ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α 16
Greek New Testament: Textus ReceptusOriginal language
Greek New Testament: Textus Receptus
Chinese Union Version, punctuated (Simplified)
1Περὶ δὲ τῆς λογίας τῆς εἰς τοὺς ἁγίους, ὥσπερ διέταξα ταῖς ἐκκλησίαις τῆς Γαλατίας, οὕτω καὶ ὑμεῖς ποιήσατε.
1论到为圣徒捐钱,我从前怎样吩咐 加拉太 的众教会,你们也当怎样行。
2Κατὰ μίαν σαββάτων ἕκαστος ὑμῶν παρ᾿ ἑαυτῷ τιθέτω, θησαυρίζων ὅ τι ἂν εὐοδῶται, ἵνα μή, ὅταν ἔλθω, τότε λογίαι γίνωνται.
2每逢七日的第一日,各人要照自己的进项抽出来留着,免得我来的时候现凑。
3Ὅταν δὲ παραγένωμαι, οὓς ἐὰν δοκιμάσητε δι᾿ ἐπιστολῶν, τούτους πέμψω ἀπενεγκεῖν τὴν χάριν ὑμῶν εἰς Ἱερουσαλήμ·
3及至我来到了,你们写信举荐谁,我就打发他们,把你们的捐资送到 耶路撒冷 去。
4ἐὰν δὲ ᾖ ἄξιον τοῦ κἀμὲ πορεύεσθαι, σὺν ἐμοὶ πορεύσονται.
4若我也该去,他们可以和我同去。
5Ἐλεύσομαι δὲ πρὸς ὑμᾶς, ὅταν Μακεδονίαν διέλθω· Μακεδονίαν γὰρ διέρχομαι·
5我要从 马其顿 经过;既经过了,就要到你们那里去,
6πρὸς ὑμᾶς δὲ τυχὸν παραμενῶ, ἢ καὶ παραχειμάσω, ἵνα ὑμεῖς με προπέμψητε οὗ ἐὰν πορεύωμαι.
6或者和你们同住几时,或者也过冬。无论我往哪里去,你们就可以给我送行。
7Οὐ θέλω γὰρ ὑμᾶς ἄρτι ἐν παρόδῳ ἰδεῖν· ἐλπίζω δὲ χρόνον τινὰ ἐπιμεῖναι πρὸς ὑμᾶς, ἐὰν ὁ Κύριος ἐπιτρέπῃ.
7我如今不愿意路过见你们;主若许我,我就指望和你们同住几时。
8Ἐπιμενῶ δὲ ἐν Ἐφέσῳ ἕως τῆς Πεντηκοστῆς·
8但我要仍旧住在 以弗所 ,直等到五旬节;
9θύρα γάρ μοι ἀνέῳγε μεγάλη καὶ ἐνεργής, καὶ ἀντικείμενοι πολλοί.
9因为有宽大又有功效的门为我开了,并且反对的人也多。
10Ἐὰν δὲ ἔλθῃ Τιμόθεος, βλέπετε ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς· τὸ γὰρ ἔργον Κυρίου ἐργάζεται ὡς καὶ ἐγώ.
10若是 提摩太 来到,你们要留心,叫他在你们那里无所惧怕;因为他劳力做主的工,像我一样。
11Μή τις οὖν αὐτὸν ἐξουθενήσῃ· προπέμψατε δὲ αὐτὸν ἐν εἰρήνῃ, ἵνα ἔλθῃ πρός με· ἐκδέχομαι γὰρ αὐτὸν μετὰ τῶν ἀδελφῶν.
11所以,无论谁都不可藐视他,只要送他平安前行,叫他到我这里来,因我指望他和弟兄们同来。
12Περὶ δὲ Ἀπολλὼ τοῦ ἀδελφοῦ, πολλὰ παρεκάλεσα αὐτὸν ἵνα ἔλθῃ πρὸς ὑμᾶς μετὰ τῶν ἀδελφῶν· καὶ πάντως οὐκ ἦν θέλημα ἵνα νῦν ἔλθῃ, ἐλεύσεται δὲ ὅταν εὐκαιρήσῃ.
12至于兄弟 亚波罗 ,我再三地劝他同弟兄们到你们那里去;但这时他决不愿意去,几时有了机会他必去。
13Γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε.
13你们务要警醒,在真道上站立得稳,要作大丈夫,要刚强。
14Πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω.
14凡你们所做的都要凭爱心而做。
15Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί — οἴδατε τὴν οἰκίαν Στεφανᾶ, ὅτι ἐστὶν ἀπαρχὴ τῆς Ἀχαΐας, καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς —
15弟兄们,你们晓得 司提反 一家,是 亚该亚 初结的果子,并且他们专以服事圣徒为念。
16ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις, καὶ παντὶ τῷ συνεργοῦντι καὶ κοπιῶντι.
16我劝你们顺服这样的人,并一切同工同劳的人。
17Χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ καὶ Φουρτουνάτου καὶ Ἀχαϊκοῦ, ὅτι τὸ ὑμῶν ὑστέρημα οὗτοι ἀνεπλήρωσαν.
17司提反 和 福徒拿都 ,并 亚该古 到这里来,我很喜欢;因为你们待我有不及之处,他们补上了。
18Ἀνέπαυσαν γὰρ τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν· ἐπιγινώσκετε οὖν τοὺς τοιούτους.
18他们叫我和你们心里都快活。这样的人,你们务要敬重。
19Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τῆς Ἀσίας· ἀσπάζονται ὑμᾶς ἐν Κυρίῳ πολλὰ Ἀκύλας καὶ Πρίσκιλλα, σὺν τῇ κατ᾿ οἶκον αὐτῶν ἐκκλησίᾳ.
19亚细亚 的众教会问你们安。 亚居拉 和 百基拉 并在他们家里的教会,因主多多地问你们安。
20Ἀσπάζονται ὑμᾶς οἱ ἀδελφοὶ πάντες. Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ.
20众弟兄都问你们安。你们要亲嘴问安,彼此务要圣洁。
21Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου.
21我— 保罗 亲笔问安。
22Εἴ τις οὐ φιλεῖ τὸν Κύριον Ἰησοῦν Χριστόν, ἤτω ἀνάθεμα. Μαρὰν ἀθά.
22若有人不爱主,这人可诅可咒。主必要来!
23Ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ μεθ᾿ ὑμῶν.
23愿主耶稣基督的恩 常 与你们众人同在!
24Ἡ ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν Χριστῷ Ἰησοῦ. Ἀμήν.
24我在基督耶稣里的爱与你们众人同在。阿们!
Tip: use the ← and → keys to turn chapters.