ΙΩΒ
Chapter 11
Septuagint (Greek Old Te…
vs Chinese Union Vers…
Aa
Text size
Line width
Verse numbers
Septuagint (Greek Old Testament), second edition
Chinese Union Version, punctuated (Simplified)
1ΥΠΟΛΑΒΩΝ δὲ Σωφὰρ ὁ Μιναῖος λέγει·
1拿玛 人 琐法 回答说:
2ὁ τὰ πολλὰ λέγων, καὶ ἀντακούσεται· ἢ καὶ ὁ εὔλαλος οἴεται εἶναι δίκαιος; εὐλογημένος γεννητὸς γυναικὸς ὀλιγόβιος.
2这许多的言语岂不该回答吗? 多嘴多舌的人岂可称为义吗?
3μὴ πολὺς ἐν ρήμασι γίνου, οὐ γάρ ἐστιν ὁ ἀντικρινόμενός σοι·
3你夸大的话岂能使人不作声吗? 你戏笑的时候岂没有人叫你害羞吗?
4μὴ γὰρ λέγε ὅτι καθαρός εἰμι τοῖς ἔργοις καὶ ἄμεμπτος ἐναντίον αὐτοῦ.
4你说:我的道理纯全; 我在你眼前洁净。
5ἀλλὰ πῶς ἂν ὁ Κύριος λαλήσαι πρός σε, καὶ ἀνοίξει χείλη αὐτοῦ μετὰ σοῦ;
5惟愿 神说话; 愿他开口攻击你,
6εἶτα ἀναγγελεῖ σοι δύναμιν σοφίας, ὅτι διπλοῦς ἔσται τῶν κατά σέ· καὶ τότε γνώσῃ ὅτι ἄξιά σοι ἀπέβη ἀπὸ Κυρίου ὧν ἡμάρτηκας.
6并将智慧的奥秘指示你; 他有诸般的智识。 所以当知道 神追讨你 比你罪孽该得的还少。
7ἦ ἴχνος Κυρίου εὑρήσεις ἢ εἰς τὰ ἔσχατα ἀφίκου, ἃ ἐποίησεν ὁ Παντοκράτωρ;
7你考察就能测透 神吗? 你岂能尽情测透全能者吗?
8ὑψηλὸς ὁ οὐρανός, καὶ τί ποιήσεις; βαθύτερα δὲ τῶν ἐν ᾃδου τί οἶδας;
8他 的智慧 高于天,你还能做什么? 深于阴间,你还能知道什么?
9ἢ μακρότερα μέτρου γῆς ἢ εὔρους θαλάσσης;
9其量比地长, 比海宽。
10ἐὰν δὲ καταστρέψῃ τὰ πάντα, τίς ἐρεῖ αὐτῷ· τί ἐποίησας;
10他若经过,将人拘禁, 招人受审,谁能阻挡他呢?
11αὐτὸς γὰρ οἶδεν ἔργα ἀνόμων, ἰδὼν δὲ ἄτοπα οὐ παρόψεται.
11他本知道虚妄的人; 人的罪孽,他虽不留意,还是无所不见。
12ἄνθρωπος δὲ ἄλλως νήχεται λόγοις, βροτὸς δὲ γεννητὸς γυναικὸς ἴσα ὄνῳ ἐρημίτῃ.
12空虚的人却毫无知识; 人生在世 好像 野驴的驹子。
13εἰ γὰρ σὺ καθαρὰν ἔθου τὴν καρδίαν σου, ὑπτιάζεις δὲ χεῖρας πρὸς αὐτόν,
13你若将心安正, 又向主举手;
14εἰ ἄνομόν τί ἐστιν ἐν χερσί σου, πόρρω ποίησον αὐτὸ ἀπὸ σοῦ, ἀδικία δὲ ἐν διαίτῃ σου μὴ αὐλισθήτω.
14你手里若有罪孽, 就当远远地除掉, 也不容非义住在你帐棚之中。
15οὕτως γὰρ ἀναλάμψει σου τὸ πρόσωπον ὥσπερ ὕδωρ καθαρόν, ἐκδύσῃ δὲ ρύπον, καὶ οὐ μὴ φοβηθῇς·
15那时,你必仰起脸来毫无斑点; 你也必坚固,无所惧怕。
16καὶ τὸν κόπον ἐπιλήσῃ ὥσπερ κῦμα παρελθὸν καὶ οὐ πτοηθήσῃ.
16你必忘记你的苦楚, 就是想起也如流过去的水一样。
17ἡ δὲ εὐχή σου ὥσπερ ἑωσφόρος, ἐκ δὲ μεσημβρίας ἀνατελεῖ σοι ζωή·
17你在世的日子要比正午更明, 虽有黑暗仍像早晨。
18πεποιθώς τε ἔσῃ ὅτι ἔστι σοι ἐλπίς, ἐκ δὲ μερίμνης καὶ φροντίδος ἀναφανεῖταί σοι εἰρήνη.
18你因有指望就必稳固, 也必 四围 巡查,坦然安息。
19ἡσυχάσεις γάρ, καὶ οὐ ἔσται ὁ πολεμῶν σε· μεταβαλόμενοι δὲ πολλοί σου δεηθήσονται.
19你躺卧,无人惊吓, 且有许多人向你求恩。
20σωτηρία δὲ αὐτοὺς ἀπολείψει· ἡ γὰρ ἐλπὶς αὐτῶν ἀπώλεια, ὀφθαλμοὶ δὲ ἀσεβῶν τακήσονται.
20但恶人的眼目必要失明。 他们无路可逃; 他们的指望就是气绝。

Tip: use the ← and → keys to turn chapters.