ΓΕΝΕΣΙΣ
Chapter 47
Septuagint (Greek Old Te…
vs Chinese Union Vers…
Aa
Text size
Line width
Verse numbers

ΓΕΝΕΣΙΣ 47

Septuagint (Greek Old Testament), second edition
Chinese Union Version, punctuated (Simplified)
1ΕΛΘΩΝ δὲ Ἰωσὴφ ἀπήγγειλε τῷ Φαραὼ λέγων· ὁ πατήρ μου καὶ οἱ ἀδελφοί μου καὶ τὰ κτήνη καὶ οἱ βόες αὐτῶν καὶ πάντα τὰ αὐτῶν ἦλθον ἐκ γῆς Χαναὰν καὶ ἰδού εἰσιν ἐν γῇ Γεσέμ.
1约瑟 进去告诉法老说:「我的父亲和我的弟兄带着羊群牛群,并一切所有的,从 迦南 地来了,如今在 歌珊 地。」
2ἀπὸ δὲ τῶν ἀδελφῶν αὐτοῦ παρέλαβε πέντε ἄνδρας καὶ ἔστησεν αὐτοὺς ἐναντίον Φαραώ.
2约瑟 从他弟兄中挑出五个人来,引他们去见法老。
3καὶ εἶπε Φαραὼ τοῖς ἀδελφοῖς Ἰωσήφ· τί τὸ ἔργον ὑμῶν; οἱ δὲ εἶπαν τῷ Φαραώ· ποιμένες προβάτων οἱ παῖδές σου, καὶ ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν.
3法老问 约瑟 的弟兄说:「你们以何事为业?」他们对法老说:「你仆人是牧羊的,连我们的祖宗也是牧羊的。」
4εἶπαν δὲ τῷ Φαραώ· παροικεῖν ἐν τῇ γῇ ἥκαμεν· οὐ γάρ ἐστι νομὴ τοῖς κτήνεσι τῶν παίδων σου, ἐνίσχυσε γὰρ ὁ λιμὸς ἐν γῇ Χαναάν· νῦν οὖν κατοικήσωμεν οἱ παῖδές σου ἐν γῇ Γεσέμ.
4他们又对法老说:「 迦南 地的饥荒甚大,仆人的羊群没有草吃,所以我们来到这地寄居。现在求你容仆人住在 歌珊 地。」
5εἶπε δὲ Φαραὼ τῷ Ἰωσήφ· κατοικείτωσαν ἐν γῇ Γεσέμ· εἰ δὲ ἐπίστῃ ὅτι εἰσὶν ἐν αὐτοῖς ἄνδρες δυνατοί, κατάστησον αὐτοὺς ἄρχοντας τῶν ἐμῶν κτηνῶν. Ἦλθον δὲ εἰς Αἴγυπτον πρὸς Ἰωσὴφ Ἰακὼβ καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ ἤκουσε Φαραὼ βασιλεὺς Αἰγύπτου.
5法老对 约瑟 说:「你父亲和你弟兄到你这里来了,
6καὶ εἶπε Φαραὼ πρὸς Ἰωσὴφ λέγων· ὁ πατήρ σου καὶ οἱ ἀδελφοί σου ἥκασι πρὸς σέ· ἰδοὺ ἡ γῆ Αἰγύπτου ἐναντίον σου ἐστίν· ἐν τῇ βελτίστῃ γῇ κατοίκισον τὸν πατέρα σου καὶ τοὺς ἀδελφούς σου.
6埃及 地都在你面前,只管叫你父亲和你弟兄住在国中最好的地;他们可以住在 歌珊 地。你若知道他们中间有什么能人,就派他们看管我的牲畜。」
7εἰσήγαγε δὲ Ἰωσὴφ Ἰακὼβ τὸν πατέρα αὐτοῦ καὶ ἔστησεν αὐτὸν ἐναντίον Φαραώ, καὶ ηὐλόγησεν Ἰακὼβ τὸν Φαραώ.
7约瑟 领他父亲 雅各 进到法老面前, 雅各 就给法老祝福。
8εἶπε δὲ Φαραὼ τῷ Ἰακώβ· πόσα ἔτη ἡμερῶν τῆς ζωῆς σου;
8法老问 雅各 说:「你平生的年日是多少呢?」
9καὶ εἶπεν Ἰακὼβ τῷ Φαραώ· αἱ ἡμέραι τῶν ἐτῶν τῆς ζωῆς μου, ἃς παροικῶ, ἑκατὸν τριάκοντα ἔτη· μικραὶ καὶ πονηραὶ γεγόνασιν αἱ ἡμέραι τῶν ἐτῶν τῆς ζωῆς μου, οὐκ ἀφίκοντο εἰς τὰς ἡμέρας τῶν ἐτῶν τῆς ζωῆς τῶν πατέρων μου, ἃς ἡμέρας παρῴκησαν.
9雅各 对法老说:「我寄居在世的年日是一百三十岁,我平生的年日又少又苦,不及我列祖在世寄居的年日。」
10καὶ εὐλογήσας Ἰακὼβ τὸν Φαραὼ ἐξῆλθεν ἀπ᾿ αὐτοῦ.
10雅各 又给法老祝福,就从法老面前出去了。
11καὶ κατῴκισεν Ἰωσὴφ τὸν πατέρα αὐτοῦ καὶ τοὺς ἀδελφοὺς αὐτοῦ καὶ ἔδωκεν αὐτοῖς κατάσχεσιν ἐν γῇ Αἰγύπτῳ ἐν τῇ βελτίστῃ γῇ, ἐν γῇ Ραμεσσῆ, καθὰ προσέταξε Φαραώ.
11约瑟 遵着法老的命,把 埃及 国最好的地,就是 兰塞 境内的地,给他父亲和弟兄居住,作为产业。
12καὶ ἐσιτομέτρει Ἰωσὴφ τῷ πατρὶ αὐτοῦ καὶ τοῖς ἀδελφοῖς καὶ παντὶ τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ σῖτον κατὰ σῶμα.
12约瑟 用粮食奉养他父亲和他弟兄,并他父亲全家的眷属,都是照各家的人口奉养他们。
13Σῖτος δὲ οὐκ ἦν ἐν πάσῃ τῇ γῇ· ἐνίσχυσε γὰρ ὁ λιμὸς σφόδρα. ἐξέλιπε δὲ ἡ γῆ Αἰγύπτου καὶ ἡ γῆ Χαναὰν ἀπὸ τοῦ λιμοῦ.
13饥荒甚大,全地都绝了粮,甚至 埃及 地和 迦南 地 的人 因那饥荒的缘故都饿昏了。
14συνήγαγε δὲ Ἰωσὴφ πᾶν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν γῇ Αἰγύπτου καὶ ἐν γῇ Χαναὰν τοῦ σίτου, οὗ ἠγόραζον, καὶ ἐσιτομέτρει αὐτοῖς, καὶ εἰσήνεγκεν Ἰωσὴφ πᾶν τὸ ἀργύριον εἰς τὸν οἶκον Φαραώ.
14约瑟 收聚了 埃及 地和 迦南 地所有的银子,就是众人籴粮的银子, 约瑟 就把那银子带到法老的宫里。
15καὶ ἐξέλιπε πᾶν τὸ ἀργύριον ἐκ γῆς Αἰγύπτου καὶ ἐκ γῆς Χαναάν. ἦλθον δὲ πάντες οἱ Αἰγύπτιοι πρὸς Ἰωσήφ, λέγοντες· δὸς ἡμῖν ἄρτους, καὶ ἱνατί ἀποθνήσκομεν ἐναντίον σου; ἐκλέλοιπε γὰρ τὸ ἀργύριον ἡμῶν.
15埃及 地和 迦南 地的银子都花尽了, 埃及 众人都来见 约瑟 ,说:「我们的银子都用尽了,求你给我们粮食,我们为什么死在你面前呢?」
16εἶπε δὲ αὐτοῖς Ἰωσήφ· φέρετε τὰ κτήνη ὑμῶν, καὶ δώσω ὑμῖν ἄρτους ἀντὶ τῶν κτηνῶν ὑμῶν, εἰ ἐκλέλοιπε τὸ ἀργύριον ὑμῶν.
16约瑟 说:「若是银子用尽了,可以把你们的牲畜给我,我就为你们的牲畜给你们粮食。」
17ἤγαγον δὲ τὰ κτήνη αὐτῶν πρὸς Ἰωσήφ, καὶ ἔδωκεν αὐτοῖς Ἰωσὴφ ἄρτους ἀντὶ τῶν ἵππων καὶ ἀντὶ τῶν προβάτων καὶ ἀντὶ τῶν βοῶν καὶ ἀντὶ τῶν ὄνων καὶ ἐξέθρεψεν αὐτοὺς ἐν ἄρτοις ἀντὶ πάντων τῶν κτηνῶν αὐτῶν ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ.
17于是他们把牲畜赶到 约瑟 那里, 约瑟 就拿粮食换了他们的牛、羊、驴、马;那一年因换他们一切的牲畜,就用粮食养活他们。
18ἐξῆλθε δὲ τὸ ἔτος ἐκεῖνο, καὶ ἦλθον πρὸς αὐτὸν ἐν τῷ ἔτει τῷ δευτέρῳ καὶ εἶπαν αὐτῷ· μή ποτε ἐκτριβῶμεν ἀπὸ τοῦ κυρίου ἡμῶν; εἰ γὰρ ἐκλέλοιπε τὸ ἀργύριον ἡμῶν καὶ τὰ ὑπάρχοντα καὶ τὰ κτήνη πρὸς σὲ τὸν κύριον, καὶ οὐχ ὑπολέλειπται ἡμῖν ἐναντίον τοῦ κυρίου ἡμῶν ἀλλ᾿ ἢ τὸ ἴδιον σῶμα καὶ ἡ γῆ ἡμῶν.
18那一年过去,第二年他们又来见 约瑟 ,说:「我们不瞒我主,我们的银子都花尽了,牲畜也都归了我主。我们在我主眼前,除了我们的身体和田地之外,一无所剩。
19ἵνα οὖν μὴ ἀποθάνωμεν ἐναντίον σου καὶ ἡ γῆ ἐρημωθῇ, κτῆσαι ἡμᾶς καὶ τὴν γῆν ἡμῶν ἀντὶ ἄρτων, καὶ ἐσόμεθα ἡμεῖς καὶ ἡ γῆ ἡμῶν παῖδες τῷ Φαραώ· δὸς σπέρμα, ἵνα σπείρωμεν καὶ ζῶμεν καὶ μὴ ἀποθάνωμεν καὶ ἡ γῆ οὐκ ἐρημωθήσεται.
19你何忍见我们人死地荒呢?求你用粮食买我们和我们的地,我们和我们的地就要给法老效力。又求你给我们种子,使我们得以存活,不至死亡,地土也不至荒凉。」
20καὶ ἐκτήσατο Ἰωσὴφ πᾶσαν τὴν γῆν τῶν Αἰγυπτίων τῷ Φαραώ· ἀπέδοντο γὰρ οἱ Αἰγύπτιοι τὴν γῆν αὐτῶν τῷ Φαραώ, ἐπεκράτησε γὰρ αὐτῶν ὁ λιμός· καὶ ἐγένετο ἡ γῇ τῷ Φαραώ,
20于是, 约瑟 为法老买了 埃及 所有的地, 埃及 人因被饥荒所迫,各都卖了自己的田地;那地就都归了法老。
21καὶ τὸν λαὸν κατεδουλώσατο αὐτῷ εἰς παῖδας ἀπ᾿ ἄκρων ὁρίων Αἰγύπτου ἕως τῶν ἄκρων,
21至于百姓, 约瑟 叫他们,从 埃及 这边直到 埃及 那边,都各归各城。
22χωρὶς τῆς γῆς τῶν ἱερέων μόνον· οὐκ ἐκτήσατο ταύτην Ἰωσήφ, ἐν δόσει γὰρ ἔδωκε δόμα τοῖς ἱερεῦσι Φαραώ, καὶ ἤσθιον τὴν δόσιν, ἣν ἔδωκεν αὐτοῖς Φαραώ· διὰ τοῦτο οὐκ ἀπέδοντο τὴν γῆν αὐτῶν.
22惟有祭司的地, 约瑟 没有买,因为祭司有从法老所得的常俸。他们吃法老所给的常俸,所以他们不卖自己的地。
23εἶπε δὲ Ἰωσὴφ πᾶσι τοῖς Αἰγυπτίοις· ἰδοὺ κέκτημαι ὑμᾶς καὶ τὴν γῆν ὑμῶν σήμερον τῷ Φαραώ· λάβετε ἑαυτοῖς σπέρμα καὶ σπείρατε τὴν γῆν,
23约瑟 对百姓说:「我今日为法老买了你们和你们的地,看哪,这里有种子给你们,你们可以种地。
24καὶ ἔσται τὰ γεννήματα αὐτῆς καὶ δώσετε τὸ πέμπτον μέρος τῷ Φαραώ, τὰ δὲ τέσσαρα μέρη ἔσται ὑμῖν αὐτοῖς εἰς σπέρμα τῇ γῇ καὶ εἰς βρῶσιν ὑμῖν καὶ πᾶσι τοῖς ἐν τοῖς οἴκοις ὑμῶν.
24后来打粮食的时候,你们要把五分之一纳给法老,四分可以归你们做地里的种子,也做你们和你们家口孩童的食物。」
25καὶ εἶπαν· σέσωκας ἡμᾶς, εὕρομεν χάριν ἐναντίον τοῦ κυρίου ἡμῶν καὶ ἐσόμεθα παῖδες τῷ Φαραώ.
25他们说:「你救了我们的性命。但愿我们在我主眼前蒙恩,我们就作法老的仆人。」
26καὶ ἔθετο αὐτοῖς Ἰωσὴφ εἰς πρόσταγμα ἕως τῆς ἡμέρας ταύτης, ἐπὶ γῆς Αἰγύπτου τῷ Φαραὼ ἀποπεμπτοῦν, χωρὶς τῆς γῆς τῶν ἱερέων μόνον· οὐκ ἦν τῷ Φαραώ.
26于是 约瑟 为 埃及 地定下常例,直到今日:法老必得五分之一,惟独祭司的地不归法老。
27Κατῴκησε δὲ Ἰσραὴλ ἐν γῇ Αἰγύπτῳ ἐπὶ γῆς Γεσὲμ καὶ ἐκληρονόμησαν ἐπ᾿ αὐτῆς καὶ ηὐξήθησαν καὶ ἐπληθύνθησαν σφόδρα.
27以色列 人住在 埃及 的 歌珊 地。他们在那里置了产业,并且生育甚多。
28ἐπέζησε δὲ Ἰακὼβ ἐν γῇ Αἰγύπτῳ δεκαεπτὰ ἔτη· καὶ ἐγένοντο αἱ ἡμέραι Ἰακὼβ ἐνιαυτῶν τῆς ζωῆς αὐτοῦ ἑκατὸν τεσσαρακονταεπτὰ ἔτη.
28雅各 住在 埃及 地十七年, 雅各 平生的年日是一百四十七岁。
29ἤγγισαν δὲ αἱ ἡμέραι Ἰσραὴλ τοῦ ἀποθανεῖν, καὶ ἐκάλεσε τὸν υἱὸν αὐτοῦ Ἰωσὴφ καὶ εἶπεν αὐτῷ· εἰ εὕρηκα χάριν ἐναντίον σου, ὑπόθες τὴν χεῖρά σου ὑπὸ τὸν μηρόν μου καὶ ποιήσεις ἐπ᾿ ἐμὲ ἐλεημοσύνην καὶ ἀλήθειαν τοῦ μή με θάψαι ἐν Αἰγύπτῳ,
29以色列 的死期临近了,他就叫了他儿子 约瑟 来,说:「我若在你眼前蒙恩,请你把手放在我大腿底下,用慈爱和诚实待我,请你不要将我葬在 埃及 。
30ἀλλὰ κοιμηθήσομαι μετὰ τῶν πατέρων μου, καὶ ἀρεῖς με ἐξ Αἰγύπτου καὶ θάψεις με ἐν τῷ τάφῳ αὐτῶν. ὁ δὲ εἶπεν· ἐγὼ ποιήσω κατὰ τὸ ρῆμά σου.
30我与我祖我父同睡的时候,你要将我带出 埃及 ,葬在他们所葬的地方。」 约瑟 说:「我必遵着你的命而行。」
31εἶπε δέ· ὄμοσόν μοι. καὶ ὤμοσεν αὐτῷ. καὶ προσεκύνησεν Ἰσραὴλ ἐπὶ τὸ ἄκρον τῆς ράβδου αὐτοῦ.
31雅各 说:「你要向我起誓。」 约瑟 就向他起了誓,于是 以色列 在床头上敬拜 神 。

Tip: use the ← and → keys to turn chapters.