耶利米书 6
Chinese Union Version, punctuated (Simplified)
Septuagint (Greek Old Testament), second edition
1便雅悯 人哪,你们要逃出 耶路撒冷 , 在 提哥亚 吹角, 在 伯·哈基琳 立号旗; 因为有灾祸与大毁灭从北方张望。
1ΕΝΙΣΧΥΣΑΤΕ, υἱοὶ Βενιαμίν, ἐκ μέσου τῆς Ἱερουσαλὴμ καὶ ἐν Θεκουὲ σημάνατε σάλπιγγι καὶ ὑπὲρ Βαιθαχαρμὰ ἄρατε σημεῖον, ὅτι κακὰ ἐκκέκυφεν ἀπὸ βορρᾶ, καὶ συντριβὴ μεγάλη γίνεται,
2那秀美娇嫩的 锡安 女子, 我必剪除。
2καὶ ἀφαιρεθήσεται τὸ ὕψος σου, θύγατερ Σιών.
3牧人必引他们的羊群到她那里, 在她周围支搭帐棚, 各在自己 所占 之地 使羊 吃草。
3εἰς αὐτὴν ἥξουσι ποιμένες καὶ τὰ ποίμνια αὐτῶν καὶ πήξουσιν ἐπ' αὐτὴν σκηνὰς κύκλῳ καὶ ποιμανοῦσιν ἕκαστος τῇ χειρὶ αὐτοῦ.
4你们要准备攻击她。 起来吧,我们可以趁午时上去。 哀哉!日已渐斜, 晚影拖长了。
4παρασκευάσασθε ἐπ' αὐτὴν εἰς πόλεμον, ἀνάστητε καὶ ἀναβῶμεν ἐπ' αὐτὴν μεσημβρίας· οὐαὶ ἡμῖν, ὅτι κέκλικεν ἡ ἡμέρα, ὅτι ἐκλείπουσιν αἱ σκιαὶ τῆς ἑσπέρας.
5起来吧,我们夜间上去, 毁坏她的宫殿。
5ἀνάστητε καὶ ἀναβῶμεν ἐπ' αὐτὴν νυκτὶ καὶ διαφθείρωμεν τὰ θεμέλια αὐτῆς.
6因为万军之耶和华如此说: 你们要砍伐树木, 筑垒攻打 耶路撒冷 。 这就是那该罚的城, 其中尽是欺压。
6ὅτι τάδε λέγει Κύριος· ἔκκοψον τὰ ξύλα αὐτῆς, ἔκχεον ἐπὶ Ἱερουσαλὴμ δύναμιν· ὦ πόλις ψευδής, ὅλη καταδυναστεία ἐν αὐτῇ.
7井怎样涌出水来, 这城也照样涌出恶来; 在其间常听见有强暴毁灭的事, 病患损伤也常在我面前。
7ὡς ψύχει λάκκος ὕδωρ, οὕτω ψύχει κακία αὐτῆς· ἀσέβεια καὶ ταλαιπωρία ἀκουσθήσεται ἐν αὐτῇ ἐπὶ πρόσωπον αὐτῆς διαπαντός. πόνῳ καὶ μάστιγι
8耶路撒冷 啊,你当受教, 免得我心与你生疏, 免得我使你荒凉, 成为无人居住之地。
8παιδευθήσῃ Ἱερουσαλήμ, μὴ ἀποστῇ ἡ ψυχή μου ἀπὸ σοῦ, μὴ ποιήσω σε ἄβατον γῆν, ἥτις οὐ κατοικηθήσεται.
9万军之耶和华曾如此说: 敌人必掳尽 以色列 剩下的民, 如同摘净葡萄一样。 你要像摘葡萄的人摘了又摘,回手放在筐子里。
9ὅτι τάδε λέγει Κύριος· καλαμᾶσθε, καλαμᾶσθε ὡς ἄμπελον τὰ κατάλοιπα τοῦ Ἰσραήλ, ἐπιστρέψατε ὡς ὁ τρυγῶν ἐπὶ τὸν κάρταλλον αὐτοῦ.
10现在我可以向谁说话作见证,使他们听呢? 他们的耳朵未受割礼,不能听见。 看哪,耶和华的话他们以为羞辱, 不以为喜悦。
10πρὸς τίνα λαλήσω καὶ διαμαρτύρωμαι, καὶ εἰσακούσεται; ἰδοὺ ἀπερίτμητα τὰ ὦτα αὐτῶν, καὶ οὐ δυνήσονται ἀκούειν· ἰδοὺ τὸ ρῆμα Κυρίου ἐγένετο αὐτοῖς εἰς ὀνειδισμόν, οὐ μὴ βουληθῶσιν αὐτὸ ἀκοῦσαι.
11因此我被耶和华的忿怒充满,难以含忍。 我要倾在街中的孩童和聚会的少年人身上, 连夫带妻, 并年老的与日子满足的都必被擒拿。
11καὶ τὸν θυμόν μου ἔπλησα καὶ ἐπέσχον καὶ οὐ συνετέλεσα αὐτούς. ἐκχεῶ ἐπὶ νήπια ἔξωθεν καὶ ἐπὶ συναγωγὴν νεανίσκων ἅμα, ὅτι ἀνὴρ καὶ γυνὴ συλληφθήσονται, πρεσβύτερος μετὰ πλήρους ἡμερῶν.
12他们的房屋、田地, 和妻子都必转归别人; 我要伸手攻击这地的居民。 这是耶和华说的。
12καὶ μεταστραφήσονται αἱ οἰκίαι αὐτῶν εἰς ἑτέρους, ἀγροὶ καὶ αἱ γυναῖκες αὐτῶν ἐπὶ τὸ αὐτό, ὅτι ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ τοὺς κατοικοῦντας τὴν γῆν ταύτην, λέγει Κύριος.
13因为他们从最小的到至大的都一味地贪婪, 从先知到祭司都行事虚谎。
13ὅτι ἀπὸ μικροῦ αὐτῶν καὶ ἕως μεγάλου πάντες συνετελέσαντο ἄνομα, ἀπὸ ἱερέως καὶ ἕως ψευδοπροφήτου πάντες ἐποίησαν ψευδῆ.
14他们轻轻忽忽地医治我百姓的损伤, 说:平安了!平安了! 其实没有平安。
14καὶ ἰῶντο σύντριμμα τοῦ λαοῦ μου ἐξουθενοῦντες καὶ λέγοντες· εἰρήνη εἰρήνη. καὶ ποῦ ἐστιν εἰρήνη;
15他们行可憎的事知道惭愧吗? 不然,他们毫不惭愧, 也不知羞耻。 因此,他们必在仆倒的人中仆倒; 我向他们讨罪的时候, 他们必致跌倒。 这是耶和华说的。
15κατῃσχύνθησαν, ὅτι ἐξελίποσαν· καὶ οὐδ' ὡς καταισχυνόμενοι κατῃσχύνθησαν καὶ τὴν ἀτιμίαν αὐτῶν οὐκ ἔγνωσαν. διὰ τοῦτο πεσοῦνται ἐν τῇ πτώσει αὐτῶν καὶ ἐν καιρῷ ἐπισκοπῆς ἀπολοῦνται, εἶπε Κύριος.
16耶和华如此说: 你们当站在路上察看, 访问古道, 哪是善道,便行在其间; 这样,你们心里必得安息。 他们却说:我们不行 在其间 。
16τάδε λέγει Κύριος· στῆτε ἐπὶ ταῖς ὁδοῖς καὶ ἴδετε, καὶ ἐρωτήσατε τρίβους Κυρίου αἰωνίους καὶ ἴδετε ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθή, καὶ βαδίζετε ἐν αὐτῇ, καὶ εὑρήσετε ἁγνισμὸν ταῖς ψυχαῖς ὑμῶν. καὶ εἶπαν· οὐ πορευσόμεθα.
17我设立守望的人照管你们, 说 :要听角声。 他们却说:我们不听。
17καθέστακα ἐφ' ὑμᾶς σκοπούς, ἀκούσατε τῆς φωνῆς τῆς σάλπιγγος· καὶ εἶπαν· οὐκ ἀκουσόμεθα.
18列国啊,因此你们当听! 会众啊,要知道他们必遭遇的事。
18διὰ τοῦτο ἤκουσαν τὰ ἔθνη καὶ οἱ ποιμαίνοντες τὰ ποίμνια αὐτῶν.
19地啊,当听! 我必使灾祸临到这百姓, 就是他们意念所结的果子; 因为他们不听从我的言语, 至于我的训诲,他们也厌弃了。
19ἄκουε, γῆ· ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν λαὸν τοῦτον κακά, τὸν καρπὸν ἀποστροφῆς αὐτῶν, ὅτι τῶν λόγων μου οὐ προσέσχον καὶ τὸν νόμον μου ἀπώσαντο.
20从 示巴 出的乳香, 从远方出的菖蒲 奉来给我有何益呢? 你们的燔祭不蒙悦纳; 你们的 平安 祭,我也不喜悦。
20ἱνατί μοι λίβανον ἐκ Σαβὰ φέρετε καὶ κινάμωμον ἐκ γῆς μακρόθεν; τὰ ὁλοκαυτώματα ὑμῶν οὐκ εἰσὶ δεκτά, καὶ αἱ θυσίαι ὑμῶν οὐχ ἥδυνάν μοι.
21所以耶和华如此说: 我要将绊脚石放在这百姓前面。 父亲和儿子要一同跌在其上; 邻舍与朋友也都灭亡。
21διὰ τοῦτο τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ δίδωμι ἐπὶ τὸν λαὸν τοῦτον ἀσθένειαν, καὶ ἀσθενήσουσιν ἐν αὐτῷ πατέρες καὶ υἱοὶ ἅμα, γείτων καὶ ὁ πλησίον αὐτοῦ ἀπολοῦνται.
22耶和华如此说: 看哪,有一种民从北方而来, 并有一大国被激动,从地极来到。
22τάδε λέγει Κύριος· ἰδοὺ λαὸς ἔρχεται ἀπὸ βορρᾶ, καὶ ἔθνη ἐξεγερθήσονται ἀπ' ἐσχάτου τῆς γῆς·
23他们拿弓和枪, 性情残忍,不施怜悯; 他们的声音像海浪匉訇。 锡安 城啊, 他们骑马都摆队伍, 如上战场的人要攻击你。
23τόξον καὶ ζιβύνην κρατήσουσιν, ἰταμός ἐστι καὶ οὐκ ἐλεήσει, φωνὴ αὐτοῦ ὡς θάλασσα κυμαίνουσα, ἐφ' ἵπποις καὶ ἅρμασι παρατάξεται ὡς πῦρ εἰς πόλεμον πρὸς σέ, θύγατερ Σιών.
24我们听见他们的风声,手就发软; 痛苦将我们抓住, 疼痛仿佛产难的妇人。
24ἠκούσαμεν τὴν ἀκοὴν αὐτῶν, παρελύθησαν αἱ χεῖρες ἡμῶν, θλίψις κατέσχεν ἡμᾶς, ὠδῖνες ὡς τικτούσης.
25你们不要往田野去, 也不要行在路上, 因四围有仇敌的刀剑和惊吓。
25μὴ ἐκπορεύεσθε εἰς ἀγρὸν καὶ ἐν ταῖς ὁδοῖς μὴ βαδίζετε, ὅτι ρομφαία τῶν ἐχθρῶν παροικεῖ κυκλόθεν.
26我民哪,应当腰束麻布,滚在灰中。 你要悲伤,如丧独生子痛痛哭号, 因为灭命的要忽然临到我们。
26θύγατερ λαοῦ μου, περίζωσαι σάκκον, κατάπασσε ἐν σποδῷ, πένθος ἀγαπητοῦ ποίησαι σεαυτῇ, κοπετὸν οἰκτρόν, ὅτι ἐξαίφνης ἥξει ταλαιπωρία ἐφ' ὑμᾶς.
27我使你在我民中为高台,为保障, 使你知道试验他们的行动。
27δοκιμαστὴν δέδωκά σε ἐν λαοῖς δεδοκιμασμένοις, καὶ γνώσῃ με ἐν τῷ δοκιμάσαι με τὴν ὁδὸν αὐτῶν·
28他们都是极悖逆的, 往来谗谤人。 他们是铜是铁, 都行坏事。
28πάντες ἀνήκοοι, πορευόμενοι σκολιῶς, χαλκὸς καὶ σίδηρος, πάντες διεφθαρμένοι εἰσίν.
29风箱吹火,铅被烧毁; 他们炼而又炼,终是徒然; 因为恶劣的还未除掉。
29ἐξέλιπε φυσητὴρ ἀπὸ πυρός, ἐξέλιπε μόλυβδος· εἰς κενὸν ἀργυροκόπος ἀργυροκοπεῖ, πονηρία αὐτῶν οὐκ ἐτάκη.
30人必称他们为被弃的银渣, 因为耶和华已经弃掉他们。
30ἀργύριον ἀποδεδοκιμασμένον καλέσατε αὐτούς, ὅτι ἀπεδοκίμασεν αὐτοὺς Κύριος.
Tip: use the ← and → keys to turn chapters.