ΓΕΝΕΣΙΣ 48
Septuagint (Greek Old Testament), second editionOriginal language
Septuagint (Greek Old Testament), second edition
Chinese Union Version, punctuated (Simplified)
1ΕΓΕΝΕΤΟ δὲ μετὰ τὰ ρήματα ταῦτα καὶ ἀπηγγέλη τῷ Ἰωσήφ, ὅτι ὁ πατήρ σου ἐνοχλεῖται. καὶ ἀναλαβὼν τοὺς δύο υἱοὺς αὐτοῦ, τὸν Μανασσῆ καὶ τὸν Ἐφραΐμ, ἦλθε πρὸς Ἰακώβ.
1这事以后,有人告诉 约瑟 说:「你的父亲病了。」他就带着两个儿子 玛拿西 和 以法莲 同去。
2ἀπηγγέλη δὲ τῷ Ἰακὼβ λέγοντες· ἰδοὺ ὁ υἱός σου Ἰωσὴφ ἔρχεται πρὸς σέ. καὶ ἐνισχύσας Ἰσραὴλ ἐκάθησεν ἐπὶ τὴν κλίνην.
2有人告诉 雅各 说:「请看,你儿子 约瑟 到你这里来了。」 以色列 就勉强在床上坐起来。
3καὶ εἶπεν Ἰακὼβ τῷ Ἰωσήφ· ὁ Θεός μου ὤφθη μοι ἐν Λουζᾷ ἐν γῇ Χαναὰν καὶ εὐλόγησέ με
3雅各 对 约瑟 说:「全能的 神曾在 迦南 地的 路斯 向我显现,赐福与我,
4καὶ εἶπέ μοι· ἰδοὺ ἐγὼ αὐξανῶ σε καὶ πληθυνῶ σε καὶ ποιήσω σε εἰς συναγωγὰς ἐθνῶν καὶ δώσω σοι τὴν γῆν ταύτην καὶ τῷ σπέρματί σου μετὰ σὲ εἰς κατάσχεσιν αἰώνιον.
4对我说:『我必使你生养众多,成为多民,又要把这地赐给你的后裔,永远为业。』
5νῦν οὖν οἱ δύο υἱοί σου οἱ γενόμενοί σοι ἐν γῇ Αἰγύπτῳ πρὸ τοῦ με ἐλθεῖν πρὸς σὲ εἰς Αἴγυπτον, ἐμοί εἰσιν, Ἐφραΐμ καὶ Μανασσῆ, ὡς Ρουβὴν καὶ Συμεὼν ἔσονταί μοι·
5我未到 埃及 见你之先,你在 埃及 地所生的 以法莲 和 玛拿西 这两个儿子是我的,正如 吕便 和 西缅 是我的一样。
6τὰ δέ ἔκγονα, ἃ ἐὰν γεννήσῃς μετὰ ταῦτα, ἔσονται ἐπὶ τῷ ὀνόματι τῶν ἀδελφῶν αὐτῶν· κληθήσονται ἐπὶ τοῖς ἐκείνων κλήροις.
6你在他们以后所生的就是你的,他们可以归于他们弟兄的名下得产业。
7ἐγὼ δὲ ἡνίκα ἠρχόμην ἐκ Μεσοποταμίας τῆς Συρίας, ἀπέθανε Ραχὴλ ἡ μήτηρ σου ἐν γῇ Χαναάν, ἐγγίζοντός μου κατὰ τὸν ἱππόδρομον Χαβραθὰ τῆς γῆς τοῦ ἐλθεῖν Ἐφραθά, καὶ κατώρυξα αὐτὴν ἐν τῇ ὁδῷ τοῦ ἱπποδρόμου (αὕτη ἐστὶ Βηθλεέμ).
7至于我,我从 巴旦 来的时候, 拉结 死在我眼前,在 迦南 地的路上,离 以法他 还有一段路程,我就把她葬在 以法他 的路上( 以法他 就是 伯利恒 )。」
8ἰδὼν δὲ Ἰσραὴλ τοὺς υἱοὺς Ἰωσὴφ εἶπε· τίνες σοι οὗτοι;
8以色列 看见 约瑟 的两个儿子,就说:「这是谁?」
9εἶπε δὲ Ἰωσὴφ τῷ πατρὶ αὐτοῦ· υἱοί μου εἰσιν, οὓς ἔδωκέ μοι ὁ Θεὸς ἐνταῦθα. καὶ εἶπεν Ἰακώβ· προσάγαγέ μοι αὐτούς, ἵνα εὐλογήσω αὐτούς.
9约瑟 对他父亲说:「这是 神在这里赐给我的儿子。」 以色列 说:「请你领他们到我跟前,我要给他们祝福。」
10οἱ ὀφθαλμοὶ δὲ Ἰσραὴλ ἐβαρυώπησαν ἀπὸ τοῦ γήρως, καὶ οὐκ ἠδύνατο βλέπειν· καὶ ἤγγισεν αὐτοὺς πρὸς αὐτόν, καὶ ἐφίλησεν αὐτοὺς καὶ περιέλαβεν αὐτούς.
10以色列 年纪老迈,眼睛昏花,不能看见。 约瑟 领他们到他跟前,他就和他们亲嘴,抱着他们。
11καὶ εἶπεν Ἰσραὴλ πρὸς Ἰωσήφ· ἰδοὺ τοῦ προσώπου σου οὐκ ἐστερήθην, καὶ ἰδοὺ ἔδειξέ μοι ὁ Θεὸς καὶ τὸ σπέρμα σου.
11以色列 对 约瑟 说:「我想不到得见你的面,不料, 神又使我得见你的儿子。」
12καὶ ἐξήγαγε αὐτοὺς Ἰωσὴφ ἀπὸ τῶν γονάτων αὐτοῦ, καὶ προσεκύνησαν αὐτῷ ἐπὶ πρόσωπον ἐπὶ τῆς γῆς.
12约瑟 把两个儿子从 以色列 两膝中领出来,自己就脸伏于地下拜。
13λαβὼν δὲ Ἰωσὴφ τοὺς δύο υἱοὺς αὐτοῦ, τόν τε Ἐφραΐμ ἐν τῇ δεξιᾷ, ἐξ ἀριστερῶν δὲ Ἰσραήλ, τὸν δὲ Μανασσῆ ἐξ ἀριστερῶν, ἐκ δεξιῶν δὲ Ἰσραήλ, ἤγγισεν αὐτοὺς αὐτῷ.
13随后, 约瑟 又拉着他们两个, 以法莲 在他的右手里,对着 以色列 的左手, 玛拿西 在他的左手里,对着 以色列 的右手,领他们到 以色列 的跟前。
14ἐκτείνας δὲ Ἰσραὴλ τὴν χεῖρα τὴν δεξιὰν ἐπέβαλεν ἐπὶ τὴν κεφαλὴν Ἐφραΐμ, οὗτος δὲ ἦν ὁ νεώτερος, καὶ τὴν ἀριστερὰν ἐπὶ τὴν κεφαλὴν Μανασσῆ, ἐναλλὰξ τὰς χεῖρας.
14以色列 伸出右手来,按在 以法莲 的头上( 以法莲 乃是次子),又剪搭过左手来,按在 玛拿西 的头上( 玛拿西 原是长子)。
15καὶ εὐλόγησεν αὐτοὺς καὶ εἶπεν· ὁ Θεός, ᾧ εὐηρέστησαν οἱ πατέρες μου ἐνώπιον αὐτοῦ, Ἁβραὰμ καὶ Ἰσαάκ, ὁ Θεὸς ὁ τρέφων με ἐκ νεότητος ἕως τῆς ἡμέρας ταύτης,
15他就给 约瑟 祝福说:「愿我祖 亚伯拉罕 和我父 以撒 所事奉的 神,就是一生牧养我直到今日的 神,
16ὁ ἄγγελος ὁ ρυόμενός με ἐκ πάντων τῶν κακῶν εὐλογήσαι τὰ παιδία ταῦτα, καὶ ἐπικληθήσεται ἐν αὐτοῖς τὸ ὄνομά μου καὶ τὸ ὄνομα τῶν πατέρων μου Ἁβραὰμ καὶ Ἰσαάκ, καὶ πληθυνθείησαν εἰς πλῆθος πολὺ ἐπὶ τῆς γῆς.
16救赎我脱离一切患难的那使者,赐福与这两个童子。愿他们归在我的名下和我祖 亚伯拉罕 、我父 以撒 的名下。又愿他们在世界中生养众多。」
17ἰδὼν δὲ Ἰωσὴφ ὅτι ἐπέβαλεν ὁ πατὴρ αὐτοῦ τὴν χεῖρα τὴν δεξιὰν αὐτοῦ ἐπὶ τὴν κεφαλὴν Ἐφραΐμ, βαρὺ αὐτῷ κατεφάνη, καὶ ἀντελάβετο Ἰωσὴφ τῆς χειρὸς τοῦ πατρὸς αὐτοῦ ἀφελεῖν αὐτὴν ἀπὸ τῆς κεφαλῆς Ἐφραΐμ ἐπὶ τὴν κεφαλὴν Μανασσῆ.
17约瑟 见他父亲把右手按在 以法莲 的头上,就不喜悦,便提起他父亲的手,要从 以法莲 头上挪到 玛拿西 的头上。
18εἶπε δὲ Ἰωσὴφ τῷ πατρὶ αὐτοῦ· οὐχ οὕτως, πάτερ, οὗτος γὰρ ὁ πρωτότοκος· ἐπίθες τὴν δεξιάν σου ἐπὶ τὴν κεφαλὴν αὐτοῦ.
18约瑟 对他父亲说:「我父,不是这样。这本是长子,求你把右手按在他的头上。」
19καὶ οὐκ ἠθέλησεν, ἀλλὰ εἶπεν· οἶδα, τέκνον, οἶδα· καὶ οὗτος ἔσται εἰς λαόν, καὶ οὗτος ὑψωθήσεται· ἀλλὰ ὁ ἀδελφὸς αὐτοῦ ὁ νεώτερος μείζων αὐτοῦ ἔσται, καὶ τὸ σπέρμα αὐτοῦ ἔσται εἰς πλῆθος ἐθνῶν.
19他父亲不从,说:「我知道,我儿,我知道。他也必成为一族,也必昌大。只是他的兄弟将来比他还大;他兄弟的后裔要成为多族。」
20καὶ εὐλόγησεν αὐτοὺς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων· ἐν ὑμῖν εὐλογηθήσεται Ἰσραὴλ λέγοντες· ποιήσαι σε ὁ Θεὸς ὡς Ἐφραΐμ καὶ ὡς Μανασσῆ. καὶ ἔθηκε τὸν Ἐφραΐμ ἔμπροσθεν τοῦ Μανασσῆ.
20当日就给他们祝福说:「 以色列 人要指着你们祝福说:『愿 神使你如 以法莲 、 玛拿西 一样。』」于是立 以法莲 在 玛拿西 以上。
21εἶπε δὲ Ἰσραὴλ τῷ Ἰωσήφ· ἰδοὺ ἐγὼ ἀποθνήσκω, καὶ ἔσται ὁ Θεὸς μεθ᾿ ὑμῶν καὶ ἀποστρέψει ὑμᾶς εἰς τὴν γῆν τῶν πατέρων ὑμῶν·
21以色列 又对 约瑟 说:「我要死了,但 神必与你们同在,领你们回到你们列祖之地。
22ἐγὼ δὲ δίδωμί σοι Σίκιμα ἐξαίρετον ὑπὲρ τοὺς ἀδελφούς σου, ἣν ἔλαβον ἐκ χειρὸς Ἀμορραίων ἐν μαχαίρᾳ μου καὶ τόξῳ.
22并且我从前用弓用刀从 亚摩利 人手下夺的那块地,我都赐给你,使你比众弟兄多得一分。」
Tip: use the ← and → keys to turn chapters.