Epistle 6: ΠΡΟΣ ΦΙΛΑΔΕΛΦΕΙΣ. 10

1Ἐπειδὴ κατὰ τὴν προσευχήν ὑμῶν καὶ τὰ σπλάγχνα, ἃ ἔχετε ἐν Χριστῷ Ἰησοῦ, ἀπηγγέλη μοι εἰρηνεύειν τὴν ἐκκλησίαν τὴν ἐν Ἀντιοχείᾳ τῆς Συρίας, πρέπον ἐστὶν ὑμῖν ὡς ἐκκλησίᾳ θεοῦ, χειροτονῆσαι ἐπίσκοπον εἰς τὸ πρεσβεῦσαι ἐκεῖ θεοῦ πρεσβείαν, εἰς τὸ συγχωρηθῆναι αὐτοῖς ἐπὶ τὸ αὐτὸ γενομένοις καὶ δοξάσαι τὸ ὄνομα τοῦ θεοῦ.

2μακάριος ἐν Χριστῷ Ἰησοῦ, ὃς κατηξιώθη τῆς τοιαύτης διακονίας· καὶ ὑμεῖς δὲ σπουδάσαντες ἐν Χριστῷ δοξασθήσεσθε. θέλουσιν δὲ ὑμῖν οὐ πᾶσιν ἀδύνατον ὑπὲρ ὀνόματος θεοῦ, ὡς καὶ ἀεὶ αἱ ἔγγιστα ἐκκλησίαι ἔπεμψαν ἐπισκόπους, αἱ δὲ πρεσβυτέρους καὶ διακόνους.

Tip: use the ← and → keys to turn chapters.