耶利米书 2
Chinese Union Version, punctuated (Simplified)
Septuagint (Greek Old Testament), second edition
1耶和华的话临到我说:
1ΚΑΙ εἶπε· τάδε λέγει Κύριος· ἐμνήσθην ἐλέους νεότητός σου καὶ ἀγάπης τελειώσεώς σου τοῦ ἐξακολουθῆσαί σε τῷ ἁγίῳ Ἰσραήλ, λέγει Κύριος
2「你去向 耶路撒冷 人的耳中喊叫说,耶和华如此说: 你幼年的恩爱, 婚姻的爱情, 你怎样在旷野, 在未曾耕种之地跟随我, 我都记得。
no verse 2 in this text
3那时 以色列 归耶和华为圣, 作为土产初熟的果子; 凡吞吃它的必算为有罪, 灾祸必临到他们。 这是耶和华说的。
3ἅγιος Ἰσραήλ· τῷ Κυρίῳ ἀρχὴ γεννημάτων αὐτοῦ· πάντες οἱ ἔσθοντες αὐτὸν πλημμελήσουσι, κακὰ ἥξει ἐπ' αὐτούς, φησὶ Κύριος.
4雅各 家、 以色列 家的各族啊,你们当听耶和华的话。
4ἀκούσατε λόγον Κυρίου, οἶκος Ἰακώβ, καὶ πᾶσα πατριὰ οἴκου Ἰσραήλ.
5耶和华如此说: 你们的列祖见我有什么不义, 竟远离我,随从虚无的神, 自己成为虚妄的呢?
5τάδε λέγει Κύριος· τί εὕροσαν οἱ πατέρες ὑμῶν ἐν ἐμοὶ πλημμέλημα, ὅτι ἀπέστησαν μακρὰν ἀπ' ἐμοῦ καὶ ἐπορεύθησαν ὀπίσω τῶν ματαίων καὶ ἐματαιώθησαν;
6他们也不说: 那领我们从 埃及 地上来, 引导我们经过旷野, 沙漠有深坑之地, 和干旱死荫、无人经过、 无人居住之地的耶和华在哪里呢?
6καὶ οὐκ εἶπαν· ποῦ ἐστι Κύριος ὁ ἀναγαγὼν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, ὁ καθοδηγήσας ἡμᾶς ἐν τῇ ἐρήμῳ, ἐν γῇ ἀπείρῳ καὶ ἀβάτῳ, ἐν γῇ ἀνύδρῳ καὶ ἀκάρπῳ, ἐν γῇ, ᾗ οὐ διώδευσεν ἐν αὐτῇ ἀνὴρ οὐθὲν καὶ οὐ κατῴκησεν ἐκεῖ υἱὸς ἀνθρώπου;
7我领你们进入肥美之地, 使你们得吃其中的果子和美物; 但你们进入的时候就玷污我的地, 使我的产业成为可憎的。
7καὶ ἤγαγον ὑμᾶς εἰς τὸν Κάρμηλον τοῦ φαγεῖν ὑμᾶς τοὺς καρποὺς αὐτοῦ καὶ τὰ ἀγαθὰ αὐτοῦ· καὶ εἰσήλθατε καὶ ἐμιάνατε τὴν γῆν μου καὶ τὴν κληρονομίαν μου ἔθεσθε εἰς βδέλυγμα.
8祭司都不说,耶和华在哪里呢? 传讲律法的都不认识我。 官长违背我; 先知借 巴力 说预言, 随从无益的 神 。
8οἱ ἱερεῖς οὐκ εἶπαν· ποῦ ἐστι Κύριος; καὶ οἱ ἀντεχόμενοι τοῦ νόμου οὐκ ἠπίσταντό με, καὶ οἱ ποιμένες ἠσέβουν εἰς ἐμέ, καὶ οἱ προφῆται ἐπροφήτευον τῇ Βάαλ καὶ ὀπίσω ἀνωφελοῦς ἐπορεύθησαν.
9耶和华说:我因此必与你们争辩, 也必与你们的子孙争辩。
9διὰ τοῦτο ἔτι κριθήσομαι πρὸς ὑμᾶς λέγει Κύριος, καὶ πρὸς τοὺς υἱοὺς τῶν υἱῶν ὑμῶν κριθήσομαι.
10你们且过到 基提 海岛去察看, 打发人往 基达 去留心查考, 看曾有这样的事没有。
10διότι διέλθετε εἰς νήσους Χεττιεὶμ καὶ ἴδετε, καὶ εἰς Κηδὰρ ἀποστείλατε καὶ νοήσατε σφόδρα, καὶ ἴδετε εἰ γέγονε τοιαῦτα.
11岂有一国换了 他的 神吗? 其实这不是神! 但我的百姓将他们的荣耀换了那无益的 神 。
11εἰ ἀλλάξωνται ἔθνη θεοὺς αὐτῶν· καὶ οὗτοι οὐκ εἰσὶ θεοί. ὁ δὲ λαός μου ἠλλάξατο τὴν δόξαν αὐτοῦ, ἐξ ἧς οὐκ ὠφεληθήσονται.
12诸天哪,要因此惊奇, 极其恐慌,甚为凄凉! 这是耶和华说的。
12ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ καὶ ἔφριξεν ἐπὶ πλεῖον σφόδρα, λέγει Κύριος.
13因为我的百姓做了两件恶事, 就是离弃我这活水的泉源, 为自己凿出池子, 是破裂不能存水的池子。
13ὅτι δύο καὶ πονηρὰ ἐποίησεν ὁ λαός μου· ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζωῆς, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσονται ὕδωρ συνέχειν.
14以色列 是仆人吗? 是家中生的 奴仆 吗? 为何成为掠物呢?
14Μὴ δοῦλός ἐστιν Ἰσραὴλ ἢ οἰκογενής ἐστι; διατί εἰς προνομὴν ἐγένετο;
15少壮狮子向他咆哮,大声吼叫, 使他的地荒凉; 城邑也都焚烧,无人居住。
15ἐπ' αὐτὸν ὠρύοντο λέοντες καὶ ἔδωκαν τὴν φωνὴν αὐτῶν, οἳ ἔταξαν τὴν γῆν αὐτοῦ εἰς ἔρημον, καὶ αἱ πόλεις αὐτοῦ κατεσκάφησαν παρὰ τὸ μὴ κατοικεῖσθαι.
16挪弗 人和 答比匿 人也打破你的头顶。
16καὶ υἱοὶ Μέμφεως καὶ Τάφνας ἔγνωσάν σε καὶ κατέπαιζόν σου.
17这事临到你身上,不是你自招的吗? 不是因耶和华—你 神引你行路的时候, 你离弃他吗?
17οὐχὶ ταῦτα ἐποίησέ σοι τὸ καταλιπεῖν σε ἐμέ; λέγει Κύριος ὁ Θεός σου.
18现今你为何在 埃及 路上要喝 西曷 的水呢? 你为何在 亚述 路上要喝大河的水呢?
18καὶ νῦν τί σοι καὶ τῇ ὁδῷ Αἰγύπτου τοῦ πιεῖν ὕδωρ Γηῶν; καὶ τί σοι καὶ τῇ ὁδῷ Ἀσσυρίων τοῦ πιεῖν ὕδωρ ποταμῶν;
19你自己的恶必惩治你; 你背道的事必责备你。 由此可知可见,你离弃耶和华—你的 神, 不存敬畏我的心, 乃为恶事,为苦事。 这是主—万军之耶和华说的。
19παιδεύσει σε ἡ ἀποστασία σου, καὶ ἡ κακία σου ἐλέγξει σε· καὶ γνῶθι καὶ ἰδέ, ὅτι πικρόν σοι τὸ καταλιπεῖν σε ἐμέ, λέγει Κύριος ὁ Θεός σου· καὶ οὐκ εὐδόκησα ἐπὶ σοί, λέγει Κύριος ὁ Θεός σου.
20我在古时折断你的轭,解开你的绳索。 你说:我必不事奉 耶和华 ; 因为你在各高冈上、各青翠树下屈身行淫。
20ὅτι ἀπ' αἰῶνος συνέτριψας τὸν ζυγόν σου, διέσπασας τοὺς δεσμούς σου καὶ εἶπας· οὐ δουλεύσω σοι, ἀλλὰ πορεύσομαι ἐπὶ πάντα βουνὸν ὑψηλὸν καὶ ὑποκάτω παντὸς ξύλου κατασκίου, ἐκεῖ διαχυθήσομαι ἐν τῇ πορνείᾳ μου.
21然而,我栽你是上等的葡萄树, 全然是真种子; 你怎么向我变为外邦葡萄树的坏枝子呢?
21ἐγὼ δὲ ἐφύτευσά σε ἄμπελον καρποφόρον πᾶσαν ἀληθινήν· πῶς ἐστράφης εἰς πικρίαν, ἡ ἄμπελος ἡ ἀλλοτρία;
22你虽用硷、多用肥皂洗濯, 你罪孽的痕迹仍然在我面前显出。 这是主耶和华说的。
22ἐὰν ἀποπλύνῃ ἐν νίτρῳ καὶ πληθύνῃς σεαυτῇ πόαν, κεκηλίδωσαι ἐν ταῖς ἀδικίαις σου ἐναντίον ἐμοῦ, λέγει Κύριος.
23你怎能说: 我没有玷污、没有随从众 巴力 ? 你看你谷中的路,就知道你所行的如何。 你是快行的独峰驼,狂奔乱走。
23πῶς ἐρεῖς· οὐκ ἐμιάνθην καὶ ὀπίσω τῆς Βάαλ οὐκ ἐπορεύθην; ἰδὲ τὰς ὁδούς σου ἐν τῷ πολυανδρίῳ καὶ γνῶθι τί ἐποίησας. ὀψὲ φωνὴ αὐτῆς ὠλόλυξε,
24你是野驴,惯在旷野, 欲心发动就吸风; 起性的时候谁能使它转去呢? 凡寻找它的必不致疲乏; 在它的月分必能寻见。
24τὰς ὁδοὺς αὐτῆς ἐπλάτυνεν ἐφ' ὕδατα ἐρήμου, ἐν ἐπιθυμίαις ψυχῆς αὐτῆς ἐπνευματοφορεῖτο, παρεδόθη· τίς ἐπιστρέψει αὐτήν; πάντες οἱ ζητοῦντες αὐτὴν οὐ κοπιάσουσιν, ἐν τῇ ταπεινώσει αὐτῆς εὑρήσουσιν αὐτήν.
25我 说 :你不要使脚上无鞋, 喉咙干渴。 你倒说:这是枉然。 我喜爱别 神 ,我必随从他们。
25ἀπόστρεψον τὸν πόδα σου ἀπὸ ὁδοῦ τραχείας καὶ τὸν φάρυγγά σου ἀπὸ δίψους. ἡ δὲ εἶπεν· ἀνδριοῦμαι· ὅτι ἠγαπήκει ἀλλοτρίους καὶ ὀπίσω αὐτῶν ἐπορεύετο.
26贼被捉拿,怎样羞愧, 以色列 家和他们的君王、首领、 祭司、先知也都照样羞愧。
26ὡς αἰσχύνη κλέπτου ὅταν ἁλῷ, οὕτως αἰσχυνθήσονται οἱ υἱοὶ Ἰσραήλ, αὐτοὶ καὶ οἱ βασιλεῖς αὐτῶν καὶ οἱ ἄρχοντες αὐτῶν καὶ οἱ ἱερεῖς αὐτῶν καὶ οἱ προφῆται αὐτῶν.
27他们向木头说:你是我的父; 向石头说:你是生我的。 他们以背向我, 不以面向我; 及至遭遇患难的时候却说: 起来拯救我们。
27τῷ ξύλῳ εἶπαν, ὅτι πατήρ μου εἶ σύ, καὶ τῷ λίθῳ· σὺ ἐγέννησάς με, καὶ ἔστρεψαν ἐπ' ἐμὲ νῶτα καὶ οὐ πρόσωπα αὐτῶν· καὶ ἐν τῷ καιρῷ τῶν κακῶν αὐτῶν ἐροῦσιν· ἀνάστα καὶ σῶσον ἡμᾶς.
28你为自己做的神在哪里呢? 你遭遇患难的时候, 叫他们起来拯救你吧! 犹大 啊,你神的数目与你城的数目相等。
28καὶ ποῦ εἰσιν οἱ θεοί σου, οὓς ἐποίησας σεαυτῷ; εἰ ἀναστήσονται καὶ σώσουσί σε ἐν καιρῷ τῆς κακώσεώς σου; ὅτι κατ' ἀριθμὸν τῶν πόλεών σου ἦσαν θεοί σου, Ἰούδα, καὶ κατ' ἀριθμὸν διόδων τῆς Ἱερουσαλὴμ ἔθυον τῇ Βάαλ.
29耶和华说: 你们为何与我争辩呢? 你们都违背了我。
29ἱνατί λαλεῖτε πρός με; πάντες ὑμεῖς ἠσεβήσατε καὶ πάντες ὑμεῖς ἠνομήσατε εἰς ἐμέ, λέγει Κύριος.
30我责打你们的儿女是徒然的, 他们不受惩治。 你们自己的刀吞灭你们的先知, 好像残害的狮子。
30μάτην ἐπάταξα τὰ τέκνα ὑμῶν, παιδείαν οὐκ ἐδέξασθε· μάχαιρα κατέφαγε τοὺς προφήτας ὑμῶν ὡς λέων ὀλοθρεύων, καὶ οὐκ ἐφοβήθητε.
31这世代的人哪, 你们要看明耶和华的话。 我岂向 以色列 作旷野呢? 或作幽暗之地呢? 我的百姓为何说: 我们脱离约束,再不归向你了?
31ἀκούσατε λόγον Κυρίου· τάδε λέγει Κύριος· μὴ ἔρημος ἐγενόμην τῷ Ἰσραὴλ ἢ γῆ κεχερσωμένη; διατί εἶπεν ὁ λαός μου· οὐ κυριευθησόμεθα καὶ οὐχ ἥξομεν πρός σε ἔτι;
32处女岂能忘记她的妆饰呢? 新妇岂能忘记她的美衣呢? 我的百姓却忘记了我无数的日子!
32μὴ ἐπιλήσεται νύμφη τὸν κόσμον αὐτῆς καὶ παρθένος τὴν στηθοδεσμίδα αὐτῆς; ὁ δὲ λαός μου ἐπελάθετό μου ἡμέρας, ὧν οὐκ ἔστιν ἀριθμός.
33你怎么修饰你的道路要求爱情呢? 就是恶劣的妇人你也叫她们行你的路。
33τί ἔτι καλὸν ἐπιτηδεύσεις ἐν ταῖς ὁδοῖς σου τοῦ ζητῆσαι ἀγάπησιν; οὐχ οὕτως· ἀλλὰ καὶ σὺ ἐπονηρεύσω τοῦ μιᾶναι τὰς ὁδούς σου.
34并且你的衣襟上有无辜穷人的血; 你杀他们 并不是遇见他们挖窟窿, 乃是因这一切的事。
34καὶ ἐν ταῖς χερσί σου εὑρέθησαν αἵματα ψυχῶν ἀθώων· οὐκ ἐν διορύγμασιν εὗρον αὐτούς, ἀλλ' ἐπὶ πάσῃ δρυΐ.
35你还说:我无辜; 耶和华的怒气必定向我消了。 看哪,我必审问你; 因你自说:我没有犯罪。
35καὶ εἶπας· ἀθῷός εἰμι, ἀλλὰ ἀποστραφήτω ὁ θυμὸς αὐτοῦ ἀπ' ἐμοῦ. ἰδοὺ ἐγὼ κρίνομαι πρὸς σὲ ἐν τῷ λέγειν σε· οὐχ ἥμαρτον.
36你为何东跑西奔要更换你的路呢? 你必因 埃及 蒙羞, 像从前因 亚述 蒙羞一样。
36τί κατεφρόνησας σφόδρα τοῦ δευτερῶσαι τὰς ὁδούς σου; καὶ ἀπὸ Αἰγύπτου καταισχυνθήσῃ, καθὼς κατῃσχύνθης ἀπὸ Ἀσσούρ.
37你也必两手抱头从 埃及 出来; 因为耶和华已经弃绝你所倚靠的, 你必不因他们得顺利。
37ὅτι καὶ ἐντεῦθεν ἐξελεύσῃ, καὶ αἱ χεῖρές σου ἐπὶ τῆς κεφαλῆς σου· ὅτι ἀπώσατο Κύριος τὴν ἐλπίδα σου, καὶ οὐκ εὐοδωθήσῃ ἐν αὐτῇ.
Tip: use the ← and → keys to turn chapters.