テモテへの手紙第一
Chapter 3

テモテへの手紙第一

Freedom Bible (フリーダム・バイブル)
vs Greek New Testamen…
Aa
Text size
Line width
Verse numbers

テモテへの手紙第一 3

Freedom Bible (フリーダム・バイブル)
Greek New Testament: Textus Receptus
1「監督者になろうとする人は、良い働きを望んでいる」という言葉は信頼できます。
1Πιστὸς ὁ λόγος· εἴ τις ἐπισκοπῆς ὀρέγεται, καλοῦ ἔργου ἐπιθυμεῖ.
2ですから監督者は、非難されるところがなく、一人の妻の夫であり、節度があり、分別をわきまえ、慎み深く、客をよくもてなし、よく教えることのできる人でなければなりません。
2Δεῖ οὖν τὸν ἐπίσκοπον ἀνεπίληπτον εἶναι, μιᾶς γυναικὸς ἄνδρα, νηφάλιον, σώφρονα, κόσμιον, φιλόξενον, διδακτικόν·
3大酒を飲まず、暴力を振るわず、金銭をむさぼらず、穏やかで、争いを好まず、貪欲であってはなりません。
3μὴ πάροινον, μὴ πλήκτην, μὴ αἰσχροκερδῆ, ἀλλ᾿ ἐπιεικῆ, ἄμαχον, ἀφιλάργυρον·
4自分の家庭をよく治め、子どもたちが十分な品位を保って従っている人でなければなりません。
4τοῦ ἰδίου οἴκου καλῶς προϊστάμενον, τέκνα ἔχοντα ἐν ὑποταγῇ μετὰ πάσης σεμνότητος.
5自分の家庭を治めることを知らない人が、どうして神の教会を世話できるでしょうか。
5Εἰ δέ τις τοῦ ἰδίου οἴκου προστῆναι οὐκ οἶδε, πῶς ἐκκλησίας Θεοῦ ἐπιμελήσεται;
6また、信者になったばかりの人であってはなりません。高慢になり、悪魔が受けたのと同じ裁きに陥らないためです。
6Μὴ νεόφυτον, ἵνα μὴ τυφωθεὶς εἰς κρίμα ἐμπέσῃ τοῦ διαβόλου.
7さらに、教会の外の人々からも良い評判を得ていなければなりません。非難され、悪魔のわなに陥らないためです。
7Δεῖ δὲ αὐτὸν καὶ μαρτυρίαν καλὴν ἔχειν ἀπὸ τῶν ἔξωθεν, ἵνα μὴ εἰς ὀνειδισμὸν ἐμπέσῃ καὶ παγίδα τοῦ διαβόλου.
8奉仕者も同じように、品位があり、二枚舌を使わず、大酒を飲まず、金銭をむさぼらず、
8Διακόνους ὡσαύτως σεμνούς, μὴ διλόγους, μὴ οἴνῳ πολλῷ προσέχοντας, μὴ αἰσχροκερδεῖς,
9清い良心をもって、信仰の奥義を保つ人でなければなりません。
9ἔχοντας τὸ μυστήριον τῆς πίστεως ἐν καθαρᾷ συνειδήσει.
10この人たちも、まず吟味しなさい。そして、非難されるところがなければ、奉仕させなさい。
10Καὶ οὗτοι δὲ δοκιμαζέσθωσαν πρῶτον, εἶτα διακονείτωσαν, ἀνέγκλητοι ὄντες.
11その妻たちも同じように、品位があり、人を中傷せず、節度があり、すべてのことに忠実でなければなりません。
11Γυναῖκας ὡσαύτως σεμνάς, μὴ διαβόλους, νηφαλίους, πιστὰς ἐν πᾶσι.
12奉仕者は、一人の妻の夫であり、自分の子どもと家庭をよく治めなければなりません。
12Διάκονοι ἔστωσαν μιᾶς γυναικὸς ἄνδρες, τέκνων καλῶς προϊστάμενοι καὶ τῶν ἰδίων οἴκων.
13よく奉仕した人は、名誉ある立場を得て、キリスト・イエスにある信仰において大きな確信を持つようになるからです。
13Οἱ γὰρ καλῶς διακονήσαντες βαθμὸν ἑαυτοῖς καλὸν περιποιοῦνται, καὶ πολλὴν παρρησίαν ἐν πίστει τῇ ἐν Χριστῷ Ἰησοῦ.
14私は近いうちにあなたのところへ行きたいと望みつつ、これらのことを書いています。
14Ταῦτά σοι γράφω, ἐλπίζων ἐλθεῖν πρός σε τάχιον·
15しかし、もし私が遅くなっても、生ける神の教会、すなわち真理の柱であり土台である神の家で、人がどのように振る舞うべきかを、あなたが知るためです。
15ἐὰν δὲ βραδύνω, ἵνα εἰδῇς πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν ἐκκλησία Θεοῦ ζῶντος, στύλος καὶ ἑδραίωμα τῆς ἀληθείας.
16異論の余地なく、敬虔の奥義は偉大です。 神は肉において現され、 霊において義とされ、 御使いたちに見られ、 諸国民の間で宣べ伝えられ、 世界で信じられ、 栄光のうちに上げられた。
16Καὶ ὁμολογουμένως μέγα ἐστὶ τὸ τῆς εὐσεβείας μυστήριον· Θεὸς ἐφανερώθη ἐν σαρκί, ἐδικαιώθη ἐν πνεύματι, ὤφθη ἀγγέλοις, ἐκηρύχθη ἐν ἔθνεσιν, ἐπιστεύθη ἐν κόσμῳ, ἀνελήφθη ἐν δόξῃ.

Tip: use the ← and → keys to turn chapters.