Epistle 6: ΠΡΟΣ ΦΙΛΑΔΕΛΦΕΙΣ. 7

1Εἰ γὰρ κατὰ σάρκα με ἠθέλησάν τινες πλανῆσαι, ἀλλὰ τὸ πνεῦμά μου οὐ πλανᾶται· παρὰ γὰρ θεοῦ αὐτὸ εἴληφα. οἶδε γὰρ, πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει καὶ τὰ κρυπτὰ ἐλέγχει. ἐκραύγασα γὰρ μεταξὺ ὤν, ἐλάλουν μεγάλῃ φωνῇ (οὐκ ἐμὸς ὁ λόγος, ἀλλὰ θεοῦ)· Τῷ ἐπισκόπῳ προσέχετε καὶ τῷ πρεσβυτερίῳ καὶ τοῖς διακόνοις.

2εἰ δὲ ὑποπτεύετέ με ὡς προμαθόντα τὸν μερισμόν τινων λέγειν ταῦτα, μάρτυς μοι, δι’ ὃν δέδεμαι, ὅτι ἀπὸ στόματος ἀνθρώπου οὐκ ἔγνων. τὸ δὲ πνεῦμα ἐκήρυξέ μοι λέγον τάδε· Χωρὶς ἐπισκόπου μηδὲν ποιεῖτε· τὴν σάρκα ὑμῶν ὡς ναὸν θεοῦ τηρεῖτε, τὴν ἕνωσιν ἀγαπᾶτε, τοὺς μερισμοὺς φεύγετε, μιμηταὶ γίνεσθε Παύλου καὶ τῶν ἄλλων ἀποστόλων, ὡς καὶ αὐτοὶ τοῦ Χριστοῦ.

Tip: use the ← and → keys to turn chapters.