ΓΕΝΕΣΙΣ
Chapter 41
Septuagint (Greek Old Te…
vs Chinese Union Vers…
Aa
Text size
Line width
Verse numbers

ΓΕΝΕΣΙΣ 41

Septuagint (Greek Old Testament), second edition
Chinese Union Version, punctuated (Simplified)
1ΕΓΕΝΕΤΟ δὲ μετὰ δύο ἔτη ἡμερῶν, Φαραὼ εἶδεν ἐνύπνιον· ᾤετο ἑστάναι ἐπὶ τοῦ ποταμοῦ,
1过了两年,法老做梦,梦见自己站在河边,
2καὶ ἰδοὺ ὥσπερ ἐκ τοῦ ποταμοῦ ἀνέβαινον ἑπτὰ βόες καλαὶ τῷ εἴδει καὶ ἐκλεκταὶ ταῖς σαρξὶ καὶ ἐβόσκοντο ἐν τῷ Ἄχει.
2有七只母牛从河里上来,又美好又肥壮,在芦荻中吃 草 。
3ἄλλαι δὲ ἑπτὰ βόες ἀνέβαινον μετὰ ταύτας ἐκ τοῦ ποταμοῦ αἰσχραὶ τῷ εἴδει καὶ λεπταὶ ταῖς σαρξὶ καὶ ἐνέμοντο παρὰ τὰς βόας ἐπὶ τὸ χεῖλος τοῦ ποταμοῦ·
3随后又有七只母牛从河里上来,又丑陋又干瘦,与那七只母牛一同站在河边。
4καὶ κατέφαγον αἱ ἑπτὰ βόες αἱ αἰσχραὶ καὶ λεπταὶ ταῖς σαρξὶ τὰς ἑπτὰ βόας τὰς καλὰς τῷ εἴδει καὶ τὰς ἐκλεκτὰς ταῖς σαρξί. ἠγέρθη δὲ Φαραώ.
4这又丑陋又干瘦的七只母牛吃尽了那又美好又肥壮的七只母牛。法老就醒了。
5καὶ ἐνυπνιάσθη τὸ δεύτερον, καὶ ἰδοὺ ἑπτὰ στάχυες ἀνέβαινον ἐν τῷ πυθμένι ἑνὶ ἐκλεκτοὶ καὶ καλοί·
5他又睡着,第二回做梦,梦见一棵麦子长了七个穗子,又肥大又佳美,
6καὶ ἰδοὺ ἑπτὰ στάχυες λεπτοὶ καὶ ἀνεμόφθοροι ἀνεφύοντο μετ᾿ αὐτούς·
6随后又长了七个穗子,又细弱又被东风吹焦了。
7καὶ κατέπιον οἱ ἑπτὰ στάχυες οἱ λεπτοὶ καὶ ἀνεμόφθοροι τοὺς ἑπτὰ στάχυας τοὺς ἐκλεκτοὺς καὶ τοὺς πλήρεις. ἠγέρθη δὲ Φαραώ, καὶ ἦν ἐνύπνιον.
7这细弱的穗子吞了那七个又肥大又饱满的穗子。法老醒了,不料是个梦。
8Ἐγένετο δὲ πρωΐ καὶ ἐταράχθη ἡ ψυχὴ αὐτοῦ, καὶ ἀποστείλας ἐκάλεσε πάντας τοὺς ἐξηγητὰς Αἰγύπτου καὶ πάντας τοὺς σοφοὺς αὐτῆς, καὶ διηγήσατο αὐτοῖς Φαραὼ τὸ ἐνύπνιον αὐτοῦ, καὶ οὐκ ἦν ὁ ἀπαγγέλλων αὐτὸ τῷ Φαραώ.
8到了早晨,法老心里不安,就差人召了 埃及 所有的术士和博士来;法老就把所做的梦告诉他们,却没有人能给法老圆解。
9καὶ ἐλάλησεν ὁ ἀρχιοινοχόος πρὸς Φαραὼ λέγων· τὴν ἁμαρτίαν μου ἀναμιμνήσκω σήμερον.
9那时酒政对法老说:「我今日想起我的罪来。
10Φαραὼ ὠργίσθη τοῖς παισὶν αὐτοῦ καὶ ἔθετο ἡμᾶς ἐν φυλακῇ ἐν τῷ οἴκῳ τοῦ ἀρχιμαγείρου, ἐμέ τε καὶ τὸν ἀρχισιτοποιόν.
10从前法老恼怒臣仆,把我和膳长下在护卫长府内的监里。
11καὶ εἴδομεν ἐνύπνιον ἀμφότεροι ἐν νυκτὶ μιᾷ ἐγὼ καὶ αὐτός, ἕκαστος κατὰ τὸ αὐτοῦ ἐνύπνιον εἴδομεν.
11我们二人同夜各做一梦,各梦都有讲解。
12ἦν δὲ ἐκεῖ μεθ᾿ ἡμῶν νεανίσκος παῖς Ἑβραῖος τοῦ ἀρχιμαγείρου, καὶ διηγησάμεθα αὐτῷ, καὶ συνέκρινεν ἡμῖν.
12在那里同着我们有一个 希伯来 的少年人,是护卫长的仆人,我们告诉他,他就把我们的梦圆解,是按着各人的梦圆解的。
13ἐγενήθη δέ, καθὼς συνέκρινεν ἡμῖν, οὕτω καὶ συνέβη, ἐμέ τε ἀποκατασταθῆναι ἐπὶ τὴν ἀρχήν μου, ἐκεῖνον δὲ κρεμασθῆναι.
13后来正如他给我们圆解的成就了:我官复原职,膳长被挂起来了。」
14Ἀποστείλας δὲ Φαραὼ ἐκάλεσε τὸν Ἰωσήφ, καὶ ἐξήγαγον αὐτὸν ἀπὸ τοῦ ὀχυρώματος καὶ ἐξύρησαν αὐτὸν καὶ ἤλλαξαν τὴν στολὴν αὐτοῦ, καὶ ἦλθε πρὸς Φαραώ.
14法老遂即差人去召 约瑟 ,他们便急忙带他出监,他就剃头,刮脸,换衣裳,进到法老面前。
15εἶπε δὲ Φαραὼ πρὸς Ἰωσήφ· ἐνύπνιον ἑώρακα, καὶ ὁ συγκρίνων οὐκ ἔστιν αὐτό· ἐγὼ δὲ ἀκήκοα περὶ σοῦ λεγόντων, ἀκούσαντά σε ἐνύπνια συγκρῖναι αὐτά.
15法老对 约瑟 说:「我做了一梦,没有人能解;我听见人说,你听了梦就能解。」
16ἀποκριθεὶς δὲ Ἰωσὴφ τῷ Φαραὼ εἶπεν· ἄνευ τοῦ Θεοῦ οὐκ ἀποκριθήσεται τὸ σωτήριον Φαραώ.
16约瑟 回答法老说:「这不在乎我, 神必将平安的话回答法老。」
17ἐλάλησε δὲ Φαραὼ τῷ Ἰωσὴφ λέγων· ἐν τῷ ὕπνῳ μου ᾤμην ἑστάναι παρὰ τὸ χεῖλος τοῦ ποταμοῦ,
17法老对 约瑟 说:「我梦见我站在河边,
18καὶ ὥσπερ ἐκ τοῦ ποταμοῦ ἀνέβαινον ἑπτὰ βόες καλαὶ τῷ εἴδει καὶ ἐκλεκταὶ ταῖς σαρξί, καὶ ἐνέμοντο ἐν τῷ Ἄχει.
18有七只母牛从河里上来,又肥壮又美好,在芦荻中吃草。
19καὶ ἰδοὺ ἑπτὰ βόες ἕτεραι ἀνέβαινον ὀπίσω αὐτῶν ἐκ τοῦ ποταμοῦ πονηραὶ καὶ αἰσχραὶ τῷ εἴδει καὶ λεπταὶ ταῖς σαρξίν, οἵας οὐκ εἶδον τοιαύτας ἐν ὅλῃ γῇ Αἰγύπτου αἰσχροτέρας·
19随后又有七只母牛上来,又软弱又丑陋又干瘦,在 埃及 遍地,我没有见过这样不好的。
20καὶ κατέφαγον αἱ ἑπτὰ βόες αἱ αἰσχραὶ καὶ λεπταὶ τὰς ἑπτὰ βόας τὰς πρώτας τὰς καλὰς καὶ τὰς ἐκλεκτάς,
20这又干瘦又丑陋的母牛吃尽了那以先的七只肥母牛,
21καὶ εἰσῆλθον εἰς τὰς κοιλίας αὐτῶν καὶ οὐ διάδηλοι ἐγένοντο, ὅτι εἰσῆλθον εἰς τὰς κοιλίας αὐτῶν, καὶ αἱ ὄψεις αὐτῶν αἰσχραί, καθὰ καὶ τὴν ἀρχήν· ἐξεγερθεὶς δὲ ἐκοιμήθην
21吃了以后却看不出是吃了,那丑陋的样子仍旧和先前一样。我就醒了。
22καὶ εἶδον πάλιν ἐν τῷ ὕπνῳ μου, καὶ ὥσπερ ἑπτὰ στάχυες ἀνέβαινον ἐν πυθμένι ἑνὶ πλήρεις καὶ καλοί·
22我又梦见一棵麦子,长了七个穗子,又饱满又佳美,
23ἄλλοι δὲ ἑπτὰ στάχυες λεπτοὶ καὶ ἀνεμόφθοροι ἀνεφύοντο ἐχόμενοι αὐτῶν.
23随后又长了七个穗子,枯槁细弱,被东风吹焦了。
24καὶ κατέπιον οἱ ἑπτὰ στάχυες οἱ λεπτοὶ καὶ ἀνεμόφθοροι τοὺς ἑπτὰ στάχυας τοὺς καλοὺς καὶ τοὺς πλήρεις. εἶπα οὖν τοῖς ἐξηγηταῖς, καὶ οὐκ ἦν ὁ ἀπαγγέλλων μοι αὐτό.
24这些细弱的穗子吞了那七个佳美的穗子。我将这梦告诉了术士,却没有人能给我解说。」
25Καὶ εἶπεν Ἰωσὴφ τῷ Φαραώ· τὸ ἐνύπνιον Φαραὼ ἕν ἐστιν· ὅσα ὁ Θεὸς ποιεῖ, ἔδειξε τῷ Φαραώ.
25约瑟 对法老说:「法老的梦乃是一个。 神已将所要做的事指示法老了。
26αἱ ἑπτὰ βόες αἱ καλαὶ ἑπτὰ ἔτη ἐστί, καὶ οἱ ἑπτὰ στάχυες οἱ καλοὶ ἑπτὰ ἔτη ἐστί· τὸ ἐνύπνιον Φαραὼ ἕν ἐστι,
26七只好母牛是七年,七个好穗子也是七年;这梦乃是一个。
27καὶ αἱ ἑπτὰ βόες αἱ λεπταὶ αἱ ἀναβαίνουσαι ὀπίσω αὐτῶν ἑπτὰ ἔτη ἐστί, καὶ οἱ ἑπτὰ στάχυες οἱ λεπτοὶ καὶ ἀνεμόφθοροι ἔσονται ἑπτὰ ἔτη λιμοῦ.
27那随后上来的七只又干瘦又丑陋的母牛是七年,那七个虚空、被东风吹焦的穗子也是七年,都是七个荒年。
28τὸ δὲ ρῆμα, ὃ εἴρηκα Φαραώ, ὅσα ὁ Θεὸς ποιεῖ, ἔδειξε τῷ Φαραώ,
28这就是我对法老所说, 神已将所要做的事显明给法老了。
29ἰδοὺ ἑπτὰ ἔτη ἔρχεται εὐθηνία πολλὴ ἐν πάσῃ γῇ Αἰγύπτου·
29埃及 遍地必来七个大丰年,
30ἥξει δὲ ἑπτὰ ἔτη λιμοῦ μετὰ ταῦτα, καὶ ἐπιλήσονται τῆς πλησμονῆς τῆς ἐσομένης ἐν ὅλῃ Αἰγύπτῳ, καὶ ἀναλώσει ὁ λιμὸς τὴν γῆν,
30随后又要来七个荒年,甚至在 埃及 地都忘了先前的丰收,全地必被饥荒所灭。
31καὶ οὐκ ἐπιγνωσθήσεται ἡ εὐθηνία ἐπὶ τῆς γῆς ἀπὸ τοῦ λιμοῦ τοῦ ἐσομένου μετὰ ταῦτα· ἰσχυρὸς γὰρ ἔσται σφόδρα.
31因那以后的饥荒甚大,便不觉得先前的丰收了。
32περὶ δὲ τοῦ δευτερῶσαι τὸ ἐνύπνιον Φαραὼ δίς, ὅτι ἀληθὲς ἔσται τὸ ρῆμα τὸ παρὰ τοῦ Θεοῦ, καὶ ταχυνεῖ ὁ Θεὸς τοῦ ποιῆσαι αὐτό.
32至于法老两回做梦,是因 神命定这事,而且必速速成就。
33νῦν οὖν σκέψαι ἄνθρωπον φρόνιμον καὶ συνετὸν καὶ κατάστησον αὐτὸν ἐπὶ γῆς Αἰγύπτου·
33所以,法老当拣选一个有聪明有智慧的人,派他治理 埃及 地。
34καὶ ποιησάτω Φαραὼ καὶ καταστησάτω τοπάρχας ἐπὶ τῆς γῆς, καὶ ἀποπεμπτωσάτωσαν πάντα τὰ γεννήματα τῆς γῆς Αἰγύπτου τῶν ἑπτὰ ἐτῶν τῆς εὐθηνίας
34法老当这样行,又派官员管理这地。当七个丰年的时候,征收 埃及 地的五分之一,
35καὶ συναγαγέτωσαν πάντα τὰ βρώματα τῶν ἑπτὰ ἐτῶν τῶν ἐρχομένων τῶν καλῶν τούτων, καὶ συναχθήτω ὁ σῖτος ὑπὸ χεῖρα Φαραώ, βρώματα ἐν ταῖς πόλεσι φυλαχθήτω·
35叫他们把将来丰年一切的粮食聚敛起来,积蓄五谷,收存在各城里做食物,归于法老的手下。
36καὶ ἔσται τὰ βρώματα τὰ πεφυλαγμένα τῇ γῇ εἰς τὰ ἑπτὰ ἔτη τοῦ λιμοῦ, ἃ ἔσονται ἐν γῇ Αἰγύπτου, καὶ οὐκ ἐκτριβήσεται ἡ γῇ ἐν τῷ λιμῷ.
36所积蓄的粮食可以防备 埃及 地将来的七个荒年,免得这地被饥荒所灭。」
37Ἤρεσε δὲ τὸ ρῆμα ἐναντίον Φαραὼ καὶ ἐναντίον πάντων τῶν παίδων αὐτοῦ,
37法老和他一切臣仆都以这事为妙。
38καὶ εἶπε Φαραὼ πᾶσι τοῖς παισὶν αὐτοῦ· μὴ εὑρήσομεν ἄνθρωπον τοιοῦτον, ὃς ἔχει πνεῦμα Θεοῦ ἐν αὐτῷ;
38法老对臣仆说:「像这样的人,有 神的灵在他里头,我们岂能找得着呢?」
39εἶπε δὲ Φαραὼ τῷ Ἰωσήφ· ἐπειδὴ ἔδειξεν ὁ Θεός σοι πάντα ταῦτα, οὐκ ἔστιν ἄνθρωπος φρονιμώτερος καὶ συνετώτερός σου·
39法老对 约瑟 说:「 神既将这事都指示你,可见没有人像你这样有聪明有智慧。
40σὺ ἔσῃ ἐπὶ τῷ οἴκῳ μου, καὶ ἐπὶ τῷ στόματί σου ὑπακούσεται πᾶς ὁ λαός μου· πλὴν τὸν θρόνον ὑπερέξω σου ἐγώ.
40你可以掌管我的家;我的民都必听从你的话。惟独在宝座上我比你大。」
41εἶπε δὲ Φαραὼ τῷ Ἰωσήφ· ἰδοὺ καθίστημί σε σήμερον ἐπὶ πάσης γῆς Αἰγύπτου.
41法老又对 约瑟 说:「我派你治理 埃及 全地。」
42καὶ περιελόμενος Φαραὼ τὸν δακτύλιον ἀπὸ τῆς χειρὸς αὐτοῦ, περιέθηκεν αὐτὸν ἐπί τὴν χεῖρα Ἰωσὴφ καὶ ἐνέδυσεν αὐτὸν στολὴν βυσσίνην καὶ περιέθηκε κλοιὸν χρυσοῦν περὶ τὸν τράχηλον αὐτοῦ·
42法老就摘下手上打印的戒指,戴在 约瑟 的手上,给他穿上细麻衣,把金链戴在他的颈项上,
43καὶ ἀνεβίβασεν αὐτὸν ἐπὶ τὸ ἅρμα τὸ δεύτερον τῶν αὐτοῦ, καὶ ἐκήρυξεν ἔμπροσθεν αὐτοῦ κήρυξ· καὶ κατέστησεν αὐτὸν ἐφ᾿ ὅλης γῆς Αἰγύπτου.
43又叫 约瑟 坐他的副车,喝道的在前呼叫说:「跪下。」这样,法老派他治理 埃及 全地。
44εἶπε δὲ Φαραὼ τῷ Ἰωσήφ· ἐγὼ Φαραώ, ἄνευ σοῦ οὐκ ἐξαρεῖ οὐδεὶς τὴν χεῖρα αὐτοῦ ἐπὶ πάσης γῆς Αἰγύπτου.
44法老对 约瑟 说:「我是法老,在 埃及 全地,若没有你的命令,不许人擅自办事。」
45καὶ ἐκάλεσε Φαραὼ τὸ ὄνομα Ἰωσήφ, Ψονθομφανήχ· καὶ ἔδωκεν αὐτῷ τὴν Ἀσεννὲθ θυγατέρα Πετεφρῆ ἱερέως Ἡλιουπόλεως αὐτῷ εἰς γυναῖκα.
45法老赐名给 约瑟 ,叫 撒发那忒·巴内亚 ,又将 安 城的祭司 波提非拉 的女儿 亚西纳 给他为妻。 约瑟 就出去巡行 埃及 地。
46Ἰωσὴφ δὲ ἦν ἐτῶν τριάκοντα, ὅτε ἔστη ἐναντίον Φαραὼ βασιλέως Αἰγύπτου. Ἐξῆλθε δὲ Ἰωσὴφ ἀπὸ προσώπου Φαραώ, καὶ διῆλθε πᾶσαν γῆν Αἰγύπτου.
46约瑟 见 埃及 王法老的时候年三十岁。他从法老面前出去,遍行 埃及 全地。
47καὶ ἐποίησεν ἡ γῆ ἐν τοῖς ἑπτὰ ἔτεσι τῆς εὐθηνίας δράγματα·
47七个丰年之内,地的出产极丰极盛,
48καὶ συνήγαγε πάντα τὰ βρώματα τῶν ἑπτὰ ἐτῶν, ἐν οἷς ἦν ἡ εὐθυνία ἐν τῇ γῇ Αἰγύπτου, καὶ ἔθηκε τὰ βρώματα ἐν ταῖς πόλεσι, βρώματα τῶν πεδίων τῆς πόλεως τῶν κύκλῳ αὐτῆς ἔθηκεν ἐν αὐτῇ.
48约瑟 聚敛 埃及 地七个丰年一切的粮食,把粮食积存在各城里;各城周围田地的粮食都积存在本城里。
49καὶ συνήγαγεν Ἰωσὴφ σῖτον ὡσεὶ τὴν ἄμμον τῆς θαλάσσης πολὺν σφόδρα, ἕως οὐκ ἠδύνατο ἀριθμηθῆναι, οὐ γὰρ ἦν ἀριθμός.
49约瑟 积蓄五谷甚多,如同海边的沙,无法计算,因为谷不可胜数。
50Τῷ δὲ Ἰωσὴφ ἐγένοντο υἱοὶ δύο πρὸ τοῦ ἐλθεῖν τὰ ἑπτὰ ἔτη τοῦ λιμοῦ, οὓς ἔτεκεν αὐτῷ Ἀσεννὲθ ἡ θυγάτηρ Πετεφρῆ ἱερέως Ἡλιουπόλεως.
50荒年未到以前, 安 城的祭司 波提非拉 的女儿 亚西纳 给 约瑟 生了两个儿子。
51ἐκάλεσε δὲ Ἰωσὴφ τὸ ὄνομα τοῦ πρωτοτόκου Μανασσῆ, ὅτι ἐπιλαθέσθαι με ἐποίησεν ὁ Θεὸς πάντων τῶν πόνων μου καὶ πάντων τῶν τοῦ πατρός μου.
51约瑟 给长子起名叫 玛拿西 ,因为 他说 :「 神使我忘了一切的困苦和我父的全家。」
52τὸ δὲ ὄνομα τοῦ δευτέρου ἐκάλεσεν Ἐφραΐμ, ὅτι ηὔξησέ με ὁ Θεὸς ἐν γῇ ταπεινώσεώς μου.
52他给次子起名叫 以法莲 ,因为 他说 :「 神使我在受苦的地方昌盛。」
53Παρῆλθε δὲ τὰ ἑπτὰ ἔτη τῆς εὐθηνίας, ἃ ἐγένοντο ἐν τῇ γῇ Αἰγύπτου,
53埃及 地的七个丰年一完,
54καὶ ἤρξατο τὰ ἑπτὰ ἔτη τοῦ λιμοῦ ἔρχεσθαι, καθὰ εἶπεν Ἰωσήφ. καὶ ἐγένετο λιμὸς ἐν πάσῃ τῇ γῇ, ἐν δὲ πάσῃ τῇ γῇ Αἰγύπτου ἦσαν ἄρτοι.
54七个荒年就来了。正如 约瑟 所说的,各地都有饥荒;惟独 埃及 全地有粮食。
55καὶ ἐπείνασε πᾶσα ἡ γῆ Αἰγύπτου, ἔκραξε δὲ ὁ λαὸς πρὸς Φαραὼ περὶ ἄρτων· εἶπε δὲ Φαραὼ πᾶσι τοῖς Αἰγυπτίοις· πορεύεσθε πρὸς Ἰωσήφ, καὶ ὃ ἐὰν εἴπῃ ὑμῖν, ποιήσατε.
55及至 埃及 全地有了饥荒,众民向法老哀求粮食,法老对他们说:「你们往 约瑟 那里去,凡他所说的,你们都要做。」
56καὶ ὁ λιμὸς ἦν ἐπὶ προσώπου πάσης τῆς γῆς· ἀνέῳξε δὲ Ἰωσὴφ πάντας τοὺς σιτοβολῶνας καὶ ἐπώλει πᾶσι τοῖς Αἰγυπτίοις.
56当时饥荒遍满天下, 约瑟 开了各处的仓,粜粮给 埃及 人;在 埃及 地饥荒甚大。
57καὶ πᾶσαι αἱ χῶραι ἦλθον εἰς Αἴγυπτον ἀγοράζειν πρὸς Ἰωσήφ· ἐπεκράτησε γὰρ ὁ λιμὸς ἐν πάσῃ τῇ γῇ.
57各地的人都往 埃及 去,到 约瑟 那里籴粮,因为天下的饥荒甚大。

Tip: use the ← and → keys to turn chapters.