηκεν αὐτῷ τέσσαρας δακτυλίους ἐκ τῶν τεσσάρων μερῶν τοῦ παραθέματος τοῦ θυσιαστηρίου χαλκοῦς, εὐρεῖς τοῖς μοχλοῖς ὥστε αἴρεν ἐν αὐτοῖς τὸ θυσιαστήριον.
25会衆の中で数えられた者たちの銀は、聖所のシェケルに従って百タラントと千七百七十五シェケルであった。
25οὗτος ἐποίησε τὸ ἔλαιον τῆς χρίσεως τὸ ἅγιον καὶ τὴν σύνθεσιν τοῦ θυμιάματος, καθαρὸν ἔργον μυρεψοῦ.
26これは数えられる者たちの中に加わる二十歳以上の者、すなわち六十万三千五百五十人の一人一人について、一人当たり一ベカ、すなわち聖所のシェケルに従って半シェケルであった。
26οὗτος ἐποίησε τὸν λουτῆρα τὸν χαλκοῦν καὶ τὴν βάσιν αὐτοῦ χαλκῆν ἐκ τῶν κατόπτρων τῶν νηστευσασῶν, αἳ ἐνήστευσαν παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, ἐν ᾗ ἡμέρᾳ ἔπηξεν αὐτήν·
27百タラントの銀は、聖所の台座と垂れ幕の台座を鋳造するためのものであった。百タラントで百の台座を、すなわち一つの台座につき一タラントを用いた。
27καὶ ἐποίησε τὸν λουτῆρα, ἵνα νίπτωνται ἐξ αὐτοῦ Μωυσῆς καὶ Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας αὐτῶν καὶ τοὺς πόδας· εἰσπορευομένων αὐτῶν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου ἢ ὅταν προσπορεύωνται πρὸς τὸ θυσιαστήριον λειτουργεῖν, ἐνίπτοντο ἐξ αὐτοῦ, καθάπερ συνέταξε Κύριος τῷ Μωυσῇ.
28彼は千七百七十五シェケルで柱のための掛け釘を作り、その柱頭に銀をかぶせ、そのための帯飾りを作った。
no verse 28 in this text
29ささげ物の青銅は、七十タラントと二千四百シェケルであった。
no verse 29 in this text
30彼はこれで会見の天幕の入り口の台座、青銅の祭壇とその青銅の格子、祭壇のすべての器具、
no verse 30 in this text
31庭の周囲の台座、庭の入り口の台座、幕屋のすべての釘、および庭の周囲のすべての釘を作った。
no verse 31 in this text
Tip: use the ← and → keys to turn chapters.