ΙΩΒ
Chapter 5
Septuagint (Greek Old Te…
vs Chinese Union Vers…
Aa
Text size
Line width
Verse numbers
Septuagint (Greek Old Testament), second edition
Chinese Union Version, punctuated (Simplified)
1ΕΠΙΚΑΛΕΣΑΙ δέ, εἴ τίς σοι ὑπακούσεται, ἢ εἴ τινα ἀγγέλων ἁγίων ὄψῃ·
1你且呼求,有谁答应你? 诸圣者之中,你转向哪一位呢?
2καὶ γὰρ ἄφρονα ἀναιρεῖ ὀργή, πεπλανημένον δὲ θανατοῖ ζῆλος,
2忿怒害死愚妄人; 嫉妒杀死痴迷人。
3ἐγὼ δὲ ἑώρακα ἄφρονας ρίζαν βάλλοντας, ἀλλ᾿ εὐθέως ἐβρώθη αὐτῶν ἡ δίαιτα.
3我曾见愚妄人扎下根, 但我忽然咒诅他的住处。
4πόρρω γένοιντο οἱ υἱοὶ αὐτῶν ἀπὸ σωτηρίας, κολαβρισθείησαν δὲ ἐπὶ θύραις ἡσσόνων, καὶ οὐκ ἔσται ὁ ἐξαιρούμενος·
4他的儿女远离稳妥的地步, 在城门口被压,并无人搭救。
5ἃ γὰρ ἐκεῖνοι συνήγαγον, δίκαιοι ἔδονται, αὐτοὶ δὲ ἐκ κακῶν οὐκ ἐξαίρετοι ἔσονται. ἐκσιφωνισθείη αὐτῶν ἡ ἰσχύς·
5他的庄稼有饥饿的人吃尽了, 就是在荆棘里的也抢去了; 他的财宝有网罗张口吞灭了。
6οὐ γὰρ μὴ ἐξέλθῃ ἐκ τῆς γῆς κόπος, οὐδὲ ἐξ ὀρέων ἀναβλαστήσει πόνος·
6祸患原不是从土中出来; 患难也不是从地里发生。
7ἀλλὰ ἄνθρωπος γεννᾶται κόπῳ, νεοσσοὶ δὲ γυπὸς τὰ ὑψηλὰ πέτονται.
7人生在世必遇患难, 如同火星飞腾。
8οὐ μὴν δὲ ἀλλὰ ἐγὼ δεηθήσομαι Κυρίου, Κύριον δὲ τῶν πάντων δεσπότην ἐπικαλέσομαι,
8至于我,我必仰望 神, 把我的事情托付他。
9τὸν ποιοῦντα μεγάλα καὶ ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός·
9他行大事不可测度, 行奇事不可胜数:
10τὸν διδόντα ὑετὸν ἐπὶ τὴν γῆν, ἀποστέλλοντα ὕδωρ ἐπὶ τὴν ὑπ᾿ οὐρανόν·
10降雨在地上, 赐水于田里;
11τὸν ποιοῦντα ταπεινοὺς εἰς ὕψος, καὶ ἀπολωλότας ἐξεγείροντα·
11将卑微的安置在高处, 将哀痛的举到稳妥之地;
12διαλλάσσοντα βουλὰς πανούργων, καὶ οὐ μὴ ποιήσουσιν αἱ χεῖρες αὐτῶν ἀληθές.
12破坏狡猾人的计谋, 使他们所谋的不得成就。
13ὁ καταλαμβάνων σοφοὺς ἐν τῇ φρονήσει, βουλὴν δὲ πολυπλόκων ἐξέστησεν·
13他叫有智慧的中了自己的诡计, 使狡诈人的计谋速速灭亡。
14ἡμέρας συναντήσεται αὐτοῖς σκότος, τὸ δὲ μεσημβρινὸν ψηλαφήσαισαν ἴσα νυκτί.
14他们白昼遇见黑暗, 午间摸索如在夜间。
15ἀπόλοιντο δὲ ἐν πολέμῳ, ἀδύνατος δὲ ἐξέλθοι ἐκ χειρὸς δυνάστου·
15神拯救穷乏人 脱离他们口中的刀和强暴人的手。
16εἴη δὲ ἀδυνάτῳ ἐλπίς, ἀδίκου δὲ στόμα ἐμφραχθείη.
16这样,贫寒的人有指望, 罪孽之辈必塞口无言。
17μακάριος δὲ ἄνθρωπος, ὃν ἤλεγξεν ὁ Κύριος, νουθέτημα δὲ Παντοκράτορος μὴ ἀπαναίνου·
17神所惩治的人是有福的! 所以你不可轻看全能者的管教。
18αὐτὸς γὰρ ἀλγεῖν ποιεῖ καὶ πάλιν ἀποκαθίστησιν· ἔπαισε, καὶ αἱ χεῖρες αὐτοῦ ἰάσαντο.
18因为他打破,又缠裹; 他击伤,用手医治。
19ἑξάκις ἐξ ἀναγκῶν σε ἐξελεῖται, ἐν δὲ τῷ ἑβδόμῳ οὐ μὴ ἅψηταί σου κακόν.
19你六次遭难,他必救你; 就是七次,灾祸也无法害你。
20ἐν λιμῷ ρύσεταί σε ἐκ θανάτου, ἐν πολέμῳ δὲ ἐκ χειρὸς σιδήρου λύσει σε.
20在饥荒中,他必救你脱离死亡; 在争战中,他必救你脱离刀剑的权力。
21ἀπὸ μάστιγος γλώσσης σε κρύψει, καὶ οὐ μὴ φοβηθῇς ἀπὸ κακῶν ἐρχομένων.
21你必被隐藏,不受口舌之害; 灾殃临到,你也不惧怕。
22ἀδίκων καὶ ἀνόμων καταγελάσῃ, ἀπὸ δὲ θηρίων ἀγρίων οὐ μὴ φοβηθῇς·
22你遇见灾害饥馑,就必嬉笑; 地上的野兽,你也不惧怕。
23θῆρες γὰρ ἄγριοι εἰρηνεύσουσί σοι.
23因为你必与田间的石头立约; 田里的野兽也必与你和好。
24εἶτα γνώσῃ ὅτι εἰρηνεύσει σου ὁ οἶκος, ἡ δὲ δίαιτα τῆς σκηνῆς σου οὐ μὴ ἁμάρτῃ.
24你必知道你帐棚平安, 要查看你的羊圈,一无所失;
25γνώσῃ δὲ ὅτι πολὺ τὸ σπέρμα σου, τὰ δὲ τέκνα σου ἔσται ὥσπερ τὸ παμβότανον τοῦ ἀγροῦ.
25也必知道你的后裔将来发达, 你的子孙像地上的青草。
26ἐλεύσῃ δὲ ἐν τάφῳ ὥσπερ σῖτος ὥριμος κατὰ καιρὸν θεριζόμενος ἢ ὥσπερ θιμωνία ἅλωνος καθ᾿ ὥραν συγκομισθεῖσα.
26你必寿高年迈才归坟墓, 好像禾捆到时收藏。
27ἰδοὺ ταῦτα οὕτως ἐξιχνιάσαμεν, ταῦτά ἐστιν ἃ ἀκηκόαμεν· σὺ δὲ γνῶθι σεαυτῶ εἴ τι ἔπραξας.
27这理,我们已经考察,本是如此。 你须要听,要知道是与自己有益。

Tip: use the ← and → keys to turn chapters.