ΙΕΖΕΚΙΗΛ
Chapter 23
Septuagint (Greek Old Te…
vs Chinese Union Vers…
Aa
Text size
Line width
Verse numbers

ΙΕΖΕΚΙΗΛ 23

Septuagint (Greek Old Testament), second edition
Chinese Union Version, punctuated (Simplified)
1ΚΑΙ ἐγένετο λόγος Κυρίου πρός με λέγων·
1耶和华的话又临到我说:
2υἱὲ ἀνθρώπου, δύο γυναῖκες ἦσαν θυγατέρες μητρὸς μιᾶς
2「人子啊,有两个女子,是一母所生,
3καὶ ἐξεπόρνευσαν ἐν Αἰγύπτῳ ἐν τῇ νεότητι αὐτῶν· ἐκεῖ ἔπεσον οἱ μαστοὶ αὐτῶν, ἐκεῖ διεπαρθενεύθησαν.
3她们在 埃及 行邪淫,在幼年时行邪淫。她们在那里作处女的时候,有人拥抱她们的怀,抚摸她们的乳。
4καὶ τὰ ὀνόματα αὐτῶν ἦν Ὀολὰ ἡ πρεσβυτέρα καὶ Ὀολιβὰ ἡ ἀδελφὴ αὐτῆς. καὶ ἐγένοντό μοι καὶ ἔτεκον υἱοὺς καὶ θυγατέρας, καὶ τὰ ὀνόματα αὐτῶν· Σαμάρεια ἦν Ὀολὰ καὶ Ἱερουσαλὴμ ἦν Ὀολιβά.
4她们的名字,姊姊名叫 阿荷拉 ,妹妹名叫 阿荷利巴 。她们都归于我,生了儿女。论到她们的名字, 阿荷拉 就是 撒马利亚 , 阿荷利巴 就是 耶路撒冷 。
5καὶ ἐξεπόρνευσεν ἡ Ὀολὰ ἀπ' ἐμοῦ καὶ ἐπέθετο ἐπὶ τοὺς ἐραστὰς αὐτῆς, ἐπὶ τοὺς Ἀσσυρίους τοὺς ἐγγίζοντας αὐτῇ,
5「 阿荷拉 归我之后行邪淫,贪恋所爱的人,就是她的邻邦 亚述 人。
6ἐνδεδυκότας ὑακίνθινα, ἡγουμένους καὶ στρατηγούς· νεανίσκοι καὶ ἐπίλεκτοι πάντες, ἱππεῖς ἱππαζόμενοι ἐφ' ἵππων.
6这些人都穿蓝衣,作省长、副省长,都骑着马,是可爱的少年人。
7καὶ ἔδωκε τὴν πορνείαν αὐτῆς ἐπ' αὐτούς· ἐπίλεκτοι υἱοὶ Ἀσσυρίων πάντες, καὶ ἐπὶ πάντας, οὓς ἐπέθετο, ἐν πᾶσι τοῖς ἐνθυμήμασιν αὐτοῖς ἐμιαίνετο.
7阿荷拉 就与 亚述 人中最美的男子放纵淫行,她因所恋爱之人的一切偶像,玷污自己。
8καὶ τὴν πορνείαν αὐτῆς ἐξ Αἰγύπτου οὐκ ἐγκατέλιπεν, ὅτι μετ' αὐτῆς ἐκοιμῶντο ἐν νεότητι αὐτῆς, καὶ αὐτοὶ διεπαρθένευσαν αὐτὴν καὶ ἐξέχεαν τὴν πορνείαν αὐτῶν ἐπ' αὐτήν.
8自从在 埃及 的时候,她就没有离开淫乱,因为她年幼作处女的时候, 埃及 人与她行淫,抚摸她的乳,纵欲与她行淫。
9διὰ τοῦτο παρέδωκα αὐτὴν εἰς χεῖρας τῶν ἐραστῶν αὐτῆς, εἰς χεῖρας υἱῶν Ἀσσυρίων, ἐφ' οὓς ἐπετίθετο.
9因此,我将她交在她所爱的人手中,就是她所恋爱的 亚述 人手中。
10αὐτοὶ ἀπεκάλυψαν τὴν αἰσχύνην αὐτῆς, υἱοὺς καὶ θυγατέρας αὐτῆς ἔλαβον καὶ αὐτὴν ἐν ρομφαίᾳ ἀπέκτειναν. καὶ ἐγένετο λάλημα εἰς γυναῖκας, καὶ ἐποίησαν ἐκδικήσεις ἐν αὐτῇ εἰς τὰς θυγατέρας.
10他们就露了她的下体,掳掠她的儿女,用刀杀了她,使她在妇女中留下臭名,因他们向她施行审判。
11Καὶ εἶδεν ἡ ἀδελφὴ αὐτῆς Ὀολιβὰ καὶ διέφθειρε τὴν ἐπίθεσιν αὐτῆς ὑπὲρ αὐτὴν καὶ τὴν πορνείαν αὐτῆς ὑπὲρ τὴν πορνείαν τῆς ἀδελφῆς αὐτῆς.
11「她妹妹 阿荷利巴 虽然看见了,却还贪恋,比她姊姊更丑;行淫乱比她姊姊更多。
12ἐπὶ τοὺς υἱοὺς τῶν Ἀσσυρίων ἐπέθετο, ἡγουμένους καὶ στρατηγοὺς τοὺς ἐγγὺς αὐτῆς ἐνδεδυκότας εὐπάρυφα, ἱππεῖς ἱππαζομένους ἐφ' ἵππων· νεανίσκοι ἐπίλεκτοι πάντες.
12她贪恋邻邦的 亚述 人,就是穿极华美的衣服,骑着马的省长、副省长,都是可爱的少年人。
13καὶ εἶδον ὅτι μεμίανται· ὁδὸς μία τῶν δύο.
13我看见她被玷污了,她姊妹二人同行一路。
14καὶ προσέθετο πρὸς τὴν πορνείαν αὐτῆς καὶ εἶδεν ἄνδρας ἐζωγραφημένους ἐπὶ τοῦ τοίχου, εἰκόνας Χαλδαίων, ἐζωγραφημένους ἐν γραφίδι,
14阿荷利巴 又加增淫行,因她看见人像画在墙上,就是用丹色所画 迦勒底 人的像,
15ἐζωσμένους ποικίλματα ἐπὶ τὰς ὀσφύας αὐτῶν, καὶ τιάραι βαπταὶ ἐπὶ τῶν κεφαλῶν αὐτῶν, ὄψις τρισσὴ πάντων, ὁμοίωμα υἱῶν Χαλδαίων, γῆς πατρίδος αὐτῶν,
15腰间系着带子,头上有下垂的裹头巾,都是军长的形状,仿照 巴比伦 人的形象;他们的故土就是 迦勒底 。
16καὶ ἐπέθετο ἐπ' αὐτοὺς τῇ ὁράσει ὀφθαλμῶν αὐτῆς καὶ ἐξαπέστειλεν ἀγγέλους πρὸς αὐτοὺς εἰς γῆν Χαλδαίων.
16阿荷利巴 一看见就贪恋他们,打发使者往 迦勒底 去见他们。
17καὶ ἤλθοσαν πρὸς αὐτὴν υἱοὶ Βαβυλῶνος εἰς κοίτην καταλυόντων καὶ ἐμίαινον αὐτὴν ἐν τῇ πορνείᾳ αὐτῆς, καὶ ἐμιάνθη ἐν αὐτοῖς· καὶ ἀπέστη ἡ ψυχὴ αὐτῆς ἀπ' αὐτῶν.
17巴比伦 人就来登她爱情的床,与她行淫玷污她。她被玷污,随后心里与他们生疏。
18καί ἀπεκάλυψε τὴν πορνείαν αὐτῆς καὶ ἀπεκάλυψεν αἰσχύνην αὐτῆς, καὶ ἀπέστη ἡ ψυχή μου ἀπ' αὐτῆς, ὃν τρόπον ἀπέστη ἡ ψυχή μου ἀπὸ τῆς ἀδελφῆς αὐτῆς.
18这样,她显露淫行,又显露下体;我心就与她生疏,像先前与她姊姊生疏一样。
19καὶ ἐπλήθυνας τὴν πορνείαν σου τοῦ ἀναμνῆσαι ἡμέραν νεότητός σου, ἐν αἷς ἐπόρνευσας ἐν Αἰγύπτῳ,
19她还加增她的淫行,追念她幼年在 埃及 地行邪淫的日子,
20καὶ ἐπέθου ἐπὶ τοὺς Χαλδαίους, ὧν ὡς ὄνων αἱ σάρκες αὐτῶν καὶ αἰδοῖα ἵππων τὰ αἰδοῖα αὐτῶν.
20贪恋情人身壮精足,如驴如马。
21καὶ ἐπεσκέψω τὴν ἀνομίαν νεότητός σου, ἃ ἐποίεις ἐν Αἰγύπτῳ ἐν τῷ καταλύματί σου, οὗ οἱ μαστοὶ νεότητός σου.
21这样,你就想起你幼年的淫行。那时, 埃及 人拥抱你的怀,抚摸你的乳。」
22Διὰ τοῦτο Ὀολιβά, τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐξεγείρω τοὺς ἐραστάς σου ἐπὶ σέ, ἀφ' ὧν ἀπέστη ἡ ψυχή σου ἀπ' αὐτῶν, καὶ ἐπάξω αὐτοὺς ἐπὶ σὲ κυκλόθεν,
22阿荷利巴 啊,主耶和华如此说:「我必激动你先爱而后生疏的人来攻击你。我必使他们来,在你四围攻击你。
23υἱοὺς Βαβυλῶνος καὶ πάντας τοὺς Χαλδαίους, Φακοὺδ καὶ Σουὲ καὶ Κουὲ καὶ πάντας υἱοὺς Ἀσσυρίων μετ' αὐτῶν, νεανίσκους ἐπιλέκτους, ἡγεμόνας καὶ στρατηγοὺς πάντας, τρισσοὺς καὶ ὀνομαστοὺς ἱππεύοντας ἐφ' ἵππων·
23所来的就是 巴比伦 人、 迦勒底 的众人、 比割 人、 书亚 人、 哥亚 人,同着他们的还有 亚述 众人,乃是作省长、副省长、作军长有名声的,都骑着马,是可爱的少年人。
24καὶ πάντες ἥξουσιν ἐπὶ σὲ ἀπὸ βορρᾶ, ἅρματα καὶ τροχοὶ μετ' ὄχλου λαῶν, θυρεοὶ καὶ πέλται, καὶ βαλοῦσι φυλακὴν ἐπὶ σὲ κύκλῳ.
24他们必带兵器、战车、辎重车,率领大众来攻击你。他们要拿大小盾牌,顶盔摆阵,在你四围攻击你。我要将审判的事交给他们,他们必按着自己的条例审判你。
25καὶ δώσω πρὸ προσώπου αὐτῶν κρίμα, καὶ ἐκδικήσουσί σε ἐν τοῖς κρίμασιν αὐτῶν. καὶ δώσω τὸν ζῆλόν μου ἐν σοί, καὶ ποιήσουσι μετὰ σοῦ ἐν ὀργῇ θυμοῦ· μυκτῆρά σου καὶ ὦτά σου ἀφελοῦσι καὶ τοὺς καταλοίπους σου ἐν ρομφαίᾳ καταβαλοῦσιν. αὐτοὶ υἱούς σου καὶ θυγατέρας σου λήψονται, καὶ τοὺς καταλοίπους σου πῦρ καταφάγεται.
25我必以忌恨攻击你;他们必以忿怒办你。他们必割去你的鼻子和耳朵;你遗留的人必倒在刀下。他们必掳去你的儿女;你所遗留的必被火焚烧。
26καὶ ἐκδύσουσί σε τὸν ἱματισμόν σου καὶ λήψονται τὰ σκεύη τῆς καυχήσεώς σου.
26他们必剥去你的衣服,夺取你华美的宝器。
27καὶ ἀποστρέψω τὰς ἀσεβείας σου ἐκ σοῦ καὶ τὴν πορνείαν σου ἐκ γῆς Αἰγύπτου, καὶ οὐ μὴ ἄρῃς τοὺς ὀφθαλμούς σου ἐπ' αὐτούς, καὶ Αἰγύπτου οὐ μὴ μνησθῇς οὐκέτι.
27这样,我必使你的淫行和你从 埃及 地 染 来的淫乱止息了,使你不再仰望 亚述 ,也不再追念 埃及 。
28διότι τάδε λέγει Κύριος Κύριος· ἰδοὺ ἐγὼ παραδίδωμί σε εἰς χεῖρας ὧν μισεῖς, ἀφ' ὧν ἀπέστη ἡ ψυχή σου ἀπ' αὐτῶν.
28主耶和华如此说:我必将你交在你所恨恶的人手中,就是你心与他生疏的人手中。
29καί ποιήσουσιν ἐν σοὶ ἐν μίσει καὶ λήψονται πάντας τοὺς πόνους σου καὶ τοὺς μόχθους σου, καὶ ἔσῃ γυμνὴ καὶ αἰσχύνουσα, καὶ ἀποκαλυφθήσεται αἰσχύνη πορνείας σου καὶ ἀσέβειά σου. καὶ ἡ πορνεία σου
29他们必以恨恶办你,夺取你一切劳碌得来的,留下你赤身露体。你淫乱的下体,连你的淫行,带你的淫乱,都被显露。
30ἐποίησε ταῦτά σοι ἐν τῷ ἐκπορνεῦσαί σε ὀπίσω ἐθνῶν καὶ ἐμιαίνου ἐν τοῖς ἐνθυμήμασιν αὐτῶν.
30人必向你行这些事;因为你随从外邦人行邪淫,被他们的偶像玷污了。
31ἐν τῇ ὁδῷ τῆς ἀδελφῆς σου ἐπορεύθης, καὶ δώσω τὸ ποτήριον αὐτῆς εἰς χεῖράς σου.
31你走了你姊姊所走的路,所以我必将她的杯交在你手中。」
32τάδε λέγει Κύριος· τὸ ποτήριον τῆς ἀδελφῆς σου πίεσαι, τὸ βαθὺ καὶ τὸ πλατύ, τὸ πλεονάζον τοῦ συντελέσαι μέθην,
32主耶和华如此说: 你必喝你姊姊所喝的杯; 那杯又深又广,盛得甚多, 使你被人嗤笑讥刺。
33καὶ ἐκλύσεως πλησθήσῃ· καὶ τὸ ποτήριον ἀφανισμοῦ, ποτήριον ἀδελφῆς σου Σαμαρείας,
33你必酩酊大醉,满有愁苦, 喝干你姊姊 撒马利亚 的杯, 就是令人惊骇凄凉的杯。
34καὶ πίεσαι αὐτό· καὶ τὰς ἑορτὰς καὶ τὰς νουμηνίας αὐτῆς ἀποστρέψω· διότι ἐγὼ λελάληκα, λέγει Κύριος.
34你必喝这杯,以致喝尽。 杯破 又啃杯片, 撕裂自己的乳; 因为这事我曾说过。 这是主耶和华说的。
35διὰ τοῦτο τάδε λέγει Κύριος· ἀνθ' ὧν ἐπελάθου μου καὶ ἀπέρριψάς με ὀπίσω τοῦ σώματός σου, καὶ σὺ λαβὲ τὴν ἀσέβειάν σου καὶ τὴν πορνείαν σου.
35主耶和华如此说:「因你忘记我,将我丢在背后,所以你要担当你淫行和淫乱 的报应 。」
36Καὶ εἶπε Κύριος πρός με· υἱὲ ἀνθρώπου, οὐ κρινεῖς τὴν Ὀολὰν καὶ τὴν Ὀολιβάν, καὶ ἀναγγελεῖς αὐταῖς τὰς ἀνομίας αὐτῶν;
36耶和华又对我说:「人子啊,你要审问 阿荷拉 与 阿荷利巴 吗?当指出她们所行可憎的事。
37ὅτι ἐμοιχῶντο, καὶ αἷμα ἐν χερσὶν αὐτῶν· τὰ ἐνθυμήματα αὐτῶν ἐμοιχῶντο, καὶ τὰ τέκνα αὐτῶν, ἃ ἐγέννησάν μοι, διήγαγον αὐτοῖς δι' ἐμπύρων.
37她们行淫,手中有 杀人的 血,又与偶像行淫,并使她们为我所生的儿女经 火 烧 给偶像 。
38ἕως καὶ ταῦτα ἐποίησάν μοι· τὰ ἅγιά μου ἐμίαινον καὶ τὰ σάββατά μου ἐβεβήλουν·
38此外,她们还有向我所行的,就是同日玷污我的圣所,干犯我的安息日。
39καὶ ἐν τῷ σφάζειν αὐτοὺς τὰ τέκνα αὐτῶν τοῖς εἰδώλοις αὐτῶν καὶ εἰσεπορεύοντο εἰς τὰ ἅγιά μου τοῦ βεβηλοῦν αὐτά· καὶ ὅτι οὕτως ἐποίουν ἐν μέσῳ τοῦ οἴκου μου.
39她们杀了儿女献与偶像,当天又入我的圣所,将圣所亵渎了。她们在我殿中所行的乃是如此。
40καὶ ὅτι τοῖς ἀνδράσι τοῖς ἐρχομένοις μακρόθεν, οἷς ἀγγέλους ἐξαπέστειλαν πρὸς αὐτούς, καὶ ἅμα τῷ ἔρχεσθαι αὐτοὺς εὐθὺς ἐλούου καὶ ἐστιβίζου τοὺς ὀφθαλμούς σου καὶ ἐκόσμου κόσμῳ
40「况且你们二妇打发使者去请远方人。使者到他们那里,他们就来了。你们为他们沐浴己身,粉饰眼目,佩戴妆饰,
41καὶ ἐκάθου ἐπὶ κλίνης ἐστρωμένης, καὶ τράπεζα κεκοσμημένη πρὸ προσώπου αὐτῆς, καὶ τὸ θυμίαμα καὶ τὸ ἔλαιόν μου εὐφραίνοντο ἐν αὐτοῖς.
41坐在华美的床上,前面摆设桌案,将我的香料膏油摆在其上。
42καὶ φωνὴν ἁρμονίας ἀνεκρούοντο, καὶ πρὸς ἄνδρας ἐκ πλήθους ἀνθρώπων ἥκοντας ἐκ τῆς ἐρήμου, καὶ ἐδίδοσαν ψέλλια ἐπὶ τὰς χεῖρας αὐτῶν καὶ στέφανον καυχήσεως ἐπὶ τὰς κεφαλὰς αὐτῶν.
42在那里有群众安逸欢乐的声音,并有粗俗的人和酒徒从旷野同来,把镯子戴在 二妇 的手上,把华冠戴在她们的头上。
43καὶ εἶπα· οὐκ ἐν τούτοις μοιχεύουσι; καὶ ἔργα πόρνης καὶ αὐτὴ ἐξεπόρνευσε.
43「我论这行淫衰老的妇人说:现在人还要与她行淫,她也要 与人 行淫。
44καὶ εἰσεπορεύοντο πρὸς αὐτήν, ὃν τρόπον εἰσπορεύονται πρὸς γυναῖκα πόρνην, οὕτως εἰσεπορεύοντο πρὸς Ὀολὰν καὶ πρὸς Ὀολιβὰν τοῦ ποιῆσαι ἀνομίαν.
44人与 阿荷拉 ,并 阿荷利巴 二淫妇苟合,好像与妓女苟合。
45καὶ ἄνδρες δίκαιοι αὐτοὶ καὶ ἐκδικήσουσιν αὐτὰς ἐκδικήσει μοιχαλίδος καὶ ἐκδικήσει αἵματος, ὅτι μοιχαλίδες εἰσί, καὶ αἷμα ἐν χερσὶν αὐτῶν.
45必有义人,照审判淫妇和流人血的妇人之例,审判她们;因为她们是淫妇,手中有 杀人的 血。」
46τάδε λέγει Κύριος Κύριος· ἀνάγαγε ἐπ' αὐτὰς ὄχλον καὶ δὸς ἐν αὐταῖς ταραχὴν καὶ διαρπαγὴν
46主耶和华如此说:「我必使多人来攻击她们,使她们抛来抛去,被人抢夺。
47καὶ λιθοβόλησον ἐπ' αὐτὰς λίθοις ὄχλων καὶ κατακέντει αὐτὰς ἐν τοῖς ξίφεσιν αὐτῶν· υἱοὺς αὐτῶν καὶ θυγατέρας αὐτῶν ἀποκτενοῦσι καὶ τοὺς οἴκους αὐτῶν ἐμπρήσουσι.
47这些人必用石头打死她们,用刀剑杀害她们,又杀戮她们的儿女,用火焚烧她们的房屋。
48καὶ ἀποστρέψω ἀσέβειαν ἐκ τῆς γῆς, καὶ παιδευθήσονται πᾶσαι αἱ γυναῖκες καὶ οὐ μὴ ποιήσουσι κατὰ τὰς ἀσεβείας αὐτῶν.
48这样,我必使淫行从境内止息,好叫一切妇人都受警戒,不效法你们的淫行。
49καὶ δοθήσεται ἡ ἀσέβεια ὑμῶν ἐφ' ὑμᾶς, καὶ τὰς ἁμαρτίας τῶν ἐνθυμημάτων ὑμῶν λήψεσθε· καὶ γνώσεσθε διότι ἐγὼ Κύριος.
49人必照着你们的淫行报应你们;你们要担当 拜 偶像的罪,就知道我是主耶和华。」

Tip: use the ← and → keys to turn chapters.