ΙΕΖΕΚΙΗΛ 25
Septuagint (Greek Old Testament), second editionOriginal language
Septuagint (Greek Old Testament), second edition
Chinese Union Version, punctuated (Simplified)
1ΚΑΙ ἐγένετο λόγος Κυρίου πρός με λέγων·
1耶和华的话临到我说:
2υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ τοὺς υἱοὺς Ἀμμὼν καὶ προφήτευσον ἐπ' αὐτοὺς
2「人子啊,你要面向 亚扪 人说预言,攻击他们,
3καὶ ἐρεῖς τοῖς υἱοῖς Ἀμμών· ἀκούσατε λόγον Κυρίου· τάδε λέγει Κύριος· ἀνθ' ὧν ἐπεχάρητε ἐπὶ τὰ ἅγιά μου, ὅτι ἐβεβηλώθη, καὶ ἐπὶ τὴν γῆν τοῦ Ἰσραήλ, ὅτι ἠφανίσθη, καὶ ἐπὶ τὸν οἶκον τοῦ Ἰούδα, ὅτι ἐπορεύθησαν ἐν αἰχμαλωσίᾳ,
3说:你们当听主耶和华的话。主耶和华如此说:我的圣所被亵渎, 以色列 地变荒凉, 犹大 家被掳掠;那时,你便因这些事说:『阿哈!』
4διὰ τοῦτο ἰδοὺ ἐγὼ παραδίδωμι ὑμᾶς τοῖς υἱοῖς Κεδὲμ εἰς κληρονομίαν, καὶ κατασκηνώσουσιν ἐν τῇ ἀπαρτίᾳ αὐτῶν ἐν σοὶ καὶ δώσουσιν ἐν σοὶ τὰ σκηνώματα αὐτῶν· αὐτοὶ φάγονται τοὺς καρπούς σου, καὶ αὐτοὶ πίονται τὴν πιότητά σου.
4所以我必将你的地交给东方人为业;他们必在你的地上安营居住,吃你的果子,喝你的奶。
5καὶ δώσω τὴν πόλιν τοῦ Ἀμμὼν εἰς νομὰς καμήλων καὶ τοὺς υἱοὺς Ἀμμὼν εἰς νομὴν προβάτων· καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος.
5我必使 拉巴 为骆驼场,使 亚扪 人的地为羊群躺卧之处,你们就知道我是耶和华。」
6διότι τάδε λέγει Κύριος· ἀνθ' ὧν ἐκρότησας τὴν χεῖρά σου καὶ ἐψόφησας τῷ ποδί σου καὶ ἐπέχαρας ἐκ ψυχῆς σου ἐπὶ τὴν γῆν τοῦ Ἰσραήλ,
6主耶和华如此说:「因你拍手顿足,以满心的恨恶向 以色列 地欢喜,
7διὰ τοῦτο ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σὲ καὶ δώσω σε εἰς διαρπαγὴν ἐν τοῖς ἔθνεσι καὶ ἐξολοθρεύσω σε ἐκ τῶν λαῶν καὶ ἀπολῶ σε ἐκ τῶν χωρῶν ἀπωλείᾳ· καὶ ἐπιγνώσῃ διότι ἐγὼ Κύριος.
7所以我伸手攻击你,将你交给列国作为掳物。我必从万民中剪除你,使你从万国中败亡。我必除灭你,你就知道我是耶和华。」
8Τάδε λέγει Κύριος· ἀνθ' ὧν εἶπε Μωάβ· ἰδοὺ ὃν τρόπον πάντα τὰ ἔθνη οἶκος Ἰσραὴλ καὶ Ἰούδα,
8主耶和华如此说:「因 摩押 和 西珥 人说:『看哪, 犹大 家与列国无异』,
9διὰ τοῦτο ἰδοὺ ἐγὼ παραλύω τὸν ὦμον Μωὰβ ἀπὸ πόλεων ἀκρωτηρίων αὐτοῦ, ἐκλεκτὴν γῆν, οἶκον Ἀσιμοὺθ ἐπάνω πηγῆς πόλεως παραθαλασσίας.
9所以我要破开 摩押 边界上的城邑,就是 摩押 人看为本国之荣耀的 伯·耶西末 、 巴力·免 、 基列亭 ,
10τοῖς υἱοῖς Κεδὲμ ἐπὶ τοὺς υἱοὺς Ἀμμὼν δέδωκα αὐτοὺς εἰς κληρονομίαν, ὅπως μὴ μνεία γένηται τῶν υἱῶν Ἀμμών·
10好使东方人来攻击 亚扪 人。我必将 亚扪 人之地交给他们为业,使 亚扪 人在列国中不再被记念。
11καὶ εἰς Μωὰβ ποιήσω ἐκδίκησιν, καὶ ἐπιγνώσονται διότι ἐγὼ Κύριος.
11我必向 摩押 施行审判,他们就知道我是耶和华。」
12Τάδε λέγει Κύριος· ἀνθ' ὧν ἐποίησεν ἡ Ἰδουμαία ἐν τῷ ἐκδικῆσαι αὐτοὺς ἐκδίκησιν εἰς τὸν οἶκον Ἰούδα καὶ ἐμνησικάκησαν καὶ ἐξεδίκησαν δίκην,
12主耶和华如此说:「因为 以东 报仇雪恨,攻击 犹大 家,向他们报仇,大大有罪,
13διὰ τοῦτο τάδε λέγει Κύριος· καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ τὴν Ἰδουμαίαν καὶ ἐξολοθρεύσω ἐξ αὐτῆς ἄνθρωπον καὶ κτῆνος καὶ θήσομαι αὐτὴν ἔρημον, καὶ ἐκ Θαιμὰν διωκόμενοι ἐν ρομφαίᾳ πεσοῦνται.
13所以主耶和华如此说:我必伸手攻击 以东 ,剪除人与牲畜,使 以东 从 提幔 起,人必倒在刀下,地要变为荒凉,直到 底但 。
14καὶ δώσω ἐκδίκησίν μου ἐπὶ τὴν Ἰδουμαίαν ἐν χειρὶ λαοῦ μου Ἰσραήλ, καὶ ποιήσουσιν ἐν τῇ Ἰδουμαίᾳ κατὰ τὴν ὀργήν μου καὶ κατὰ τὸν θυμόν μου· καὶ ἐπιγνώσονται τὴν ἐκδίκησίν μου, λέγει Κύριος.
14我必借我民 以色列 的手报复 以东 ; 以色列 民必照我的怒气,按我的忿怒在 以东 施报, 以东 人就知道是我施报。这是主耶和华说的。」
15Διὰ τοῦτο τάδε λέγει Κύριος· ἀνθ' ὧν ἐποίησαν οἱ ἀλλόφυλοι ἐν ἐκδικήσει καὶ ἐξανέστησαν ἐκδίκησιν ἐπιχαίροντες ἐκ ψυχῆς τοῦ ἐξαλεῖψαι ἕως ἑνός,
15主耶和华如此说:「因 非利士 人向 犹大 人报仇,就是以恨恶的心报仇雪恨,永怀仇恨,要毁灭他们,
16διὰ τοῦτο τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐκτείνω τὴν χεῖρά μου ἐπὶ τοὺς ἀλλοφύλους καὶ ἐξολοθρεύσω Κρῆτας καὶ ἀπολῶ τοὺς καταλοίπους τοὺς κατοικοῦντας τὴν παραλίαν·
16所以主耶和华如此说:我必伸手攻击 非利士 人,剪除 基利提 人,灭绝沿海剩下的居民。
17καὶ ποιήσω ἐν αὐτοῖς ἐκδικήσεις μεγάλας, καὶ ἐπιγνώσονται διότι ἐγὼ Κύριος ἐν τῷ δοῦναι τὴν ἐκδίκησίν μου ἐπ' αὐτούς.
17我向他们大施报应,发怒斥责他们。我报复他们的时候,他们就知道我是耶和华。」
Tip: use the ← and → keys to turn chapters.