ΙΕΖΕΚΙΗΛ
Chapter 24
Septuagint (Greek Old Te…
vs Chinese Union Vers…
Aa
Text size
Line width
Verse numbers

ΙΕΖΕΚΙΗΛ 24

Septuagint (Greek Old Testament), second edition
Chinese Union Version, punctuated (Simplified)
1ΚΑΙ ἐγένετο λόγος Κυρίου πρός με ἐν τῷ ἔτει τῷ ἐνάτῳ, ἐν τῷ μηνὶ τῷ δεκάτῳ, δεκάτῃ τοῦ μηνός, λέγων·
1第九年十月初十日,耶和华的话又临到我说:
2υἱὲ ἀνθρώπου, γράψον σεαυτῷ εἰς ἡμέραν ἀπὸ τῆς ἡμέρας ταύτης, ἀφ' ἧς ἀπηρείσατο βασιλεὺς Βαβυλῶνος ἐπὶ Ἱερουσαλήμ, ἀπὸ τῆς ἡμέρας τῆς σήμερον,
2「人子啊,今日正是 巴比伦 王就近 耶路撒冷 的日子,你要将这日记下,
3καὶ εἰπὸν ἐπὶ τὸν οἶκον τὸν παραπικραίνοντα παραβολὴν καὶ ἐρεῖς πρὸς αὐτούς· τάδε λέγει Κύριος· ἐπίστησον τὸν λέβητα καὶ ἔγχεον εἰς αὐτὸν ὕδωρ
3要向这悖逆之家设比喻说,主耶和华如此说: 将锅放在火上, 放好了,就倒水在其中;
4καὶ ἔμβαλε εἰς αὐτὸν τὰ διχοτομήματα, πᾶν διχοτόμημα καλόν, σκέλος καὶ ὦμον ἐκσεσαρκισμένα ἀπὸ τῶν ὀστῶν
4将肉块,就是一切肥美的肉块、腿, 和肩都聚在其中, 拿美好的骨头把锅装满;
5ἐξ ἐπιλέκτων κτηνῶν εἰλημμένων καὶ ὑπόκαιε τὰ ὀστᾶ ὑποκάτω αὐτῶν· ἔζεσεν ἔζεσε, καὶ ἥψηται τὰ ὀστᾶ αὐτῆς ἐν μέσῳ αὐτῆς.
5取羊群中最好的, 将 柴 堆在 锅 下, 使锅开滚, 好把骨头煮在其中。
6διὰ τοῦτο τάδε λέγει Κύριος· ὦ πόλις αἱμάτων, λέβης ἐν ᾧ ἐστιν ἰὸς ἐν αὐτῷ, καὶ ὁ ἰὸς οὐκ ἐξῆλθεν ἐξ αὐτῆς· κατὰ μέλος αὐτῆς ἐξήνεγκεν, οὐκ ἔπεσεν ἐπ' αὐτὴν κλῆρος.
6「主耶和华如此说:祸哉!这流人血的城,就是长锈的锅。其中的锈未曾除掉,须要将肉块从其中一一取出来,不必为它拈阄。
7ὅτι αἷμα αὐτῆς ἐν μέσῳ αὐτῆς ἐστιν, ἐπὶ λεωπετρίαν τέταχα αὐτό. οὐκ ἐκκέχυκα αὐτὸ ἐπὶ τὴν γῆν τοῦ καλύψαι ἐπ' αὐτὸ γῆν·
7城中所流的血倒在净光的磐石上,不倒在地上,用土掩盖。
8τοῦ ἀναβῆναι θυμὸν εἰς ἐκδίκησιν ἐκδικηθῆναι δέδωκα τὸ αἷμα αὐτῆς ἐπὶ λεωπετρίαν τοῦ μὴ καλύψαι αὐτό.
8这城中所流的血倒在净光的磐石上,不得掩盖,乃是出于我,为要发忿怒施行报应。
9διὰ τοῦτο τάδε λέγει Κύριος· κἀγὼ μεγαλυνῶ τὸν δαλὸν
9所以主耶和华如此说:祸哉!这流人血的城,我也必大堆 火柴 ,
10καὶ πληθυνῶ τὰ ξύλα καὶ ἀνακαύσω τὸ πῦρ, ὅπως τακῇ τὰ κρέα καὶ ἐλαττωθῇ ὁ ζωμὸς
10添上木柴,使火着旺,将肉煮烂,把汤熬浓,使骨头烤焦;
11καὶ στῇ ἐπὶ τοὺς ἄνθρακας, ὅπως προσκαυθῇ καὶ θερμανθῇ ὁ χαλκὸς αὐτῆς καὶ τακῇ ἐν μέσῳ ἀκαθαρσίας αὐτῆς, καὶ ἐκλίπῃ ὁ ἰὸς αὐτῆς,
11把锅倒空坐在炭火上,使锅烧热,使铜烧红,熔化其中的污秽,除净其上的锈。
12καὶ οὐ μὴ ἐξέλθῃ ἐξ αὐτῆς πολὺς ὁ ἰὸς αὐτῆς, καταισχυνθήσεται ὁ ἰὸς αὐτῆς,
12这锅劳碌疲乏,所长的大锈仍未除掉;这锈就是用火 也不能除掉 。
13ἀνθ' ὧν ἐμιαίνου σύ. καὶ τί ἐὰν μὴ καθαρισθῇς ἔτι, ἕως οὗ ἐμπλήσω τὸν θυμόν μου;
13在你污秽中有淫行,我洁净你,你却不洁净。你的污秽再不能洁净,直等我向你发的忿怒止息。
14ἐγὼ Κύριος λελάληκα, καὶ ἥξει, καὶ ποιήσω, οὐ διαστελῶ οὐδὲ μὴ ἐλεήσω· κατὰ τὰς ὁδούς σου, καὶ κατὰ τὰ ἐνθυμήματά σου κρινῶ σε, λέγει Κύριος. διὰ τοῦτο ἐγὼ κρινῶ σε κατὰ τὰ αἵματά σου καὶ κατὰ τὰ ἐνθυμήματά σου κρινῶ σε, ἡ ἀκάθαρτος, ἡ ὀνομαστὴ καὶ πολλὴ τοῦ παραπικραίνειν.
14我—耶和华说过的必定成就,必照话而行,必不返回,必不顾惜,也不后悔。人必照你的举动行为审判你。这是主耶和华说的。」
15Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων·
15耶和华的话又临到我说:
16υἱὲ ἀνθρώπου, ἰδοὺ ἐγὼ λαμβάνω ἐκ σοῦ τὰ ἐπιθυμήματα τῶν ὀφθαλμῶν σου ἐν παρατάξει· οὐ μὴ κοπῇς οὐδ' οὐ μὴ κλαυσθῇς.
16「人子啊,我要将你眼目所喜爱的忽然取去,你却不可悲哀哭泣,也不可流泪,
17στεναγμὸς αἵματος, ὀσφύος, πένθους ἐστίν· οὐκ ἔσται τὸ τρίχωμά σου συμπεπλεγμένον ἐπὶ σὲ καὶ τὰ ὑποδήματά σου ἐν τοῖς ποσί σου, οὐ μὴ παρακληθῇς ἐν χείλεσιν αὐτῶν καὶ ἄρτον ἀνδρῶν οὐ μὴ φάγῃς.
17只可叹息,不可出声,不可办理丧事;头上仍勒裹头巾,脚上仍穿鞋,不可蒙着嘴唇,也不可吃吊丧的食物。」
18καὶ ἐλάλησα πρὸς τὸν λαὸν τὸ πρωΐ, ὃν τρόπον ἐνετείλατό μοι, καὶ ἀπέθανεν ἡ γυνή μου ἑσπέρας, καὶ ἐποίησα τὸ πρωΐ ὃν τρόπον ἐπετάγη μοι.
18于是我将这事早晨告诉百姓,晚上我的妻就死了。次日早晨我便遵命而行。
19καὶ εἶπε πρός με ὁ λαός· οὐκ ἀναγγελεῖς ἡμῖν τί ἐστι ταῦτα, ἃ σὺ ποιεῖς;
19百姓问我说:「你这样行与我们有什么关系,你不告诉我们吗?」
20καὶ εἶπα πρὸς αὐτούς· λόγος Κυρίου ἐγένετο πρός με λέγων·
20我回答他们:「耶和华的话临到我说:
21εἰπὸν πρὸς τὸν οἶκον τοῦ Ἰσραήλ· τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ βεβηλῶ τὰ ἅγιά μου, φρύαγμα ἰσχύος ὑμῶν, ἐπιθυμήματα ὀφθαλμῶν ὑμῶν, καὶ ὑπὲρ ὧν φείδονται αἱ ψυχαὶ ὑμῶν· καὶ οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν, οὓς ἐγκατελίπετε, ἐν ρομφαίᾳ πεσοῦνται.
21『你告诉 以色列 家,主耶和华如此说:我必使我的圣所,就是你们势力所夸耀、眼里所喜爱、心中所爱惜的被亵渎,并且你们所遗留的儿女必倒在刀下。
22καὶ ποιήσετε ὃν τρόπον πεποίηκα· ἀπὸ στόματος αὐτῶν οὐ παρακληθήσεσθε καὶ ἄρτον ἀνδρῶν οὐ φάγεσθε,
22那时,你们必行我 仆人 所行的,不蒙着嘴唇,也不吃吊丧的食物。
23καὶ αἱ κόμαι ὑμῶν ἐπὶ τῆς κεφαλῆς ὑμῶν, καὶ τὰ ὑποδήματα ὑμῶν ἐν τοῖς ποσὶν ὑμῶν· οὔτε μὴ κόψησθε οὔτε μὴ κλαύσητε, καὶ ἐντακήσεσθε ἐν ταῖς ἀδικίαις ὑμῶν καὶ παρακαλέσετε ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ.
23你们仍要头上勒裹头巾,脚上穿鞋;不可悲哀哭泣。你们必因自己的罪孽相对叹息,渐渐消灭。
24καὶ ἔσται Ἰεζεκιὴλ ὑμῖν εἰς τέρας· κατὰ πάντα, ὅσα ἐποίησα, ποιήσετε, ὅταν ἔλθῃ ταῦτα· καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος.
24以西结 必这样为你们作预兆;凡他所行的,你们也必照样行。那事来到,你们就知道我是主耶和华。』
25Καὶ σὺ υἱὲ ἀνθρώπου, οὐχὶ ἐν τῇ ἡμέρᾳ, ὅταν λαμβάνων τὴν ἰσχὺν παρ' αὐτῶν, τὴν ἔπαρσιν τῆς καυχήσεως αὐτῶν, τὰ ἐπιθυμήματα ὀφθαλμῶν αὐτῶν καὶ τὴν ἔπαρσιν ψυχῆς αὐτῶν, υἱοὺς αὐτῶν καὶ θυγατέρας αὐτῶν,
25「人子啊,我除掉他们所倚靠、所欢喜的荣耀,并眼中所喜爱、心里所重看的儿女。
26ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἥξει ὁ ἀνασῳζόμενος πρὸς σὲ τοῦ ἀναγγεῖλαί σοι εἰς τὰ ὦτα;
26那日逃脱的人岂不来到你这里,使你耳闻这事吗?
27ἐν τῇ ἡμέρᾳ ἐκείνῃ διανοιχθήσεται τὸ στόμα σου πρὸς τὸν ἀνασῳζόμενον καὶ λαλήσεις καὶ οὐ μὴ ἀποκωφωθῇς οὐκέτι· καὶ ἔσῃ αὐτοῖς εἰς τέρας, καὶ ἐπιγνώσονται διότι ἐγὼ Κύριος.
27你必向逃脱的人开口说话,不再哑口。你必这样为他们作预兆,他们就知道我是耶和华。」

Tip: use the ← and → keys to turn chapters.