Epistle 6: ΠΡΟΣ ΦΙΛΑΔΕΛΦΕΙΣ. 2

1Ὡς τέκνα οὖν φωτὸς ἀληθείας φεύγετε τὸν μερισμὸν τῆς ἑνότητος καὶ τὰς κακοδιδασκαλίας τῶν αἱρεσιωτῶν, ἐξ ὧν μολυσμὸς ἐξῆλθεν εἰς πᾶσαν τὴν γῆν.

2ὅπου δὲ ὁ ποιμήν ἐστιν, ἐκεῖ ὡς πρόβατα ἀκολουθεῖτε· πολλοὶ γὰρ λύκοι κωδίοις ἠμφιεσμένοι ἡδονῇ κακῇ αἰχμαλωτίζουσι τοὺς θεοδρόμους· ἀλλ’ ἐν τῇ ἑνότητι ὑμῶν οὐχ ἕξουσι τόπον.

Tip: use the ← and → keys to turn chapters.