テモテへの第二の手紙
Chapter 1

テモテへの第二の手紙

Freedom Bible (フリーダム・バイブル)
vs Greek New Testamen…
Aa
Text size
Line width
Verse numbers

テモテへの第二の手紙 1

Freedom Bible (フリーダム・バイブル)
Greek New Testament: Textus Receptus
1キリスト・イエスにある命の約束に基づき、神の御心によってキリスト・イエスの使徒とされたパウロから。
1Παῦλος, ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, κατ᾿ ἐπαγγελίαν ζωῆς τῆς ἐν Χριστῷ Ἰησοῦ,
2愛する子テモテへ。父なる神と、私たちの主キリスト・イエスから、恵みとあわれみと平和がありますように。
2Τιμοθέῳ ἀγαπητῷ τέκνῳ· χάρις, ἔλεος, εἰρήνη ἀπὸ Θεοῦ πατρὸς καὶ Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν.
3私は先祖たちにならい、清い良心をもって仕えている神に感謝しています。昼も夜も祈るたびに、絶えずあなたを覚え、
3Χάριν ἔχω τῷ Θεῷ, ᾧ λατρεύω ἀπὸ προγόνων ἐν καθαρᾷ συνειδήσει, ὡς ἀδιάλειπτον ἔχω τὴν περὶ σοῦ μνείαν ἐν ταῖς δεήσεσί μου νυκτὸς καὶ ἡμέρας,
4あなたの涙を思い出しては、あなたに会い、喜びに満たされたいと切に願っています。
4ἐπιποθῶν σε ἰδεῖν, μεμνημένος σου τῶν δακρύων, ἵνα χαρᾶς πληρωθῶ,
5あなたに宿る偽りのない信仰を思い起こしています。その信仰は、まず祖母ロイスと母ユニケのうちに宿り、あなたのうちにも宿っていると私は確信しています。
5ὑπόμνησιν λαμβάνων τῆς ἐν σοὶ ἀνυποκρίτου πίστεως, ἥτις ἐνῴκησε πρῶτον ἐν τῇ μάμμῃ σου Λωΐδι καὶ τῇ μητρί σου Εὐνίκῃ, πέπεισμαι δὲ ὅτι καὶ ἐν σοί.
6ですから、私が手を置いたことによってあなたのうちにある神の賜物を、再び燃え立たせなさい。
6Δι᾿ ἣν αἰτίαν ἀναμιμνῄσκω σε ἀναζωπυρεῖν τὸ χάρισμα τοῦ Θεοῦ, ὅ ἐστιν ἐν σοὶ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν μου.
7神が私たちに与えてくださったのは、臆病の霊ではなく、力と愛と自制の霊だからです。
7Οὐ γὰρ ἔδωκεν ἡμῖν ὁ Θεὸς πνεῦμα δειλίας, ἀλλὰ δυνάμεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ.
8ですから、私たちの主についての証しも、主の囚人である私のことも恥じてはなりません。むしろ、神の力に支えられて、福音のために苦しみを担いなさい。
8Μὴ οὖν ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ Κυρίου ἡμῶν, μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ· ἀλλὰ συγκακοπάθησον τῷ εὐαγγελίῳ κατὰ δύναμιν Θεοῦ,
9神は私たちを救い、聖なる召しをもって召してくださいました。それは私たちの行いによるのではなく、神ご自身のご計画と恵みによるものです。この恵みは、永遠の時より前にキリスト・イエスにあって私たちに与えられていましたが、
9τοῦ σώσαντος ἡμᾶς καὶ καλέσαντος κλήσει ἁγίᾳ, οὐ κατὰ τὰ ἔργα ἡμῶν, ἀλλὰ κατ᾿ ἰδίαν πρόθεσιν καὶ χάριν τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰωνίων,
10今や、私たちの救い主キリスト・イエスの現れによって明らかにされました。キリストは死を滅ぼし、福音によって命と不滅とを光の中に現してくださいました。
10φανερωθεῖσαν δὲ νῦν διὰ τῆς ἐπιφανείας τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καταργήσαντος μὲν τὸν θάνατον, φωτίσαντος δὲ ζωὴν καὶ ἀφθαρσίαν διὰ τοῦ εὐαγγελίου,
11私はこの福音のために、宣教者、使徒、そして異邦人の教師として任命されました。
11εἰς ὃ ἐτέθην ἐγὼ κῆρυξ καὶ ἀπόστολος καὶ διδάσκαλος ἐθνῶν.
12そのために、私はこのような苦しみも受けています。 しかし、私は恥じてはいません。自分が信じている方を知っており、私がその方に委ねたものを、かの日まで守ることがおできになると確信しているからです。
12Δι᾿ ἣν αἰτίαν καὶ ταῦτα πάσχω, ἀλλ᾿ οὐκ ἐπαισχύνομαι· οἶδα γὰρ ᾧ πεπίστευκα, καὶ πέπεισμαι ὅτι δυνατός ἐστι τὴν παραθήκην μου φυλάξαι εἰς ἐκείνην τὴν ἡμέραν.
13私から聞いた健全な言葉を規範として、キリスト・イエスにある信仰と愛のうちに守りなさい。
13Ὑποτύπωσιν ἔχε ὑγιαινόντων λόγων ὧν παρ᾿ ἐμοῦ ἤκουσας, ἐν πίστει καὶ ἀγάπῃ τῇ ἐν Χριστῷ Ἰησοῦ.
14あなたに託された良いものを、私たちのうちに住まわれる聖霊によって守りなさい。
14Τὴν καλὴν παρακαταθήκην φύλαξον διὰ πνεύματος ἁγίου τοῦ ἐνοικοῦντος ἐν ἡμῖν.
15あなたも知っているとおり、アジアにいる者たちは皆、私から離れて行きました。その中にはフィゲロとヘルモゲネもいます。
15Οἶδας τοῦτο, ὅτι ἀπεστράφησάν με πάντες οἱ ἐν τῇ Ἀσίᾳ, ὧν ἐστὶ Φύγελλος καὶ Ἑρμογένης.
16主がオネシフォロの家にあわれみを与えてくださいますように。彼は何度も私を力づけ、私が鎖につながれていることを恥じませんでした。
16Δῴη ἔλεος ὁ Κύριος τῷ Ὀνησιφόρου οἴκῳ· ὅτι πολλάκις με ἀνέψυξε, καὶ τὴν ἅλυσίν μου οὐκ ἐπῃσχύνθη,
17それどころか、ローマに来ると熱心に私を捜し、見つけてくれました。
17ἀλλὰ γενόμενος ἐν Ῥώμῃ, σπουδαιότερον ἐζήτησέ με καὶ εὗρε —
18かの日に、主が彼をあわれんでくださいますように。彼がエフェソでどれほどよく仕えてくれたかは、あなたがよく知っています。
18δῴη αὐτῷ ὁ Κύριος εὑρεῖν ἔλεος παρὰ Κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ — καὶ ὅσα ἐν Ἐφέσῳ διηκόνησε, βέλτιον σὺ γινώσκεις.

Tip: use the ← and → keys to turn chapters.