耶利米书 20
Chinese Union Version, punctuated (Simplified)
Septuagint (Greek Old Testament), second edition
1祭司 音麦 的儿子 巴施户珥 作耶和华殿的总管,听见 耶利米 预言这些事,
1ΚΑΙ ἤκουσε Πασχὼρ ὁ υἱὸς Ἐμμὴρ ὁ ἱερεύς καὶ οὗτος ἦν καθεσταμένος ἡγούμενος οἴκου Κυρίου τοῦ Ἱερεμίου προφητεύοντος τοὺς λόγους τούτους.
2他就打先知 耶利米 ,用耶和华殿里 便雅悯 高门内的枷,将他枷在那里。
2καὶ ἐπάταξεν αὐτὸν καὶ ἐνέβαλεν αὐτὸν εἰς τὸν καταρράκτην, ὃς ἦν ἐν πύλῃ οἴκου ἀποτεταγμένου τοῦ ὑπερῴου, ὃς ἦν ἐν οἴκῳ Κυρίου.
3次日, 巴施户珥 将 耶利米 开枷释放。于是 耶利米 对他说:「耶和华不是叫你的名为 巴施户珥 ,乃是叫你 玛歌珥·米撒毕 ,
3καὶ ἐξήγαγε Πασχὼρ τὸν Ἱερεμίαν ἐκ τοῦ καταρράκτου, καὶ εἶπεν αὐτῷ Ἱερεμίας· οὐχὶ Πασχὼρ ἐκάλεσε Κύριος τὸ ὄνομά σου, ἀλλ' ἢ Μέτοικον.
4因耶和华如此说:『我必使你自觉惊吓,你也必使众朋友惊吓;他们必倒在仇敌的刀下,你也必亲眼看见;我必将 犹大 人全交在 巴比伦 王的手中,他要将他们掳到 巴比伦 去,也要用刀将他们杀戮。
4διότι τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ δίδωμί σε εἰς μετοικίαν σὺν πᾶσι τοῖς φίλοις σου, καὶ πεσοῦνται ἐν μαχαίρᾳ ἐχθρῶν αὐτῶν, καὶ οἱ ὀφθαλμοί σου ὄψονται, καὶ σὲ καὶ πάντα Ἰούδαν δώσω εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ μετοικιοῦσιν αὐτοὺς καὶ κατακόψουσιν ἐν μαχαίραις.
5并且我要将这城中的一切货财和劳碌得来的,并一切珍宝,以及 犹大 君王所有的宝物,都交在他们仇敌的手中;仇敌要当作掠物带到 巴比伦 去。
5καὶ δώσω τὴν πᾶσαν ἰσχὺν τῆς πόλεως ταύτης καὶ πάντας τοὺς πόνους αὐτῆς καὶ πάντας τοὺς θησαυροὺς τοῦ βασιλέως Ἰούδα εἰς χεῖρας ἐχθρῶν αὐτοῦ, καὶ ἄξουσιν αὐτοὺς εἰς Βαβυλῶνα.
6你这 巴施户珥 和一切住在你家中的人都必被掳去;你和你的众朋友,就是你向他们说假预言的,都必到 巴比伦 去,要死在那里,葬在那里。』」
6καὶ σὺ καὶ πάντες οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου πορεύσεσθε ἐν αἰχμαλωσίᾳ, καὶ ἐν Βαβυλῶνι ἀποθανῇ καὶ ἐκεῖ ταφήσῃ, σὺ καὶ πάντες οἱ φίλοι σου, οἷς ἐπροφήτευσας αὐτοῖς ψευδῆ.
7耶和华啊,你曾劝导我, 我也听了你的劝导。 你比我有力量,且胜了我。 我终日成为笑话, 人人都戏弄我。
7Ἠπάτησάς με, Κύριε, καὶ ἠπατήθην, ἐκράτησας καὶ ἠδυνάσθης· ἐγενόμην εἰς γέλωτα, πᾶσαν ἡμέραν διετέλεσα μυκτηριζόμενος·
8我每逢讲论的时候,就发出哀声, 我喊叫说:有强暴和毁灭! 因为耶和华的话终日成了我的凌辱、讥刺。
8ὅτι πικρῷ λόγῳ μου γελάσομαι, ἀθεσίαν καὶ ταλαιπωρίαν ἐπικαλέσομαι, ὅτι ἐγενήθη λόγος Κυρίου εἰς ὀνειδισμὸν ἐμοὶ καὶ εἰς χλευασμὸν πᾶσαν ἡμέραν μου.
9我若说:我不再提耶和华, 也不再奉他的名讲论, 我便心里觉得 似乎有烧着的火闭塞在我骨中, 我就含忍不住,不能自禁。
9καὶ εἶπα· οὐ μὴ ὀνομάσω τὸ ὄνομα Κυρίου καὶ οὐ μὴ λαλήσω ἔτι ἐπὶ τῷ ὀνόματι αὐτοῦ. καὶ ἐγένετο ὡς πῦρ καιόμενον φλέγον ἐν τοῖς ὀστέοις μου, καὶ παρεῖμαι πάντοθεν καὶ οὐ δύναμαι φέρειν.
10我听见了许多人的谗谤, 四围都是惊吓; 就是我知己的朋友也都窥探我, 愿我跌倒, 说 : 告他吧,我们也要告他! 或者他被引诱, 我们就能胜他, 在他身上报仇。
10ὅτι ἤκουσα ψόγον πολλῶν συναθροιζομένων κυκλόθεν· ἐπισύστητε καὶ ἐπισυστῶμεν αὐτῷ, πάντες ἄνδρες φίλοι αὐτοῦ· τηρήσατε τὴν ἐπίνοιαν αὐτοῦ, εἰ ἀπατηθήσεται καὶ δυνησόμεθα αὐτῷ καὶ ληψόμεθα τὴν ἐκδίκησιν ἡμῶν ἐξ αὐτοῦ.
11然而,耶和华与我同在, 好像甚可怕的勇士。 因此,逼迫我的必都绊跌, 不能得胜; 他们必大大蒙羞, 就是受永不忘记的羞辱, 因为他们行事没有智慧。
11ὁ δὲ Κύριος μετ' ἐμοῦ καθὼς μαχητὴς ἰσχύων· διὰ τοῦτο ἐδίωξαν καὶ νοῆσαι οὐκ ἠδύναντο· ᾐσχύνθησαν σφόδρα, ὅτι οὐκ ἐνόησαν ἀτιμίας αὐτῶν, αἳ δι' αἰῶνος οὐκ ἐπιλησθήσονται.
12试验义人、察看人肺腑心肠的万军之耶和华啊, 求你容我见你在他们身上报仇, 因我将我的案件向你禀明了。
12Κύριε, δοκιμάζων δίκαια, συνίων νεφροὺς καὶ καρδίας, ἴδοιμι τὴν παρὰ σοῦ ἐκδίκησιν ἐν αὐτοῖς, ὅτι πρὸς σὲ ἀπεκάλυψα τὰ ἀπολογήματά μου.
13你们要向耶和华唱歌; 赞美耶和华! 因他救了穷人的性命脱离恶人的手。
13ᾌσατε τῷ Κυρίῳ, αἰνέσατε αὐτῷ, ὅτι ἐξείλατο ψυχὴν πένητος ἐκ χειρὸς πονηρευομένων.
14愿我生的那日受咒诅; 愿我母亲产我的那日不蒙福!
14Ἐπικατάρατος ἡ ἡμέρα, ἐν ᾗ ἐτέχθην ἐν αὐτῇ· ἡ ἡμέρα, ἐν ᾗ ἔτεκέ με ἡ μήτηρ μου, μὴ ἔστω ἐπευκτή.
15给我父亲报信说「你得了儿子」, 使我父亲甚欢喜的, 愿那人受咒诅。
15ἐπικατάρατος ὁ ἄνθρωπος ὁ εὐαγγελισάμενος τῷ πατρί μου λέγων· ἐτέχθη σοι ἄρσην, εὐφραινόμενος.
16愿那人像耶和华所倾覆而不后悔的城邑; 愿他早晨听见哀声, 晌午听见呐喊;
16ἔστω ὁ ἄνθρωπος ἐκεῖνος ὡς αἱ πόλεις, ἃς κατέστρεψε Κύριος ἐν θυμῷ καὶ οὐ μετεμελήθη· ἀκουσάτω κραυγῆς τῷ πρωΐ καὶ ἀλαλαγμοῦ μεσημβρίας,
17因他在我未出胎的时候不杀我, 使我母亲成了我的坟墓, 胎就时常重大。
17ὅτι οὐκ ἀπέκτεινέ με ἐν μήτρᾳ μητρὸς καὶ ἐγένετό μοι ἡ μήτηρ μου τάφος μου καὶ ἡ μήτρα συλλήψεως αἰωνίας.
18我为何出胎见劳碌愁苦, 使我的年日因羞愧消灭呢?
18ἱνατί τοῦτο ἐξῆλθον ἐκ μήτρας τοῦ βλέπειν κόπους καὶ πόνους, καὶ διετέλεσαν ἐν αἰσχύνῃ αἱ ἡμέραι μου;
Tip: use the ← and → keys to turn chapters.