ΞΟΔΟΣ
Chapter 30
Septuagint (Greek Old Te…
vs Chinese Union Vers…
Aa
Text size
Line width
Verse numbers
Septuagint (Greek Old Testament), second edition
Chinese Union Version, punctuated (Simplified)
1ΚΑΙ ποιήσεις θυσιαστήριον θυμιάματος ἐκ ξύλων ἀσήπτων·
1「你要用皂荚木做一座烧香的坛。
2καὶ ποιήσεις αὐτὸ πήχεως τὸ μῆκος καὶ πήχεως τὸ εὖρος, τετράγωνον ἔσται, καὶ δύο πήχεων τὸ ὕψος· ἐξ αὐτοῦ ἔσται τὰ κέρατα αὐτοῦ.
2这坛要四方的,长一肘,宽一肘,高二肘;坛的四角要与坛接连一块。
3καὶ καταχρυσώσεις αὐτὰ χρυσίῳ καθαρῷ, τὴν ἐσχάραν αὐτοῦ καὶ τοὺς τοίχους αὐτοῦ κύκλῳ καὶ τὰ κέρατα αὐτοῦ, καὶ ποιήσεις αὐτῷ στρεπτὴν στεφάνην χρυσῆν κύκλῳ.
3要用精金把坛的上面与坛的四围,并坛的四角,包裹;又要在坛的四围镶上金牙边。
4καὶ δύο δακτυλίους χρυσοῦς καθαροὺς ποιήσεις ὑπὸ τὴν στρεπτὴν στεφάνην αὐτοῦ, εἰς τὰ δύο κλίτη ποιήσεις ἐν τοῖς δυσὶ πλευροῖς· καὶ ἔσονται ψαλίδες ταῖς σκυτάλαις, ὥστε αἴρειν αὐτὸ ἐν αὐταῖς.
4要做两个金环安在牙子边以下,在坛的两旁,两根横撑上,作为穿杠的用处,以便抬坛。
5καὶ ποιήσεις σκυτάλας ἐκ ξύλων ἀσήπτων καὶ καταχρυσώσεις αὐτὰς χρυσίῳ.
5要用皂荚木做杠,用金包裹。
6καὶ θήσεις αὐτὸ ἀπέναντι τοῦ καταπετάσματος τοῦ ὄντος ἐπὶ τῆς κιβωτοῦ τῶν μαρτυρίων, ἐν οἶς γνωσθήσομαί σοι ἐκεῖθεν.
6要把坛放在法柜前的幔子外,对着法 柜 上的施恩座,就是我要与你相会的地方。
7καὶ θυμιάσει ἀπ᾿ αὐτοῦ Ἀαρὼν θυμίαμα σύνθετον λεπτόν· τὸ πρωΐ πρωΐ, ὅταν ἐπισκευάζῃ τοὺς λύχνους, θυμιάσει ἐπ᾿ αὐτοῦ,
7亚伦 在坛上要烧馨香料做的香;每早晨他收拾灯的时候,要烧这香。
8καὶ ὅταν ἐξάπτῃ Ἀαρὼν τοὺς λύχνους ὀψέ, θυμιάσει ἐπ᾿ αὐτοῦ· θυμίαμα ἐνδελεχισμοῦ διὰ παντὸς ἔναντι Κυρίου εἰς γενεὰς αὐτῶν.
8黄昏点灯的时候,他要在耶和华面前烧这香,作为世世代代常烧的香。
9καὶ οὐκ ἀνοίσεις ἐπ᾿ αὐτοῦ θυμίαμα ἕτερον, κάρπωμα, θυσίαν· καὶ σπονδὴν οὐ σπείσεις ἐπ᾿ αὐτοῦ.
9在这坛上不可奉上异样的香,不可献燔祭、素祭,也不可浇上奠祭。
10καὶ ἐξιλάσεται ἐπ᾿ αὐτοῦ Ἀαρὼν ἐπὶ τῶν κεράτων αὐτοῦ ἅπαξ τοῦ ἐνιαυτοῦ· ἀπὸ τοῦ αἵματος τοῦ καθαρισμοῦ καθαριεῖ αὐτὸ εἰς γενεὰς αὐτῶν· ἅγιον τῶν ἁγίων ἐστὶ Κυρίῳ.
10亚伦 一年一次要在坛的角上行赎罪之礼。他一年一次要用赎罪祭牲的血在坛上行赎罪之礼,作为世世代代的定例。这坛在耶和华面前为至圣。」
11Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·
11耶和华晓谕 摩西 说:
12ἐὰν λάβῃς τὸν συλλογισμὸν τῶν υἱῶν Ἰσραὴλ ἐν τῇ ἐπισκοπῇ αὐτῶν, καὶ δώσουσιν ἕκαστος λύτρα τῆς ψυχῆς αὐτοῦ Κυρίῳ, καὶ οὐκ ἔσται ἐν αὐτοῖς πτῶσις ἐν τῇ ἐπισκοπῇ αὐτῶν.
12「你要按 以色列 人被数的,计算总数,你数的时候,他们各人要为自己的生命把赎价奉给耶和华,免得数的时候在他们中间有灾殃。
13καὶ τοῦτό ἐστιν ὃ δώσουσιν ὅσοι ἂν παραπορεύωνται τὴν ἐπίσκεψιν· τὸ ἥμισυ τοῦ διδράχμου, ὅ ἐστιν κατὰ τὸ δίδραχμον τὸ ἅγιον· εἴκοσιν ὀβολοὶ τὸ δίδραχμον, τὸ δὲ ἥμισυ τοῦ διδράχμου εἰσφορὰ Κυρίῳ.
13凡过去归那些被数之人的,每人要按圣所的平,拿银子半舍客勒;这半舍客勒是奉给耶和华的礼物(一舍客勒是二十季拉)。
14πᾶς ὁ παραπορευόμενος εἰς τὴν ἐπίσκεψιν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, δώσουσι τὴν εἰσφορὰν Κυρίῳ.
14凡过去归那些被数的人,从二十岁以外的,要将这礼物奉给耶和华。
15ὁ πλουτῶν οὐ προσθήσει καὶ ὁ πενόμενος οὐκ ἐλαττονήσει ἀπὸ τοῦ ἡμίσους τοῦ διδράχμου ἐν τῷ διδόναι τὴν εἰσφορὰν Κυρίῳ ἐξιλάσασθαι περὶ τῶν ψυχῶν ὑμῶν.
15他们为赎生命将礼物奉给耶和华,富足的不可多出,贫穷的也不可少出,各人要出半舍客勒。
16καὶ λήψῃ τὸ ἀργύριον τῆς εἰσφορᾶς παρὰ τῶν υἱῶν Ἰσραὴλ καὶ δώσεις αὐτὸ εἰς τὸ κάτεργον τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ ἔσται τοῖς υἱοῖς Ἰσραὴλ μνημόσυνον ἔναντι Κυρίου ἐξιλάσασθαι περὶ τῶν ψυχῶν ὑμῶν.
16你要从 以色列 人收这赎罪银,作为会幕的使用,可以在耶和华面前为 以色列 人作纪念,赎生命。」
17Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·
17耶和华晓谕 摩西 说:
18ποίησον λουτῆρα χαλκοῦν καὶ βάσιν αὐτῷ χαλκῆν, ὥστε νίπτεσθαι· καὶ θήσεις αὐτὸν ἀνὰ μέσον τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ ἀνὰ μέσον τοῦ θυσιαστηρίου καὶ ἐκχεεῖς εἰς αὐτὸν ὕδωρ,
18「你要用铜做洗濯盆和盆座,以便洗濯。要将盆放在会幕和坛的中间,在盆里盛水。
19καὶ νίψεται Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ ἐξ αὐτοῦ τὰς χεῖρας καὶ τοὺς πόδας ὕδατι.
19亚伦 和他的儿子要在这盆里洗手洗脚。
20ὅταν εἰσπορεύωνται εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, νίψονται ὕδατι καὶ οὐ μὴ ἀποθάνωσιν· ἢ ὅταν προσπορεύωνται πρὸς τὸ θυσιαστήριον λειτουργεῖν καὶ ἀναφέρειν τὰ ὁλοκαυτώματα Κυρίῳ,
20他们进会幕,或是就近坛前供职给耶和华献火祭的时候,必用水洗濯,免得死亡。
21νίψονται τὰς χεῖρας καὶ τοὺς πόδας ὕδατι· ὅταν εἰσπορεύωνται εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, νίψονται ὕδατι, ἵνα μὴ ἀποθάνωσι· καὶ ἔσται αὐτοῖς νόμιμον αἰώνιον, αὐτῷ καὶ ταῖς γενεαῖς αὐτοῦ μετ᾿ αὐτόν.
21他们洗手洗脚就免得死亡。这要作 亚伦 和他后裔世世代代永远的定例。」
22καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·
22耶和华晓谕 摩西 说:
23καὶ σὺ λάβε ἡδύσματα, τὸ ἄνθος σμύρνης ἐκλεκτῆς πεντακοσίους σίκλους καὶ κινναμώμου εὐώδους τὸ ἥμισυ τούτου διακοσίους πεντήκοντα καὶ καλάμου εὐώδους διακοσίους πεντήκοντα
23「你要取上品的香料,就是流质的没药五百 舍客勒 ,香肉桂一半,就是二百五十舍客勒,菖蒲二百五十舍客勒,
24καὶ ἴρεως πεντακοσίους σίκλους τοῦ ἁγίου καὶ ἔλαιον ἐξ ἐλαιῶν εἲν
24桂皮五百舍客勒,都按着圣所的平,又取橄榄油一欣,
25καὶ ποιήσεις αὐτὸ ἔλαιον χρῖσμα ἅγιον, μύρον μυρεψικὸν τέχνῃ μυρεψοῦ· ἔλαιον χρῖσμα ἅγιον ἔσται.
25按做香之法调和做成圣膏油。
26καὶ χρίσεις ἐξ αὐτοῦ τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ τὴν κιβωτὸν τῆς σκηνῆς τοῦ μαρτυρίου
26要用这膏油抹会幕和法柜,
27καὶ πάντα τὰ σκεύη αὐτῆς καὶ τὴν λυχνίαν καὶ πάντα τὰ σκεύη αὐτῆς καὶ τὸ θυσιαστήριον τοῦ θυμιάματος
27桌子与桌子的一切器具,灯台和灯台的器具,并香坛、
28καὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων καὶ πάντα αὐτοῦ τὰ σκεύη καὶ τὴν τράπεζαν καὶ πάντα τὰ σκεύη αὐτῆς καὶ τὸν λουτῆρα καὶ τὴν βάσιν αὐτοῦ
28燔祭坛,和坛的一切器具,洗濯盆和盆座。
29καὶ ἁγιάσεις αὐτά, καὶ ἔσται ἅγια τῶν ἁγίων· πᾶς ὁ ἁπτόμενος αὐτῶν ἁγιασθήσεται.
29要使这些物成为圣,好成为至圣;凡挨着的都成为圣。
30καὶ Ἀαρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ χρίσεις καὶ ἁγιάσεις αὐτοὺς ἱερατεύειν μοι.
30要膏 亚伦 和他的儿子,使他们成为圣,可以给我供祭司的职分。
31καὶ τοῖς υἱοῖς Ἰσραὴλ λαλήσεις λέγων· ἔλαιον ἄλειμμα χρίσεως ἅγιον ἔσται τοῦτο ὑμῖν εἰς τὰς γενεὰς ὑμῶν.
31你要对 以色列 人说:『这油,我要世世代代以为圣膏油。
32ἐπὶ σάρκα ἀνθρώπου οὐ χρισθήσεται, καὶ κατὰ τὴν σύνθεσιν ταύτην οὐ ποιήσετε ὑμῖν ἑαυτοῖς ὡσαύτως· ἅγιόν ἐστι καὶ ἁγίασμα ἔσται ὑμῖν.
32不可倒在别人的身上,也不可按这调和之法做与此相似的。这膏油是圣的,你们也要以为圣。
33ὃς ἂν ποιήσῃ ὡσαύτως, καὶ ὃς ἂν δῷ ἀπ᾿ αὐτοῦ ἀλλογενεῖ, ἐξολοθρευθήσεται ἐκ τοῦ λαοῦ αὐτοῦ.
33凡调和与此相似的,或将这膏膏在别人身上的,这人要从民中剪除。』」
34καὶ εἶπε Κύριος πρὸς Μωυσῆν· λάβε σεαυτῷ ἡδύσματα, στακτήν, ὄνυχα, χαλβάνην ἡδυσμοῦ καὶ λίβανον διαφανῆ, ἴσον ἴσῳ ἔσται·
34耶和华吩咐 摩西 说:「你要取馨香的香料,就是拿他弗、施喜列、喜利比拿;这馨香的香料和净乳香各样要一般大的分量。
35καὶ ποιήσουσιν ἐν αὐτῷ θυμίαμα, μυρεψικὸν ἔργον μυρεψοῦ, μεμιγμένον, καθαρόν, ἔργον ἅγιον.
35你要用这些加上盐,按做香之法做成清净圣洁的香。
36καὶ συγκόψεις ἐκ τούτων λεπτὸν καὶ θήσεις ἀπέναντι τῶν μαρτυρίων ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, ὅθεν γνωσθήσομαί σοι ἐκεῖθεν· ἅγιον τῶν ἁγίων ἔσται ὑμῖν.
36这香要取点捣得极细,放在会幕内、法 柜 前,我要在那里与你相会。你们要以这香为至圣。
37θυμίαμα κατὰ τὴν σύνθεσιν ταύτην οὐ ποιήσετε ὑμῖν ἑαυτοῖς· ἁγίασμα ἔσται ὑμῖν Κυρίῳ·
37你们不可按这调和之法为自己做香;要以这香为圣,归耶和华。
38ὃς ἂν ποιήσῃ ὡσαύτως ὥστε ὀσφραίνεσθαι ἐν αὐτῷ, ἀπολεῖται ἐκ τοῦ λαοῦ αὐτοῦ.
38凡做香和这香一样,为要闻香味的,这人要从民中剪除。」

Tip: use the ← and → keys to turn chapters.