ΞΟΔΟΣ 35
Septuagint (Greek Old Testament), second editionOriginal language
Septuagint (Greek Old Testament), second edition
Chinese Union Version, punctuated (Simplified)
1ΚΑΙ συνήθροισε Μωυσῆς πᾶσαν συναγωγὴν υἱῶν Ἰσραὴλ καὶ εἶπεν· οὗτοι οἱ λόγοι, οὓς εἶπε Κύριος ποιῆσαι αὐτούς.
1摩西 招聚 以色列 全会众,对他们说:「这是耶和华所吩咐的话,叫你们照着行:
2ἓξ ἡμέρας ποιήσεις ἔργα, τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ κατάπαυσις, ἅγια σάββατα, ἀνάπαυσις Κυρίῳ· πᾶς ὁ ποιῶν ἔργον ἐν αὐτῇ τελευτάτω.
2六日要做工,第七日乃为圣日,当向耶和华守为安息圣日。凡这日之内做工的,必把他治死。
3οὐ καύσετε πῦρ ἐν πάσῃ κατοικίᾳ ὑμῶν τῇ ἡμέρᾳ τῶν σαββάτων· ἐγὼ Κύριος.
3当安息日,不可在你们一切的住处生火。」
4Καὶ εἶπε Μωυσῆς πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ἰσραὴλ λέγων· τοῦτο τὸ ρῆμα, ὃ συνέταξε Κύριος λέγων·
4摩西 对 以色列 全会众说:「耶和华所吩咐的是这样:
5λάβετε παρ᾿ ὑμῶν αὐτῶν ἀφαίρεμα Κυρίῳ· πᾶς ὁ καταδεχόμενος τῇ καρδίᾳ οἴσουσι τὰς ἀπαρχὰς Κυρίῳ, χρυσίον, ἀργύριον, χαλκόν,
5你们中间要拿礼物献给耶和华,凡乐意献的可以拿耶和华的礼物来,就是金、银、铜,
6ὑάκινθον, πορφύραν, κόκκινον διπλοῦν διανενησμένον καὶ βύσσον κεκλωσμένην καὶ τρίχας αἰγείας
6蓝色、紫色、朱红色 线 ,细麻,山羊 毛 ,
7καὶ δέρματα κριῶν ἠρυθροδανωμένα καὶ δέρματα ὑακίνθινα καὶ ξύλα ἄσηπτα.
7染红的公羊皮,海狗皮,皂荚木,
8καὶ λίθους σαρδίου καὶ λίθους εἰς τὴν γλυφὴν εἰς τὴν ἐπωμίδα καὶ τὸν ποδήρη.
8点灯的油,并做膏油和香的香料,
9καὶ πᾶς σοφὸς τῇ καρδίᾳ ἐν ὑμῖν ἐλθὼν ἐργαζέσθω πάντα, ὅσα συνέταξε Κύριος·
9红玛瑙与别样的宝石,可以镶嵌在以弗得和胸牌上。」
10τὴν σκηνὴν καὶ τὰ παραρύματα καὶ τὰ κατακαλύμματα καὶ τά διατόνια καὶ τοὺς μοχλοὺς καὶ τοὺς στύλους
10「你们中间凡心里有智慧的都要来做耶和华一切所吩咐的:
11καὶ τὴν κιβωτὸν τοῦ μαρτυρίου καὶ τοὺς ἀναφορεῖς αὐτῆς καὶ τὸ ἱλαστήριον αὐτῆς καὶ τὸ καταπέτασμα
11就是帐幕和帐幕的罩棚,并帐幕的盖、钩子、板、闩、柱子、带卯的座,
12καὶ τὰ ἱστία τῆς αὐλῆς καὶ τοὺς στύλους αὐτῆς
12柜和柜的杠,施恩座和遮掩 柜 的幔子,
13καὶ τοὺς λίθους τοὺς τῆς σμαράγδου
13桌子和桌子的杠与桌子的一切器具,并陈设饼,
14καὶ τὸ θυμίαμα καὶ τὸ ἔλαιον τοῦ χρίσματος
14灯台和灯台的器具,灯盏并点灯的油,
15καὶ τὴν τράπεζαν καὶ πάντα τὰ σκεύη αὐτῆς
15香坛和坛的杠,膏油和馨香的香料,并帐幕门口的帘子,
16καὶ τὴν λυχνίαν τοῦ φωτὸς καὶ πάντα τὰ σκεύη αὐτῆς
16燔祭坛和坛的铜网,坛的杠并坛的一切器具,洗濯盆和盆座,
17καὶ τὸ θυσιαστήριον καὶ πάντα τὰ σκεύη αὐτοῦ
17院子的帷子和帷子的柱子,带卯的座和院子的门帘,
18καὶ τὰς στολὰς τὰς ἁγίας Ἀαρὼν τοῦ ἱερέως καὶ τὰς στολάς, ἐν αἷς λειτουργήσουσιν ἐν αὐταῖς,
18帐幕的橛子并院子的橛子,和这两处的绳子,
19καὶ τοὺς χιτῶνας τοῖς υἱοῖς Ἀαρὼν τῆς ἱερατείας καὶ τὸ ἔλαιον τοῦ χρίσματος καὶ τὸ θυμίαμα τῆς συνθέσεως.
19精工做的礼服和祭司 亚伦 并他儿子在圣所用以供祭司职分的圣衣。」
20καὶ ἐξῆλθε πᾶσα συναγωγὴ υἱῶν Ἰσραὴλ ἀπὸ Μωυσῆ
20以色列 全会众从 摩西 面前退去。
21καὶ ἤνεγκαν ἕκαστος, ὧν ἔφερεν ἡ καρδία αὐτῶν, καὶ ὅσοις ἔδοξε τῇ ψυχῇ αὐτῶν, ἤνεγκαν ἀφαίρεμα Κυρίῳ εἰς πάντα τὰ ἔργα τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ εἰς πάντα τὰ κάτεργα αὐτῆς, καὶ εἰς πάσας τὰς στολὰς τοῦ ἁγίου.
21凡心里受感和甘心乐意的都拿耶和华的礼物来,用以做会幕和其中一切的使用,又用以做圣衣。
22καὶ ἤνεγκαν οἱ ἄνδρες παρὰ τῶν γυναικῶν, πᾶς ᾧ ἔδοξε τῇ διανοίᾳ, ἤνεγκαν σφραγῖδας καὶ ἐνώτια καὶ δακτυλίους καὶ ἐμπλόκια καὶ περιδέξια, πᾶν σκεῦος χρυσοῦν, καὶ πάντες ὅσοι ἤνεγκαν ἀφαιρέματα χρυσίου Κυρίῳ.
22凡心里乐意献礼物的,连男带女,各将金器,就是胸前针、耳环、打印的戒指,和手钏带来献给耶和华。
23καὶ παρ᾿ ᾧ εὑρέθη βύσσος καὶ δέρματα ὑακίνθινα καὶ δέρματα κριῶν ἠρυθροδανωμένα, ἤνεγκαν.
23凡有蓝色、紫色、朱红色 线 ,细麻,山羊 毛 ,染红的公羊皮,海狗皮的,都拿了来;
24καὶ πᾶς ὁ ἀφαιρῶν ἀφαίρεμα, ἤνεγκαν ἀργύριον καὶ χαλκόν, τὰ ἀφαιρέματα Κυρίῳ, καὶ παρ᾿ οἷς εὑρέθη ξύλα ἄσηπτα εἰς πάντα τὰ ἔργα τῆς παρασκευῆς ἤνεγκαν.
24凡献银子和铜给耶和华为礼物的都拿了来;凡有皂荚木可做什么使用的也拿了来。
25καὶ πᾶσα γυνὴ σοφὴ τῇ διανοίᾳ ταῖς χερσὶ νήθειν ἤνεγκαν νενησμένα, τὴν ὑάκινθον καὶ τὴν πορφύραν καὶ τὸ κόκκινον καὶ τὴν βύσσον·
25凡心中有智慧的妇女亲手纺线,把所纺的蓝色、紫色、朱红色 线 ,和细麻都拿了来。
26καὶ πᾶσαι αἱ γυναῖκες, αἷς ἔδοξε τῇ διανοίᾳ αὐτῶν ἐν σοφίᾳ, ἔνησαν τὰς τρίχας τὰς αἰγείας.
26凡有智慧、心里受感的妇女就纺山羊 毛 。
27καὶ οἱ ἄρχοντες ἤνεγκαν τοὺς λίθους τῆς σμαράγδου καὶ τοὺς λίθους τῆς πληρώσεως εἰς τὴν ἐπωμίδα καὶ τὸ λογεῖον
27众官长把红玛瑙和别样的宝石,可以镶嵌在以弗得与胸牌上的,都拿了来;
28καὶ τὰς συνθέσεις, καὶ εἰς τὸ ἔλαιον τῆς χρίσεως καὶ τὴν σύνθεσιν τοῦ θυμιάματος.
28又拿香料做香,拿油点灯,做膏油。
29καὶ πᾶς ἀνὴρ καὶ γυνή, ὧν ἔφερεν ἡ διάνοια αὐτῶν εἰσελθόντας ποιεῖν πάντα τὰ ἔργα, ὅσα συνέταξε Κύριος ποιῆσαι αὐτὰ διά Μωυσῆ, ἤνεγκαν οἱ υἱοὶ Ἰσραὴλ ἀφαίρεμα Κυρίῳ.
29以色列 人,无论男女,凡甘心乐意献礼物给耶和华的,都将礼物拿来,做耶和华借 摩西 所吩咐的一切工。
30Καὶ εἶπε Μωυσῆς τοῖς υἱοῖς Ἰσραήλ· ἰδοὺ ἀνακέκληκεν ὁ Θεὸς ἐξ ὀνόματος τὸν Βεσελεὴλ τὸν τοῦ Οὐρίου τὸν Ὤρ, ἐκ τῆς φυλῆς Ἰούδα,
30摩西 对 以色列 人说:「 犹大 支派中, 户珥 的孙子、 乌利 的儿子 比撒列 ,耶和华已经提他的名召他,
31καὶ ἐνέπλησεν αὐτὸν πνεῦμα θεῖον σοφίας καὶ συνέσεως καὶ ἐπιστήμης πάντων
31又以 神的灵充满了他,使他有智慧、聪明、知识,能做各样的工,
32ἀρχιτεκτονεῖν κατὰ πάντα τὰ ἔργα τῆς ἀρχιτεκτονίας, ποιεῖν τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ τὸν χαλκὸν
32能想出巧工,用金、银、铜制造各物,
33καὶ λιθουργῆσαι τὸν λίθον καὶ κατεργάζεσθαι τὰ ξύλα καὶ ποιεῖν ἐν παντὶ ἔργῳ σοφίας·
33又能刻宝石,可以镶嵌,能雕刻木头,能做各样的巧工。
34καὶ προβιβάσαι γε ἔδωκεν ἐν τῇ διανοίᾳ αὐτῷ τε καὶ τῷ Ἐλιὰβ τῷ τοῦ Ἀχισαμάχ, ἐκ φυλῆς Δάν.
34耶和华又使他,和 但 支派中 亚希撒抹 的儿子 亚何利亚伯 ,心里灵明,能教导人。
35καὶ ἐνέπλησεν αὐτοὺς σοφίας, συνέσεως, διανοίας, πάντα συνιέναι ποιῆσαι τὰ ἔργα τοῦ ἁγίου καὶ τὰ ὑφαντὰ καὶ ποικιλτὰ ὑφᾶναι τῷ κοκκίνῳ καὶ τῇ βύσσῳ, ποιεῖν πᾶν ἔργον ἀρχιτεκτονίας ποικιλίας.
35耶和华使他们的心满有智慧,能做各样的工,无论是雕刻的工,巧匠的工,用蓝色、紫色、朱红色 线 ,和细麻、绣花的工,并机匠的工,他们都能做,也能想出奇巧的工。
Tip: use the ← and → keys to turn chapters.