耶利米书
Chapter 23
Chinese Union Version, p…
vs Septuagint (Greek …
Aa
Text size
Line width
Verse numbers
Chinese Union Version, punctuated (Simplified)
Septuagint (Greek Old Testament), second edition
1耶和华说:「那些残害、赶散我草场之羊的牧人有祸了!」
1Ω οἱ ποιμένες οἱ διασκορπίζοντες καὶ ἀπολλύοντες τὰ πρόβατα τῆς νομῆς μου.
2耶和华— 以色列 的 神斥责那些牧养他百姓的牧人,如此说:「你们赶散我的羊群,并没有看顾他们;我必讨你们这行恶的罪。这是耶和华说的。
2διὰ τοῦτο τάδε λέγει Κύριος ἐπὶ τοὺς ποιμαίνοντας τὸν λαόν μου· ὑμεῖς διεσκορπίσατε τά πρόβατά μου καὶ ἐξώσατε αὐτὰ καὶ οὐκ ἐπεσκέψασθε αὐτά, ἰδοὺ ἐγὼ ἐκδικῶ ἐφ' ὑμᾶς κατὰ τὰ πονηρὰ ἐπιτηδεύματα ὑμῶν·
3我要将我羊群中所余剩的,从我赶他们到的各国内招聚出来,领他们归回本圈;他们也必生养众多。
3καὶ ἐγὼ εἰσδέξομαι τοὺς καταλοίπους τοῦ λαοῦ μου ἐπὶ πάσης τῆς γῆς, οὗ ἔξωσα αὐτοὺς ἐκεῖ, καὶ καταστήσω αὐτοὺς εἰς τὴν νομὴν αὐτῶν, καὶ αὐξηθήσονται καὶ πληθυνθήσονται·
4我必设立照管他们的牧人,牧养他们。他们不再惧怕,不再惊惶,也不缺少一个;这是耶和华说的。」
4καὶ ἀναστήσω αὐτοῖς ποιμένας, οἳ ποιμανοῦσιν αὐτούς, καὶ οὐ φοβηθήσονται ἔτι οὐδὲ πτοηθήσονται, λέγει Κύριος.
5耶和华说:「日子将到,我要给 大卫 兴起一个公义的苗裔;他必掌王权,行事有智慧,在地上施行公平和公义。
5ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἀναστήσω τῷ Δαυὶδ ἀνατολὴν δικαίαν, καὶ βασιλεύσει βασιλεὺς καὶ συνήσει καὶ ποιήσει κρίμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς.
6在他的日子, 犹大 必得救, 以色列 也安然居住。他的名必称为『耶和华—我们的义』。」
6ἐν ταῖς ἡμέραις αὐτοῦ σωθήσεται Ἰούδας, καὶ Ἰσραὴλ κατασκηνώσει πεποιθώς, καὶ τοῦτο τὸ ὄνομα αὐτοῦ, ὃ καλέσει αὐτὸν Κύριος Ἰωσεδέκ.
7耶和华说:「日子将到,人必不再指着那领 以色列 人从 埃及 地上来永生的耶和华起誓,
7Διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ οὐκ ἐροῦσιν ἔτι· ζῇ Κύριος, ὃς ἀνήγαγε τὸν οἶκον Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου,
8却要指着那领 以色列 家的后裔从北方和赶他们到的各国中上来、永生的耶和华起誓。他们必住在本地。」
8ἀλλά· ζῇ Κύριος, ὃς συνήγαγε πᾶν τὸ σπέρμα Ἰσραὴλ ἀπὸ γῆς βορρᾶ καὶ ἀπὸ πασῶν τῶν χωρῶν, οὗ ἔξωσεν αὐτοὺς ἐκεῖ. καὶ ἀποκατέστησεν αὐτοὺς εἰς τὴν γῆν αὐτῶν.
9论到那些先知, 我心在我里面忧伤, 我骨头都发颤; 因耶和华和他的圣言, 我像醉酒的人, 像被酒所胜的人。
9Ἐν τοῖς προφήταις συνετρίβη ἡ καρδία μου, ἐν ἐμοὶ ἐσαλεύθη πάντα τὰ ὀστᾶ μου, ἐγενήθην ὡς ἀνὴρ συντετριμμένος καὶ ὡς ἄνθρωπος συνεχόμενος ἀπὸ οἴνου ἀπὸ προσώπου Κυρίου καὶ ἀπὸ προσώπου εὐπρεπείας δόξης αὐτοῦ.
10地满了行淫的人! 因妄自赌咒,地就悲哀; 旷野的草场都枯干了。 他们所行的道乃是恶的; 他们的勇力使得不正。
10ὅτι ἀπὸ προσώπου τούτων ἐπένθησεν ἡ γῆ, ἐξηράνθησαν αἱ νομαὶ τῆς ἐρήμου, καὶ ἐγένετο ὁ δρόμος αὐτῶν πονηρὸς καὶ ἡ ἰσχὺς αὐτῶν οὐχ οὕτως.
11连先知带祭司都是亵渎的, 就是在我殿中我也看见他们的恶。 这是耶和华说的。
11ὅτι ἱερεὺς καὶ προφήτης ἐμολύνθησαν καὶ ἐν τῷ οἴκῳ μου εἶδον πονηρίας αὐτῶν.
12因此,他们的道路必像黑暗中的滑地, 他们必被追赶,在这路中仆倒; 因为当追讨之年, 我必使灾祸临到他们。 这是耶和华说的。
12διὰ τοῦτο γενέσθω ἡ ὁδὸς αὐτῶν αὐτοῖς εἰς ὀλίσθημα ἐν γνόφῳ, καὶ ὑποσκελισθήσονται καὶ πεσοῦνται ἐν αὐτῇ· διότι ἐπάξω ἐπ' αὐτοὺς κακὰ ἐν ἐνιαυτῷ ἐπισκέψεως αὐτῶν, φησὶ Κύριος.
13我在 撒马利亚 的先知中曾见愚妄; 他们借 巴力 说预言, 使我的百姓 以色列 走错了路。
13καὶ ἐν τοῖς προφήταις Σαμαρείας εἶδον ἀνομήματα· ἐπροφήτευσαν διὰ τῆς Βάαλ καὶ ἐπλάνησαν τὸν λαόν μου Ἰσραήλ.
14我在 耶路撒冷 的先知中曾见可憎恶的事; 他们行奸淫,做事虚妄, 又坚固恶人的手, 甚至无人回头离开他的恶。 他们在我面前都像 所多玛 ; 耶路撒冷 的居民都像 蛾摩拉 。
14καὶ ἐν τοῖς προφήταις Ἱερουσαλὴμ ἑώρακα φρικτά, μοιχωμένους καὶ πορευομένους ἐν ψεύδεσι καὶ ἀντιλαμβανομένους χειρῶν πονηρῶν τοῦ μὴ ἀποστραφῆναι ἕκαστον ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς· ἐγενήθησάν μοι πάντες ὡς Σόδομα καὶ οἱ κατοικοῦντες αὐτὴν ὥσπερ Γόμορρα.
15所以万军之耶和华论到先知如此说: 我必将茵 给他们吃, 又将苦胆水给他们喝; 因为亵渎的事出于 耶路撒冷 的先知,流行遍地。
15διὰ τοῦτο τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ψωμιῶ αὐτοὺς ὀδύνην καὶ ποτιῶ αὐτοὺς ὕδωρ πικρόν, ὅτι ἀπὸ τῶν προφητῶν Ἱερουσαλὴμ ἐξῆλθε μολυσμὸς πάσῃ τῇ γῇ.
16万军之耶和华如此说:「这些先知向你们说预言,你们不要听他们的话。他们以虚空教训你们,所说的异象是出于自己的心,不是出于耶和华的口。
16οὕτως λέγει Κύριος παντοκράτωρ· μὴ ἀκούετε τοὺς λόγους τῶν προφητῶν, ὅτι ματαιοῦσιν ἑαυτοῖς ὅρασιν, ἀπὸ καρδίας αὐτῶν λαλοῦσι καὶ οὐκ ἀπὸ στόματος Κυρίου.
17他们常对藐视我的人说:『耶和华说:你们必享平安』;又对一切按自己顽梗之心而行的人说:『必没有灾祸临到你们。』」
17λέγουσι τοῖς ἀπωθουμένοις τὸν λόγον Κυρίου· εἰρήνη ἔσται ὑμῖν· καὶ πᾶσι τοῖς πορευομένοις τοῖς θελήμασιν αὐτῶν, παντὶ τῷ πορευομένῳ πλάνῃ καρδίας αὐτοῦ εἶπαν· οὐχ ἥξει ἐπὶ σὲ κακά.
18有谁站在耶和华的会中 得以听见并会悟他的话呢? 有谁留心听他的话呢?
18ὅτι τίς ἔστη ἐν ὑποστήματι Κυρίου καὶ εἶδε τὸν λόγον αὐτοῦ; τίς ἠνωτίσατο καὶ ἤκουσεν;
19看哪!耶和华的忿怒 好像暴风,已经发出; 是暴烈的旋风, 必转到恶人的头上。
19ἰδοὺ σεισμὸς παρὰ Κυρίου καὶ ὀργὴ ἐκπορεύεται εἰς συσσεισμόν, συστρεφομένη ἐπὶ τοὺς ἀσεβεῖς ἥξει.
20耶和华的怒气必不转消, 直到他心中所拟定的成就了。 末后的日子你们要全然明白。
20καὶ οὐκ ἔτι ἀποστρέψει ὁ θυμὸς Κυρίου, ἕως ἂν ποιήσῃ αὐτὸ καὶ ἕως ἂν στήσῃ αὐτὸ ἀπὸ ἐγχειρήματος καρδίας αὐτοῦ· ἐπ' ἐσχάτου τῶν ἡμερῶν νοήσουσιν αὐτά.
21我没有打发那些先知, 他们竟自奔跑; 我没有对他们说话, 他们竟自预言。
21οὐκ ἀπέστελλον τοὺς προφήτας, καὶ αὐτοὶ ἔτρεχον· οὐδὲ ἐλάλησα πρὸς αὐτούς, καὶ αὐτοὶ ἐπροφήτευον.
22他们若是站在我的会中, 就必使我的百姓听我的话, 又使他们回头离开恶道和他们所行的恶。
22καὶ εἰ ἔστησαν ἐν τῇ ὑποστάσει μου καὶ εἰ ἤκουσαν τῶν λόγων μου, καὶ τὸν λαόν μου ἂν ἀπέστρεφον αὐτοὺς ἀπὸ τῶν πονηρῶν ἐπιτηδευμάτων αὐτῶν.
23耶和华说:「我岂为近处的 神呢?不也为远处的 神吗?」
23Θεὸς ἐγγίζων ἐγώ εἰμι, λέγει Κύριος, καὶ οὐχὶ Θεὸς πόρρωθεν.
24耶和华说:「人岂能在隐密处藏身,使我看不见他呢?」耶和华说:「我岂不充满天地吗?
24εἰ κρυβήσεταί τις ἐν κρυφαίοις, καὶ ἐγὼ οὐκ ὄψομαι αὐτόν; μὴ οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ; λέγει Κύριος.
25我已听见那些先知所说的,就是托我名说的假预言,他们说:『我做了梦!我做了梦!』
25ἤκουσα ἃ λαλοῦσιν οἱ προφῆται, ἃ προφητεύουσιν ἐπὶ τῷ ὀνόματί μου ψευδῆ λέγοντες· ἠνυπνιασάμην ἐνύπνιον.
26说假预言的先知,就是预言本心诡诈的先知,他们这样存心要到几时呢?
26ἕως πότε ἔσται ἐν καρδίᾳ τῶν προφητῶν τῶν προφητευόντων ψευδῆ καὶ ἐν τῷ προφητεύειν αὐτοὺς τὰ θελήματα τῆς καρδίας αὐτῶν;
27他们各人将所做的梦对邻舍述说,想要使我的百姓忘记我的名,正如他们列祖因 巴力 忘记我的名一样。
27τῶν λογιζομένων τοῦ ἐπιλαθέσθαι τοῦ νόμου μου ἐν τοῖς ἐνυπνίοις αὐτῶν, ἃ διηγοῦντο ἕκαστος τῷ πλησίον αὐτοῦ, καθάπερ ἐπελάθοντο οἱ πατέρες αὐτῶν τοῦ ὀνόματός μου ἐν τῇ Βάαλ;
28得梦的先知可以述说那梦;得我话的人可以诚实讲说我的话。糠秕怎能与麦子比较呢?这是耶和华说的。」
28ὁ προφήτης, ἐν ᾧ τὸ ἐνύπνιόν ἐστι, διηγησάσθω τὸ ἐνύπνιον αὐτοῦ, καὶ ἐν ᾧ ὁ λόγος μου πρὸς αὐτόν, διηγησάσθω τὸν λόγον μου ἐπ' ἀληθείας. τί τὸ ἄχυρον πρὸς τὸν σῖτον; οὕτως οἱ λόγοι μου, λέγει Κύριος.
29耶和华说:「我的话岂不像火,又像能打碎磐石的大锤吗?」
29οὐκ ἰδοὺ οἱ λόγοι μου ὥσπερ πῦρ φλέγον, λέγει Κύριος, καὶ ὡς πέλυξ κόπτων πέτραν;
30耶和华说:「那些先知各从邻舍偷窃我的言语,因此我必与他们反对。」
30ἰδοὺ ἐγὼ διὰ τοῦτο πρὸς τοὺς προφήτας, λέγει Κύριος ὁ Θεός, τοὺς κλέπτοντας τοὺς λόγους μου ἕκαστον παρὰ τοῦ πλησίον αὐτοῦ.
31耶和华说:「那些先知用舌头,说是耶和华说的;我必与他们反对。」
31ἰδοὺ ἐγὼ πρὸς τοὺς προφήτας τοὺς ἐκβάλλοντας προφητείας γλώσσης καὶ νυστάζοντας νυσταγμὸν ἑαυτῶν.
32耶和华说:「那些以幻梦为预言,又述说这梦,以谎言和矜夸使我百姓走错了路的,我必与他们反对。我没有打发他们,也没有吩咐他们。他们与这百姓毫无益处。这是耶和华说的。」
32ἰδοὺ ἐγὼ πρὸς τοὺς προφήτας τοὺς προφητεύοντας ἐνύπνια ψευδῆ καὶ διηγοῦντο αὐτὰ καὶ ἐπλάνησαν τὸν λαόν μου ἐν τοῖς ψεύδεσιν αὐτῶν καὶ ἐν τοῖς πλάνοις αὐτῶν καὶ ἐγὼ οὐκ ἀπέστειλα αὐτοὺς καὶ οὐκ ἐνετειλάμην αὐτοῖς καὶ ὠφέλειαν οὐκ ὠφελήσουσι τὸν λαὸν τοῦτον.
33「无论是百姓,是先知,是祭司,问你说:『耶和华有什么默示呢?』你就对他们说:『什么默示啊?耶和华说:我要撇弃你们。』
33καὶ ἐὰν ἐρωτήσωσί σε ὁ λαὸς οὗτος ἢ ἱερεὺς ἢ προφήτης λέγων· τί τὸ λῆμμα Κυρίου; καὶ ἐρεῖς αὐτοῖς· ὑμεῖς ἐστε τὸ λῆμμα καὶ ράξω ὑμᾶς, λέγει Κύριος.
34无论是先知,是祭司,是百姓,说『耶和华的默示』,我必刑罚那人和他的家。
34ὁ προφήτης καὶ οἱ ἱερεῖς καὶ ὁ λαός, οἳ ἂν εἴπωσι· λῆμμα Κυρίου, καὶ ἐκδικήσω τὸν ἄνθρωπον ἐκεῖνον καὶ τὸν οἶκον αὐτοῦ.
35你们各人要对邻舍,各人要对弟兄如此说:『耶和华回答什么?』『耶和华说了什么呢?』
35ὅτι οὕτως ἐρεῖτε ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ καὶ ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτοῦ· τί ἀπεκρίθη Κύριος, καὶ τί ἐλάλησε Κύριος;
36『耶和华的默示』你们不可再提,各人所说的话必作自己的重担,因为你们谬用永生 神、万军之耶和华—我们 神的言语。
36καὶ λῆμμα Κυρίου μὴ ὀνομάζετε ἔτι, ὅτι τὸ λῆμμα τῷ ἀνθρώπῳ ἔσται ὁ λόγος αὐτοῦ·
37你们要对先知如此说:『耶和华回答你什么?』『耶和华说了什么呢?』
37καὶ διατί ἐλάλησε Κύριος ὁ Θεὸς ἡμῶν;
38你们若说『耶和华的默示』,耶和华就如此说:『因你们说「耶和华的默示」这句话,我也打发人到你们那里去,告诉你们不可说「耶和华的默示」。』
38διὰ τοῦτο τάδε λέγει Κύριος ὁ Θεὸς ἡμῶν· ἀνθ' ὧν εἴπατε τὸν λόγον τοῦτον· λῆμμα Κυρίου, καὶ ἀπέστειλα πρὸς ὑμᾶς λέγων· οὐκ ἐρεῖτε· λῆμμα Κυρίου,
39所以我必全然忘记你们,将你们和我所赐给你们并你们列祖的城撇弃了;
39διὰ τοῦτο ἰδοὺ ἐγὼ λαμβάνω καὶ ράσσω ὑμᾶς καὶ τὴν πόλιν, ἣν ἔδωκα ὑμῖν καὶ τοῖς πατράσιν ὑμῶν,
40又必使永远的凌辱和长久的羞耻临到你们,是不能忘记的。」
40καὶ δώσω ἐφ' ὑμᾶς ὀνειδισμὸν αἰώνιον καὶ ἀτιμίαν αἰώνιον, ἥτις οὐκ ἐπιλησθήσεται.

Tip: use the ← and → keys to turn chapters.