ΙΕΖΕΚΙΗΛ
Chapter 36
Septuagint (Greek Old Te…
vs Chinese Union Vers…
Aa
Text size
Line width
Verse numbers

ΙΕΖΕΚΙΗΛ 36

Septuagint (Greek Old Testament), second edition
Chinese Union Version, punctuated (Simplified)
1ΚΑΙ σὺ υἱὲ ἀνθρώπου, προφήτευσον ἐπὶ τὰ ὄρη Ἰσραὴλ καὶ εἰπὸν τοῖς ὄρεσι τοῦ Ἰσραήλ· ἀκούσατε λόγον Κυρίου·
1「人子啊,你要对 以色列 山发预言说: 以色列 山哪,要听耶和华的话。
2τάδε λέγει Κύριος Κύριος· ἀνθ' ὧν εἶπεν ἐφ' ὑμᾶς ὁ ἐχθρός· εὖγε ἔρημα αἰώνια εἰς κατάσχεσιν ἡμῖν ἐγενήθη,
2主耶和华如此说:因仇敌说:『阿哈!这永久的山冈都归我们为业了!』
3διὰ τοῦτο προφήτευσον καὶ εἰπόν· τάδε λέγει Κύριος Κύριος· ἀντὶ τοῦ ἀτιμασθῆναι ὑμᾶς καὶ μισηθῆναι ὑμᾶς ὑπὸ τῶν κύκλῳ ὑμῶν τοῦ εἶναι ὑμᾶς εἰς κατάσχεσιν τοῖς καταλοίποις ἔθνεσι καὶ ἀνέβητε λάλημα γλώσσῃ καὶ εἰς ὀνείδισμα ἔθνεσι,
3所以要发预言说,主耶和华如此说:因为敌人使你荒凉,四围吞吃,好叫你归与其余的外邦人为业,并且多嘴多舌的人提起你来,百姓也说你有臭名。
4διὰ τοῦτο ὄρη Ἰσραήλ, ἀκούσατε λόγον Κυρίου· τάδε λέγει Κύριος τοῖς ὄρεσι καὶ τοῖς βουνοῖς καὶ τοῖς χειμάρροις καὶ ταῖς φάραγξι καὶ τοῖς ἐξηρημωμένοις καὶ ἠφανισμένοις καὶ ταῖς πόλεσι ταῖς ἐγκαταλελειμμέναις, αἳ ἐγένοντο εἰς προνομὴν καὶ εἰς καταπάτημα τοῖς καταλειφθεῖσιν ἔθνεσι περικύκλῳ·
4故此, 以色列 山要听主耶和华的话。大山小冈、水沟山谷、荒废之地、被弃之城,为四围其余的外邦人所占据、所讥刺的,
5διὰ τοῦτο τάδε λέγει Κύριος Κύριος· εἰ μὴν ἐν πυρὶ θυμοῦ μου ἐλάλησα ἐπὶ τὰ λοιπὰ ἔθνη καὶ ἐπὶ τὴν Ἰδουμαίαν πᾶσαν, ὅτι ἔδωκαν τὴν γῆν μου ἑαυτοῖς εἰς κατάσχεσιν μετ' εὐφροσύνης ἀτιμάσαντες ψυχὰς τοῦ ἀφανίσαι ἐν προνομῇ.
5主耶和华对你们如此说:我真发愤恨如火,责备那其余的外邦人和 以东 的众人。他们快乐满怀,心存恨恶,将我的地归自己为业,又看为被弃的掠物。
6διὰ τοῦτο προφήτευσον ἐπὶ τὴν γῆν τοῦ Ἰσραὴλ καὶ εἰπὸν τοῖς ὄρεσι καί τοῖς βουνοῖς καὶ ταῖς φάραγξι καὶ ταῖς νάπαις· τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐν τῷ ζήλῳ μου καὶ ἐν τῷ θυμῷ μου ἐλάλησα, ἀντὶ τοῦ ὀνειδισμοὺς ἐθνῶν ἐνέγκαι ὑμᾶς.
6所以,你要指着 以色列 地说预言,对大山小冈、水沟山谷说,主耶和华如此说:我发愤恨和忿怒说,因你们曾受外邦人的羞辱,
7διὰ τοῦτο ἐγὼ ἀρῶ τὴν χεῖρά μου ἐπὶ τὰ ἔθνη τὰ περικύκλῳ ὑμῶν, οὗτοι τὴν ἀτιμίαν αὐτῶν λήψονται·
7所以我起誓说:你们四围的外邦人总要担当自己的羞辱。这是主耶和华说的。
8ὑμῶν δέ, ὄρη Ἰσραήλ, τὴν σταφυλὴν καὶ τὸν καρπὸν ὑμῶν καταφάγεται ὁ λαός μου, ὅτι ἐλπίζουσι τοῦ ἐλθεῖν.
8「 以色列 山哪,你必发枝条,为我的民 以色列 结果子,因为他们快要来到。
9ὅτι ἰδοὺ ἐγὼ ἐφ' ὑμᾶς καὶ ἐπιβλέψω ἐφ' ὑμᾶς, καὶ κατεργασθήσεσθε καὶ σπαρήσεσθε.
9看哪,我是帮助你的,也必向你转意,使你得以耕种。
10καὶ πληθυνῶ ἐφ' ὑμᾶς ἀνθρώπους, πᾶν οἶκον Ἰσραὴλ εἰς τέλος· καὶ κατοικηθήσονται αἱ πόλεις καὶ ἡ ἠρημωμένη οἰκοδομηθήσεται.
10我必使 以色列 全家的人数在你上面增多,城邑有人居住,荒场再被建造。
11καὶ πληθυνῶ ἐφ' ὑμᾶς ἀνθρώπους καὶ κτήνη καὶ κατοικιῶ ὑμᾶς ὡς τὸ ἐν ἀρχῇ ὑμῶν καὶ εὖ ποιήσω ὑμᾶς ὥσπερ τὰ ἔμπροσθεν ὑμῶν· καὶ γνώσεσθε ὅτι ἐγώ εἰμι Κύριος.
11我必使人和牲畜在你上面加增;他们必生养众多。我要使你照旧有人居住,并要赐福与你比先前更多,你就知道我是耶和华。
12καὶ γεννήσω ἐφ' ὑμᾶς ἀνθρώπους, τὸν λαόν μου Ἰσραήλ, καὶ κληρονομήσουσιν ὑμᾶς, καὶ ἔσεσθε αὐτοῖς εἰς κατάσχεσιν· καὶ οὐ μὴ προστεθῆτε ἔτι ἀτεκνωθῆναι ἀπ' αὐτῶν.
12我必使人,就是我的民 以色列 ,行在你上面。他们必得你为业;你也不再使他们丧子。
13τάδε λέγει Κύριος Κύριος· ἀνθ' ὧν εἶπάν σοι· κατέσθουσα ἀνθρώπους εἶ καὶ ἠτεκνωμένη ὑπὸ τοῦ ἔθνους σου ἐγένου,
13主耶和华如此说:因为人对你说:『你是吞吃人的,又使国民丧子』,
14διὰ τοῦτο ἀνθρώπους οὐκέτι φάγεσαι καὶ τὸ ἔθνος σου οὐκ ἀτεκνώσεις ἔτι, λέγει Κύριος Κύριος.
14所以主耶和华说:你必不再吞吃人,也不再使国民丧子。
15καὶ οὐκ ἀκουσθήσεται οὐκέτι ἐφ' ὑμᾶς ἀτιμία ἐθνῶν, καὶ ὀνειδισμοὺς λαῶν οὐ μὴ ἀνενέγκητε ἔτι, λέγει Κύριος Κύριος.
15我使你不再听见各国的羞辱,不再受万民的辱骂,也不再使国民绊跌。这是主耶和华说的。」
16Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων·
16耶和华的话又临到我说:
17υἱὲ ἀνθρώπου, οἶκος Ἰσραὴλ κατῴκησεν ἐπὶ τῆς γῆς αὐτῶν καὶ ἐμίαναν αὐτὴν ἐν τῇ ὁδῷ αὐτῶν καὶ ἐν τοῖς εἰδώλοις αὐτῶν καὶ ἐν ταῖς ἀκαθαρσίαις αὐτῶν· κατὰ τὴν ἀκαθαρσίαν τῆς ἀποκαθημένης ἐγενήθη ἡ ὁδὸς αὐτῶν πρὸ προσώπου μου.
17「人子啊, 以色列 家住在本地的时候,在行动作为上玷污那地。他们的行为在我面前,好像正在经期的妇人那样污秽。
18καὶ ἐξέχεα τὸν θυμόν μου ἐπ' αὐτοὺς
18所以我因他们在那地上流人的血,又因他们以偶像玷污那地,就把我的忿怒倾在他们身上。
19καὶ διέσπειρα αὐτοὺς εἰς τὰ ἔθνη καὶ ἐλίκμησα αὐτοὺς εἰς τὰς χώρας· κατὰ τὴν ὁδὸν αὐτῶν καὶ κατὰ τὴν ἁμαρτίαν αὐτῶν ἔκρινα αὐτούς.
19我将他们分散在列国,四散在列邦,按他们的行动作为惩罚他们。
20καὶ εἰσήλθοσαν εἰς τὰ ἔθνη, οὗ εἰσήλθοσαν ἐκεῖ, καὶ ἐβεβήλωσαν τὸ ὄνομά μου τὸ ἅγιον ἐν τῷ λέγεσθαι αὐτούς· λαὸς Κυρίου οὗτοι καὶ ἐκ τῆς γῆς αὐτοῦ ἐξεληλύθασι.
20他们到了所去的列国,就使我的圣名被亵渎;因为人谈论他们说,这是耶和华的民,是从耶和华的地出来的。
21καὶ ἐφεισάμην αὐτῶν διὰ τὸ ὄνομά μου τὸ ἅγιον, ὃ ἐβεβήλωσαν οἶκος Ἰσραὴλ ἐν τοῖς ἔθνεσιν, οὗ εἰσήλθοσαν ἐκεῖ.
21我却顾惜我的圣名,就是 以色列 家在所到的列国中所亵渎的。
22διὰ τοῦτο εἰπὸν τῷ οἴκῳ Ἰσραήλ· τάδε λέγει Κύριος· οὐχ ὑμῖν ἐγὼ ποιῶ, οἶκος Ἰσραήλ, ἀλλ' ἢ διὰ τὸ ὄνομά μου τὸ ἅγιον, ὃ ἐβεβηλώσατε ἐν τοῖς ἔθνεσιν, οὗ εἰσήλθετε ἐκεῖ.
22「所以,你要对 以色列 家说,主耶和华如此说: 以色列 家啊,我行这事不是为你们,乃是为我的圣名,就是在你们到的列国中所亵渎的。
23καὶ ἁγιάσω τὸ ὄνομά μου τὸ μέγα τὸ βεβηλωθὲν ἐν τοῖς ἔθνεσιν, ὃ ἐβεβηλώσατε ἐν μέσῳ αὐτῶν, καὶ γνώσονται τὰ ἔθνη ὅτι ἐγώ εἰμι Κύριος ἐν τῷ ἁγιασθῆναί με ἐν ὑμῖν κατ' ὀφθαλμοὺς αὐτῶν.
23我要使我的大名显为圣;这名在列国中已被亵渎,就是你们在他们中间所亵渎的。我在他们眼前,在你们身上显为圣的时候,他们就知道我是耶和华。这是主耶和华说的。
24καὶ λήψομαι ὑμᾶς ἐκ τῶν ἐθνῶν καὶ ἀθροίσω ὑμᾶς ἐκ πασῶν τῶν γαιῶν καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν ὑμῶν.
24我必从各国收取你们,从列邦聚集你们,引导你们归回本地。
25καὶ ρανῶ ἐφ' ὑμᾶς καθαρὸν ὕδωρ, καὶ καθαρισθήσεσθε ἀπὸ πασῶν τῶν ἀκαθαρσιῶν ὑμῶν καὶ ἀπὸ πάντων τῶν εἰδώλων ὑμῶν, καὶ καθαριῶ ὑμᾶς.
25我必用清水洒在你们身上,你们就洁净了。我要洁净你们,使你们脱离一切的污秽,弃掉一切的偶像。
26καὶ δώσω ὑμῖν καρδίαν καινὴν καὶ πνεῦμα καινὸν δώσω ἐν ὑμῖν καὶ ἀφελῶ τὴν καρδίαν τὴν λιθίνην ἐκ τῆς σαρκὸς ὑμῶν καὶ δώσω ὑμῖν καρδίαν σαρκίνην.
26我也要赐给你们一个新心,将新灵放在你们里面,又从你们的肉体中除掉石心,赐给你们肉心。
27καὶ τὸ πνεῦμά μου δώσω ἐν ὑμῖν καὶ ποιήσω ἵνα ἐν τοῖς δικαιώμασί μου πορεύησθε, καὶ τὰ κρίματά μου φυλάξησθε καὶ ποιήσητε.
27我必将我的灵放在你们里面,使你们顺从我的律例,谨守遵行我的典章。
28καὶ κατοικήσετε ἐπὶ τῆς γῆς, ἧς ἔδωκα τοῖς πατράσιν ὑμῶν, καὶ ἔσεσθέ μοι εἰς λαόν, καὶ ἐγὼ ἔσομαι ὑμῖν εἰς Θεόν.
28你们必住在我所赐给你们列祖之地。你们要作我的子民,我要作你们的 神。
29καὶ σώσω ὑμᾶς ἐκ πασῶν τῶν ἀκαθαρσιῶν ὑμῶν καὶ καλέσω τὸν σῖτον
29我必救你们脱离一切的污秽,也必命五谷丰登,不使你们遭遇饥荒。
30καὶ πληθυνῶ αὐτὸν καὶ οὐ δώσω ἐφ' ὑμᾶς λιμόν· καὶ πληθυνῶ τὸν καρπὸν τοῦ ξύλου καὶ τὰ γεννήματα τοῦ ἀγροῦ, ὅπως ἂν μὴ λάβητε ὀνειδισμὸν λιμοῦ ἐν τοῖς ἔθνεσι.
30我必使树木多结果子,田地多出土产,好叫你们不再因饥荒受外邦人的讥诮。
31καὶ μνησθήσεσθε τὰς ὁδοὺς ὑμῶν τὰς πονηρὰς καὶ τὰ ἐπιτηδεύματα ὑμῶν τὰ μὴ ἀγαθὰ καὶ προσοχθιεῖτε κατὰ πρόσωπον αὐτῶν ἐν ταῖς ἀνομίαις ὑμῶν καὶ ἐπὶ τοῖς βδελύγμασιν αὐτῶν.
31那时,你们必追想你们的恶行和你们不善的作为,就因你们的罪孽和可憎的事厌恶自己。
32οὐ δι' ὑμᾶς ἐγὼ ποιῶ, λέγει Κύριος Κύριος, γνωστὸν ἔσται ὑμῖν· αἰσχύνθητε καὶ ἐντράπητε ἐκ τῶν ὁδῶν ὑμῶν, οἶκος Ἰσραήλ.
32主耶和华说:你们要知道,我这样行不是为你们。 以色列 家啊,当为自己的行为抱愧蒙羞。
33τάδε λέγει Ἀδωναΐ Κύριος· ἐν ἡμέρᾳ, ᾗ καθαριῶ ὑμᾶς ἐκ πασῶν ἀνομιῶν ὑμῶν, καὶ κατοικιῶ τὰς πόλεις, καὶ οἰκοδομηθήσονται ἔρημοι.
33「主耶和华如此说:我洁净你们,使你们脱离一切罪孽的日子,必使城邑有人居住,荒场再被建造。
34καὶ ἡ γῆ ἡ ἠφανισμένη ἐργασθήσεται, ἀνθ' ὧν ὅτι ἠφανισμένη ἐγενήθη κατ' ὀφθαλμοὺς παντὸς παροδεύοντος.
34过路的人虽看为荒废之地,现今这荒废之地仍得耕种。
35καὶ ἐροῦσιν· ἡ γῆ ἐκείνη ἡ ἠφανισμένη ἐγενήθη ὡς κῆπος τρυφῆς, καὶ αἱ πόλεις αἱ ἔρημοι καὶ ἠφανισμέναι καὶ κατεσκαμμέναι ὀχυραὶ ἐκάθισαν.
35他们必说:『这先前为荒废之地,现在成如 伊甸园 ;这荒废凄凉、毁坏的城邑现在坚固有人居住。』
36καὶ γνώσονται τὰ ἔθνη, ὅσα ἂν καταλειφθῶσι κύκλῳ ὑμῶν, ὅτι ἐγὼ Κύριος ᾠκοδόμησα τὰς καθῃρημένας καὶ κατεφύτευσα τὰς ἠφανισμένας. ἐγὼ Κύριος ἐλάλησα καὶ ποιήσω.
36那时,在你们四围其余的外邦人必知道我—耶和华修造那毁坏之处,培植那荒废之地。我—耶和华说过,也必成就。
37τάδε λέγει Ἀδωναΐ Κύριος· ἔτι τοῦτο ζητηθήσομαι τῷ οἴκῳ Ἰσραὴλ τοῦ ποιῆσαι αὐτοῖς· πληθυνῶ αὐτοὺς ὡς πρόβατα ἀνθρώπους,
37「主耶和华如此说:我要加增 以色列 家的人数,多如羊群。他们必为这事向我求问,我要给他们成就。
38ὡς πρόβατα ἅγια, ὡς πρόβατα Ἱερουσαλὴμ ἐν ταῖς ἑορταῖς αὐτῆς, οὕτως ἔσονται αἱ πόλεις αἱ ἔρημοι πλήρεις προβάτων ἀνθρώπων, καὶ γνώσονται ὅτι ἐγὼ Κύριος.
38耶路撒冷 在守节作祭物所献的羊群怎样多,照样,荒凉的城邑必被人群充满。他们就知道我是耶和华。」

Tip: use the ← and → keys to turn chapters.