耶利米书 21
Chinese Union Version, punctuated (Simplified)
Septuagint (Greek Old Testament), second edition
1耶和华的话临到 耶利米 。那时, 西底家 王打发 玛基雅 的儿子 巴施户珥 和 玛西雅 的儿子祭司 西番雅 去见 耶利米 ,说:
1Ο λόγος ὁ γενόμενος παρὰ Κυρίου πρὸς Ἱερεμίαν, ὅτε ἀπέστειλε πρὸς αὐτὸν ὁ βασιλεὺς Σεδεκίας τὸν Πασχὼρ υἱὸν Μελχίου καὶ Σοφονίαν υἱὸν Μαασαίου τὸν ἱερέα λέγων·
2「请你为我们求问耶和华;因为 巴比伦 王 尼布甲尼撒 来攻击我们,或者耶和华照他一切奇妙的作为待我们,使 巴比伦 王离开我们上去。」
2ἐπερώτησον περὶ ἡμῶν τὸν Κύριον, ὅτι βασιλεὺς Βαβυλῶνος ἐφέστηκεν ἐφ' ἡμᾶς, εἰ ποιήσει Κύριος κατὰ πάντα τὰ θαυμάσια αὐτοῦ, καὶ ἀπελεύσεται ἀφ' ἡμῶν.
3耶利米 对他们说:「你们当对 西底家 这样说:
3καὶ εἶπε πρὸς αὐτοὺς Ἱερεμίας· οὕτως ἐρεῖτε πρὸς Σεδεκίαν βασιλέα Ἰούδα·
4『耶和华— 以色列 的 神如此说:我要使你们手中的兵器,就是你们在城外与 巴比伦 王和围困你们的 迦勒底 人打仗的兵器翻转过来,又要使这些都聚集在这城中。
4τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ μεταστρέψω τὰ ὅπλα τὰ πολεμικά, ἐν οἷς ὑμεῖς πολεμεῖτε ἐν αὐτοῖς πρὸς τοὺς Χαλδαίους τοὺς συγκεκλεικότας ὑμᾶς ἔξωθεν τοῦ τείχους, καὶ συνάξω αὐτοὺς εἰς τὸ μέσον τῆς πόλεως ταύτης
5并且我要在怒气、忿怒,和大恼恨中,用伸出来的手,并大能的膀臂,亲自攻击你们;
5καὶ πολεμήσω ἐγὼ ὑμᾶς ἐν χειρὶ ἐκτεταμένῃ καὶ ἐν βραχίονι κραταιῷ μετὰ θυμοῦ καὶ ὀργῆς μεγάλης
6又要击打这城的居民,连人带牲畜都必遭遇大瘟疫死亡。
6καὶ πατάξω πάντας τοὺς κατοικοῦντας ἐν τῇ πόλει ταύτῃ, τοὺς ἀνθρώπους καί τὰ κτήνη, ἐν θανάτῳ μεγάλῳ, καὶ ἀποθανοῦνται.
7以后我要将 犹大 王 西底家 和他的臣仆百姓,就是在城内,从瘟疫、刀剑、饥荒中剩下的人,都交在 巴比伦 王 尼布甲尼撒 的手中和他们仇敌,并寻索其命的人手中。 巴比伦 王必用刀击杀他们,不顾惜,不可怜,不怜悯。这是耶和华说的。』
7καὶ μετὰ ταῦτα οὕτως λέγει Κύριος δώσω τὸν Σεδεκίαν βασιλέα Ἰούδα καὶ τοὺς παῖδας αὐτοῦ καὶ τὸν λαὸν τὸν καταλειφθέντα ἐν τῇ πόλει ταύτῃ ἀπὸ τοῦ θανάτου καὶ ἀπὸ τοῦ λιμοῦ καὶ ἀπὸ τῆς μαχαίρας εἰς χεῖρας ἐχθρῶν αὐτῶν τῶν ζητούντων τὰς ψυχὰς αὐτῶν, καὶ κατακόψουσιν αὐτοὺς ἐν στόματι μαχαίρας· οὐ φείσομαι ἐπ' αὐτοῖς καὶ οὐ μὴ οἰκτειρήσω αὐτούς.
8「你要对这百姓说:『耶和华如此说:看哪,我将生命的路和死亡的路摆在你们面前。
8καὶ πρὸς τὸν λαὸν τοῦτον ἐρεῖς· τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ δέδωκα πρὸ προσώπου ὑμῶν τὴν ὁδὸν τῆς ζωῆς καὶ τὴν ὁδὸν τοῦ θανάτου·
9住在这城里的必遭刀剑、饥荒、瘟疫而死;但出去归降围困你们 迦勒底 人的必得存活,要以自己的命为掠物。
9ὁ καθήμενος ἐν τῇ πόλει ταύτῃ ἀποθανεῖται ἐν μαχαίρᾳ καὶ ἐν λιμῷ, καὶ ὁ ἐκπορευόμενος προσχωρῆσαι πρὸς τοὺς Χαλδαίους τοὺς συγκεκλεικότας ὑμᾶς ζήσεται, καὶ ἔσται ἡ ψυχὴ αὐτοῦ εἰς σκῦλα, καὶ ζήσεται.
10耶和华说:我向这城变脸,降祸不降福;这城必交在 巴比伦 王的手中,他必用火焚烧。』」
10διότι ἐστήρικα τὸ πρόσωπόν μου ἐπὶ τὴν πόλιν ταύτην εἰς κακὰ καὶ οὐκ εἰς ἀγαθά· εἰς χεῖρας βασιλέως Βαβυλῶνος παραδοθήσεται, καὶ κατακαύσει αὐτήν ἐν πυρί.
11「至于 犹大 王的家,你们当听耶和华的话。
11ὁ οἶκος βασιλέως Ἰούδα, ἀκούσατε λόγον Κυρίου·
12大卫 家啊,耶和华如此说: 你们每早晨要施行公平, 拯救被抢夺的脱离欺压人的手, 恐怕我的忿怒因你们的恶行发作, 如火着起,甚至无人能以熄灭。
12οἶκος Δαυίδ, τάδε λέγει Κύριος· κρίνατε πρωΐ κρίμα καὶ κατευθύνατε καὶ ἐξέλεσθε διηρπασμένον ἐκ χειρὸς ἀδικοῦντος αὐτόν, ὅπως μὴ ἀναφθῇ ὡς πῦρ ἡ ὀργή μου καὶ καυθήσεται, καὶ οὐκ ἔσται ὁ σβέσων.
13耶和华说:住山谷和平原磐石上的居民, 你们说:谁能下来攻击我们? 谁能进入我们的住处呢? 看哪,我与你们为敌。
13ἰδοὺ ἐγὼ πρός σε τὸν κατοικοῦντα τὴν κοιλάδα Σόρ, τὴν πεδεινήν, τοὺς λέγοντας· τίς πτοήσει ἡμᾶς; ἢ τίς εἰσελεύσεται πρὸς τὸ κατοικητήριον ἡμῶν;
14耶和华又说: 我必按你们做事的结果刑罚你们; 我也必使火在 耶路撒冷 的林中着起, 将她四围所有的尽行烧灭。」
14καὶ ἀνάψω πῦρ ἐν τῷ δρυμῷ αὐτῆς, καὶ ἔδεται πάντα τὰ κύκλῳ αὐτῆς.
Tip: use the ← and → keys to turn chapters.