ΞΟΔΟΣ
Chapter 16
Septuagint (Greek Old Te…
vs Chinese Union Vers…
Aa
Text size
Line width
Verse numbers
Septuagint (Greek Old Testament), second edition
Chinese Union Version, punctuated (Simplified)
1ΑΠ…ΡΑΝ δὲ ἐξ Αἰλεὶμ καὶ ἤλθοσαν πᾶσα συναγωγὴ υἱῶν Ἰσραὴλ εἰς τὴν ἔρημον Σίν, ὅ ἐστιν ἀνὰ μέσον Αἰλεὶμ καὶ ἀνὰ μέσον Σινά. τῇ δὲ πεντεκαιδεκάτῃ ἡμέρᾳ τῷ μηνὶ τῷ δευτέρῳ ἐξεληλυθότων αὐτῶν ἐκ γῆς Αἰγύπτου,
1以色列 全会众从 以琳 起行,在出 埃及 后第二个月十五日到了 以琳 和 西奈 中间、 汛 的旷野。
2διεγόγγυζε πᾶσα συναγωγὴ υἱῶν Ἰσραὴλ ἐπὶ Μωυσῆν καὶ Ἀαρών,
2以色列 全会众在旷野向 摩西 、 亚伦 发怨言,
3καὶ εἶπαν πρὸς αὐτοὺς οἱ υἱοὶ Ἰσραήλ· ὄφελον ἀπεθάνομεν πληγέντες ὑπὸ Κυρίου ἐν γῇ Αἰγύπτῳ, ὅταν ἐκαθίσαμεν ἐπὶ τῶν λεβήτων τῶν κρεῶν καὶ ἠσθίομεν ἄρτους εἰς πλησμονήν· ὅτι ἐξήγαγε ἡμᾶς εἰς τὴν ἔρημον ταύτην ἀποκτεῖναι πᾶσαν τὴν συναγωγὴν ταύτην ἐν λιμῷ.
3说:「巴不得我们早死在 埃及 地、耶和华的手下;那时我们坐在肉锅旁边,吃得饱足。你们将我们领出来,到这旷野,是要叫这全会众都饿死啊!」
4εἶπε δὲ Κύριος πρὸς Μωυσῆν· ἰδοὺ ἐγὼ ὕω ὑμῖν ἄρτους ἐκ τοῦ οὐρανοῦ, καὶ ἐξελεύσεται ὁ λαὸς καὶ συλλέξουσι τὸ τῆς ἡμέρας εἰς ἡμέραν, ὅπως πειράσω αὐτούς, εἰ πορεύσονται τῷ νόμῳ μου ἢ οὔ·
4耶和华对 摩西 说:「我要将粮食从天降给你们。百姓可以出去,每天收每天的分,我好试验他们遵不遵我的法度。
5καὶ ἔσται ἐν τῇ ἡμέρᾳ τῇ ἕκτῃ καὶ ἑτοιμάσουσιν ὃ ἂν εἰσενέγκωσι, καὶ ἔσται διπλοῦν ὃ ἐὰν συναγάγωσι τὸ καθ᾿ ἡμέραν εἰς ἡμέραν.
5到第六天,他们要把所收进来的预备好了,比每天所收的多一倍。」
6καὶ εἶπε Μωυσῆς καὶ Ἀαρὼν πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ἰσραήλ· ἑσπέρας γνώσεσθε ὅτι Κύριος ἐξήγαγεν ὑμᾶς ἐκ γῆς Αἰγύπτου,
6摩西 、 亚伦 对 以色列 众人说:「到了晚上,你们要知道是耶和华将你们从 埃及 地领出来的。
7καὶ πρωΐ ὄψεσθε τὴν δόξαν Κυρίου ἐν τῷ εἰσακοῦσαι τὸν γογγυσμὸν ὑμῶν ἐπὶ τῷ Θεῷ· ἡμεῖς δὲ τί ἐσμεν ὅτι διαγογγύζετε καθ᾿ ἡμῶν;
7早晨,你们要看见耶和华的荣耀,因为耶和华听见你们向他所发的怨言了。我们算什么,你们竟向我们发怨言呢?」
8καὶ εἶπε Μωυσῆς· ἐν τῷ διδόναι Κύριον ὑμῖν ἑσπέρας κρέα φαγεῖν καὶ ἄρτους τὸ πρωΐ εἰς πλησμονὴν διὰ τὸ εἰσακοῦσαι Κύριον τὸν γογγυσμὸν ὑμῶν, ὃν ὑμεῖς διαγογγύζετε καθ᾿ ἡμῶν· ἡμεῖς δὲ τί ἐσμεν; οὐ γὰρ καθ᾿ ἡμῶν ἐστιν ὁ γογγυσμὸς ὑμῶν· ἀλλ᾿ ἢ κατὰ τοῦ Θεοῦ.
8摩西 又说:「耶和华晚上必给你们肉吃,早晨必给你们食物得饱;因为你们向耶和华发的怨言,他都听见了。我们算什么,你们的怨言不是向我们发的,乃是向耶和华发的。」
9εἶπε δὲ Μωυσῆς πρὸς Ἀαρών· εἰπὸν πάσῃ συναγωγῇ υἱῶν Ἰσραήλ· προσέλθετε ἐναντίον τοῦ Θεοῦ· εἰσακήκοε γὰρ τὸν γογγυσμὸν ὑμῶν.
9摩西 对 亚伦 说:「你告诉 以色列 全会众说:『你们就近耶和华面前,因为他已经听见你们的怨言了。』」
10ἡνίκα δὲ ἐλάλει Ἀαρὼν πάσῃ συναγωγῇ υἱῶν Ἰσραήλ, καὶ ἐπεστράφησαν εἰς τὴν ἔρημον, καὶ ἡ δόξα Κυρίου ὤφθη ἐν νεφέλῃ.
10亚伦 正对 以色列 全会众说话的时候,他们向旷野观看,不料,耶和华的荣光在云中显现。
11καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·
11耶和华晓谕 摩西 说:
12εἰσακήκοα τὸν γογγυσμὸν τῶν υἱῶν Ἰσραήλ· λάλησον πρὸς αὐτοὺς λέγων· τὸ πρὸς ἑσπέραν ἔδεσθε κρέα καὶ τὸ πρωΐ πλησθήσεσθε ἄρτων· καὶ γνώσεσθε ὅτι ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν.
12「我已经听见 以色列 人的怨言。你告诉他们说:『到黄昏的时候,你们要吃肉,早晨必有食物得饱,你们就知道我是耶和华—你们的 神。』」
13ἐγένετο δὲ ἑσπέρα, καὶ ἀνέβη ὀρτυγομήτρα καὶ ἐκάλυψε τὴν παρεμβολήν· τὸ πρωΐ ἐγένετο καταπαυομένης τῆς δρόσου κύκλῳ τῆς παρεμβολῆς
13到了晚上,有鹌鹑飞来,遮满了营;早晨在营四围的地上有露水。
14καὶ ἰδοὺ ἐπὶ πρόσωπον τῆς ἐρήμου λεπτὸν ὡσεὶ κόριον λευκόν, ὡσεὶ πάγος ἐπὶ τῆς γῆς.
14露水上升之后,不料,野地面上有如白霜的小圆物。
15ἰδόντες δὲ αὐτὸ οἱ υἱοὶ Ἰσραὴλ εἶπαν ἕτερος τῷ ἑτέρῳ· τί ἐστι τοῦτο; οὐ γὰρ ᾔδεισαν, τί ἦν. εἶπε δὲ Μωυσῆς αὐτοῖς· οὗτος ὁ ἄρτος, ὃν ἔδωκε Κύριος ὑμῖν φαγεῖν·
15以色列 人看见,不知道是什么,就彼此对问说:「这是什么呢?」 摩西 对他们说:「这就是耶和华给你们吃的食物。
16τοῦτο τὸ ρῆμα ὃ συνέταξε Κύριος· συναγάγετε ἀπ᾿ αὐτοῦ ἕκαστος εἰς τοὺς καθήκοντας, γομὸρ κατὰ κεφαλὴν κατὰ ἀριθμὸν ψυχῶν ὑμῶν, ἕκαστος σὺν τοῖς συσκηνίοις ὑμῶν συλλέξατε.
16耶和华所吩咐的是这样:你们要按着各人的饭量,为帐棚里的人,按着人数收起来,各拿一俄梅珥。」
17ἐποίησαν δὲ οὕτως οἱ υἱοὶ Ἰσραὴλ καὶ συνέλεξαν ὁ τὸ πολὺ καὶ ὁ τὸ ἔλαττον.
17以色列 人就这样行;有多收的,有少收的。
18καὶ μετρήσαντες γομόρ, οὐκ ἐπλεόνασεν ὁ τὸ πολύ, καὶ ὁ τὸ ἔλαττον οὐκ ἠλαττόνησεν· ἕκαστος εἰς τοὺς καθήκοντας παρ᾿ ἑαυτῷ συνέλεξαν.
18及至用俄梅珥量一量,多收的也没有余,少收的也没有缺;各人按着自己的饭量收取。
19εἶπε δὲ Μωυσῆς πρὸς αὐτούς· μηδεὶς καταλειπέτω ἀπ᾿ αὐτοῦ εἰς τὸ πρωΐ.
19摩西 对他们说:「所收的,不许什么人留到早晨。」
20καὶ οὐκ εἰσήκουσαν Μωυσῇ, ἀλλὰ κατέλιπόν τινες ἀπ᾿ αὐτοῦ εἰς τὸ πρωΐ· καὶ ἐξέζεσε σκώληκας καὶ ἐπώζεσε· καὶ ἐπικράνθη ἐπ᾿ αὐτοῖς Μωυσῆς.
20然而他们不听 摩西 的话,内中有留到早晨的,就生虫变臭了; 摩西 便向他们发怒。
21καὶ συνέλεξαν αὐτὸ πρωΐ πρωΐ, ἕκαστος τὸ καθῆκον αὐτῷ· ἡνίκα δὲ διεθέρμαινεν ὁ ἥλιος, ἐτήκετο.
21他们每日早晨,按着各人的饭量收取,日头一发热,就消化了。
22ἐγένετο δὲ τῇ ἡμέρᾳ τῇ ἕκτῃ, συνέλεξαν τὰ δέοντα διπλᾶ, δύο γομὸρ τῷ ἑνί· εἰσήλθοσαν δὲ πάντες οἱ ἄρχοντες τῆς συναγωγῆς καὶ ἀνήγγειλαν Μωυσῇ·
22到第六天,他们收了双倍的食物,每人两俄梅珥。会众的官长来告诉 摩西 ;
23εἶπε δὲ Μωυσῆς πρὸς αὐτούς· οὐ τοῦτο τὸ ρῆμά ἐστιν, ὃ ἐλάλησε Κύριος; σάββατα ἀνάπαυσις ἁγία τῷ Κυρίῳ αὔριον· ὅσα ἐὰν πέσσητε, πέσσετε, καὶ ὅσα ἐὰν ἕψητε, ἕψετε· καὶ πᾶν τὸ πλεονάζον καταλείπετε αὐτὸ εἰς ἀποθήκην εἰς τὸ πρωΐ.
23摩西 对他们说:「耶和华这样说:『明天是圣安息日,是向耶和华守的圣安息日。你们要烤的就烤了,要煮的就煮了,所剩下的都留到早晨。』」
24καὶ κατελίποσαν ἀπ᾿ αὐτοῦ εἰς τὸ πρωΐ, καθὼς συνέταξεν αὐτοῖς Μωυσῆς· καὶ οὐκ ἐπώζεσεν, οὐδὲ σκώληξ ἐγένετο ἐν αὐτῷ.
24他们就照 摩西 的吩咐留到早晨,也不臭,里头也没有虫子。
25εἶπε δὲ Μωυσῆς· φάγετε σήμερον, ἔστι γὰρ σάββατα σήμερον τῷ Κυρίῳ· οὐχ εὑρεθήσεται ἐν τῷ πεδίῳ.
25摩西 说:「你们今天吃这个吧!因为今天是向耶和华守的安息日;你们在田野必找不着了。
26ἓξ ἡμέρας συλλέξετε· τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ σάββατα, ὅτι οὐκ ἔσται ἐν αὐτῇ.
26六天可以收取,第七天乃是安息日,那一天必没有了。」
27ἐγένετο δὲ ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἐξήλθοσάν τινες ἐκ τοῦ λαοῦ συλλέξαι καὶ οὐχ εὗρον.
27第七天,百姓中有人出去收,什么也找不着。
28εἶπε δὲ Κύριος πρὸς Μωυσῆν· ἕως τίνος οὐ βούλεσθε εἰσακούειν τὰς ἐντολάς μου καὶ τὸν νόμον μου;
28耶和华对 摩西 说:「你们不肯守我的诫命和律法,要到几时呢?
29ἴδετε, ὁ γὰρ Κύριος ἔδωκεν ὑμῖν σάββατα τὴν ἡμέραν ταύτην· διὰ τοῦτο αὐτὸς ἔδωκεν ὑμῖν τῇ ἡμέρᾳ τῇ ἕκτῃ ἄρτους δύο ἡμερῶν· καθήσεσθε ἕκαστος εἰς τοὺς οἴκους ὑμῶν, μηδεὶς ἐκπορευέσθω ἐκ τοῦ τόπου αὐτοῦ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ.
29你们看!耶和华既将安息日赐给你们,所以第六天他赐给你们两天的食物,第七天各人要住在自己的地方,不许什么人出去。」
30καὶ ἐσαββάτισεν ὁ λαὸς τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ.
30于是百姓第七天安息了。
31καὶ ἐπωνόμασαν οἱ υἱοὶ Ἰσραὴλ τὸ ὄνομα αὐτοῦ, μάν· ἦν δὲ ὡσεὶ σπέρμα κορίου λευκόν, τὸ δὲ γεῦμα αὐτοῦ ὡς ἐγκρὶς ἐν μέλιτι.
31这食物, 以色列 家叫吗哪;样子像芫荽子,颜色是白的,滋味如同搀蜜的薄饼。
32εἶπε δὲ Μωυσῆς· τοῦτο τὸ ρῆμα, ὃ συνέταξε Κύριος· πλήσατε τὸ γομὸρ τοῦ μὰν εἰς ἀποθήκην εἰς τὰς γενεὰς ὑμῶν, ἵνα ἴδωσι τὸν ἄρτον, ὃν ἐφάγετε ὑμεῖς ἐν τῇ ἐρήμῳ, ὡς ἐξήγαγεν ὑμᾶς Κύριος ἐκ γῆς Αἰγύπτου.
32摩西 说:「耶和华所吩咐的是这样:『要将一满俄梅珥吗哪留到世世代代,使后人可以看见我当日将你们领出 埃及 地,在旷野所给你们吃的食物。』」
33καὶ εἶπε Μωυσῆς πρὸς Ἀαρών· λάβε στάμνον χρυσοῦν ἕνα καὶ ἔμβαλε εἰς αὐτὸν πλῆρες τὸ γομὸρ τοῦ μὰν καὶ ἀποθήσεις αὐτὸ ἐναντίον τοῦ Θεοῦ εἰς διατήρησιν εἰς τὰς γενεὰς ὑμῶν.
33摩西 对 亚伦 说:「你拿一个罐子,盛一满俄梅珥吗哪,存在耶和华面前,要留到世世代代。」
34ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ, καὶ ἀπέθηκεν Ἀαρὼν ἐναντίον τοῦ μαρτυρίου εἰς διατήρησιν.
34耶和华怎么吩咐 摩西 , 亚伦 就怎么行,把吗哪放在法 柜 前存留。
35οἱ δὲ υἱοὶ Ἰσραὴλ ἔφαγον τὸ μὰν ἔτη τεσσαράκοντα, ἕως ἦλθον εἰς γῆν οἰκουμένην· ἐφάγοσαν τὸ μάν, ἕως παρεγένοντο εἰς μέρος τῆς Φοινίκης.
35以色列 人吃吗哪共四十年,直到进了有人居住之地,就是 迦南 的境界。(
36τὸ δὲ γομὸρ τὸ δέκατον τῶν τριῶν μέτρων ἦν.
36俄梅珥就是伊法十分之一。)

Tip: use the ← and → keys to turn chapters.