耶利米书 13
Chinese Union Version, punctuated (Simplified)
Septuagint (Greek Old Testament), second edition
1耶和华对我如此说:「你去买一根麻布带子束腰,不可放在水中。」
1ΤΑΔΕ λέγει Κύριος· βάδισον καὶ κτῆσαι σεαυτῷ περίζωμα λινοῦν καὶ περίθου περὶ τὴν ὀσφύν σου, καὶ ἐν ὕδατι οὐ διελεύσεται.
2我就照着耶和华的话,买了一根带子束腰。
2καὶ ἐκτησάμην τὸ περίζωμα κατὰ τὸν λόγον Κυρίου καὶ περιέθηκα περὶ τὴν ὀσφύν μου.
3耶和华的话第二次临到我说:
3καὶ ἐγενήθη λόγος Κυρίου πρός με λέγων·
4「要拿着你所买的腰带,就是你腰上的带子,起来往 幼发拉底河 去,将腰带藏在那里的磐石穴中。」
4λαβὲ τὸ περίζωμα τὸ περὶ τὴν ὀσφύν σου καὶ ἀνάστηθι καὶ βάδισον ἐπὶ τὸν Εὐφράτην καὶ κατάκρυψον αὐτὸ ἐκεῖ ἐν τῇ τρυμαλιᾷ τῆς πέτρας.
5我就去,照着耶和华所吩咐我的,将腰带藏在 幼发拉底河 边。
5καὶ ἐπορεύθην καὶ ἔκρυψα αὐτὸ ἐν τῷ Εὐφράτῃ, καθὼς ἐνετείλατό μοι Κύριος.
6过了多日,耶和华对我说:「你起来往 幼发拉底河 去,将我吩咐你藏在那里的腰带取出来。」
6καὶ ἐγένετο μεθ' ἡμέρας πολλὰς καὶ εἶπε Κύριος πρός με· ἀνάστηθι, βάδισον ἐπὶ τὸν Εὐφράτην καὶ λαβὲ ἐκεῖθεν τὸ περίζωμα, ὃ ἐνετειλάμην σοι τοῦ κατακρύψαι ἐκεῖ.
7我就往 幼发拉底河 去,将腰带从我所藏的地方刨出来,见腰带已经变坏,毫无用了。
7καὶ ἐπορεύθην ἐπὶ τὸν Εὐφράτην ποταμὸν καὶ ὤρυξα καὶ ἔλαβον τὸ περίζωμα ἐκ τοῦ τόπου, οὗ κατώρυξα αὐτὸ ἐκεῖ, καὶ ἰδοὺ διεφθαρμένον ἦν, ὃ οὐ μὴ χρησθῇ εἰς οὐθέν.
8耶和华的话临到我说:
8καὶ ἐγενήθη λόγος Κυρίου πρός με λέγων· τάδε λέγει Κύριος·
9「耶和华如此说:我必照样败坏 犹大 的骄傲和 耶路撒冷 的大骄傲。
9οὕτω φθερῶ τὴν ὕβριν Ἰούδα καὶ τὴν ὕβριν Ἱερουσαλήμ,
10这恶民不肯听我的话,按自己顽梗的心而行,随从别神,事奉敬拜,他们也必像这腰带变为无用。」
10τὴν πολλὴν ταύτην ὕβριν, τοὺς μὴ βουλομένους ὑπακούειν τῶν λόγων μου καὶ πορευθέντας ὀπίσω θεῶν ἀλλοτρίων τοῦ δουλεύειν αὐτοῖς καὶ τοῦ προσκυνεῖν αὐτοῖς, καὶ ἔσονται ὥσπερ τὸ περίζωμα τοῦτο, ὃ οὐ χρησθήσεται εἰς οὐθέν.
11耶和华说:「腰带怎样紧贴人腰,照样,我也使 以色列 全家和 犹大 全家紧贴我,好叫他们属我为子民,使我得名声,得颂赞,得荣耀;他们却不肯听。」
11ὅτι καθάπερ κολλᾶται τὸ περίζωμα περὶ τὴν ὀσφὺν τοῦ ἀνθρώπου, οὕτως ἐκόλλησα πρὸς ἐμαυτὸν τὸν οἶκον τοῦ Ἰσραὴλ καὶ πάντα οἶκον Ἰούδα τοῦ γενέσθαι μοι εἰς λαὸν ὀνομαστὸν καὶ εἰς καύχημα καὶ εἰς δόξαν, καὶ οὐκ εἰσήκουσάν μου.
12「所以你要对他们说:『耶和华— 以色列 的 神如此说:各坛都要盛满了酒。』他们必对你说:『我们岂不确知各坛都要盛满了酒呢?』
12καὶ ἐρεῖς πρὸς τὸν λαὸν τοῦτον· πᾶς ἀσκὸς πληρωθήσεται οἴνου. καὶ ἔσται ἐὰν εἴπωσι πρός σε· μὴ γνόντες οὐ γνωσόμεθα ὅτι πᾶς ἀσκὸς πληρωθήσεται οἴνου;
13你就要对他们说:『耶和华如此说:我必使这地的一切居民,就是坐 大卫 宝座的君王和祭司,与先知,并 耶路撒冷 的一切居民,都酩酊大醉。』」
13καὶ ἐρεῖς πρὸς αὐτούς· τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ πληρῶ τοὺς κατοικοῦντας τὴν γῆν ταύτην καὶ τοὺς βασιλεῖς αὐτῶν τοὺς καθημένους υἱοὺς τοῦ Δαυὶδ ἐπὶ τοῦ θρόνου αὐτοῦ καὶ τοὺς ἱερεῖς καὶ τοὺς προφήτας καὶ τὸν Ἰούδαν καὶ πάντας τοὺς κατοικοῦντας ἐν Ἱερουσαλὴμ μεθύσματι
14耶和华说:「我要使他们彼此相碰,就是父与子彼此相碰;我必不可怜,不顾惜,不怜悯,以致灭绝他们。」
14καὶ διασκορπιῶ αὐτοὺς ἄνδρα καὶ τὸν ἀδελφὸν αὐτοῦ καὶ τοὺς πατέρας αὐτῶν καὶ τοὺς υἱοὺς αὐτῶν ἐν τῷ αὐτῷ. οὐκ ἐπιποθήσω, λέγει Κύριος, καὶ οὐ φείσομαι, καὶ οὐκ οἰκτειρήσω ἀπὸ διαφθορᾶς αὐτῶν.
15你们当听,当侧耳而听。 不要骄傲,因为耶和华已经说了。
15Ἀκούσατε, καὶ ἐνωτίσασθε καὶ μὴ ἐπαίρεσθε, ὅτι Κύριος ἐλάλησε.
16耶和华—你们的 神未使黑暗来到, 你们的脚未在昏暗山上绊跌之先, 当将荣耀归给他; 免得你们盼望光明, 他使光明变为死荫, 成为幽暗。
16δότε τῷ Κυρίῳ Θεῷ ὑμῶν δόξαν πρὸ τοῦ συσκοτάσαι καὶ πρὸ τοῦ προσκόψαι πόδας ὑμῶν ἐπ' ὄρη σκοτεινά, καὶ ἀναμενεῖτε εἰς φῶς, καὶ ἐκεῖ σκιὰ θανάτου, καὶ τεθήσονται εἰς σκότος.
17你们若不听这话, 我必因 你们的 骄傲在暗地哭泣; 我眼必痛哭流泪, 因为耶和华的群众被掳去了。
17ἐὰν δὲ μὴ ἀκούσητε, κεκρυμμένως κλαύσεται ἡ ψυχὴ ὑμῶν ἀπὸ προσώπου ὕβρεως, καὶ κατάξουσιν οἱ ὀφθαλμοὶ ὑμῶν δάκρυα, ὅτι συνετρίβη τὸ ποίμνιον Κυρίου.
18你要对君王和太后说: 你们当自卑,坐在下边; 因你们的头巾, 就是你们的华冠,已经脱落了。
18εἴπατε τῷ βασιλεῖ καὶ τοῖς δυναστεύουσι· ταπεινώθητε καὶ καθίσατε, ὅτι καθῃρέθη ἀπὸ κεφαλῆς ὑμῶν στέφανος δόξης ὑμῶν.
19南方的城尽都关闭, 无人开放; 犹大 全被掳掠, 且掳掠净尽。
19πόλεις αἱ πρὸς νότον συνεκλείσθησαν. καὶ οὐκ ἦν ὁ ἀνοίγων· ἀπῳκίσθη Ἰούδας, συνετέλεσεν ἀποικίαν τελείαν.
20你们要举目观看从北方来的人。 先前赐给你的群众, 就是你佳美的群众, 如今在哪里呢?
20Ἀνάλαβε ὀφθαλμούς σου, Ἱερουσαλήμ, καὶ ἴδε τοὺς ἐρχομένους ἀπὸ βορρᾶ· ποῦ ἐστι τὸ ποίμνιον, ὃ ἐδόθη σοι, πρόβατα δόξης σου;
21耶和华立你自己所交的朋友为首,辖制你, 那时你还有什么话说呢? 痛苦岂不将你抓住像产难的妇人吗?
21τί ἐρεῖς ὅταν ἐπισκέπτωνταί σε; καὶ σὺ ἐδίδαξας αὐτοὺς ἐπὶ σὲ μαθήματα εἰς ἀρχήν· οὐκ ὠδῖνες καθέξουσί σε καθὼς γυναῖκα τίκτουσαν;
22你若心里说:这一切事为何临到我呢? 你的衣襟揭起, 你的脚跟受伤, 是因你的罪孽甚多。
22καὶ ἐὰν εἴπῃς ἐν τῇ καρδίᾳ σου· διατί ἀπήντησέ μοι ταῦτα; διὰ τὸ πλῆθος τῆς ἀδικίας σου ἀνεκαλύφθη τὰ ὀπίσθιά σου παραδειγματισθῆναι τὰς πτέρνας σου.
23古实 人岂能改变皮肤呢? 豹岂能改变斑点呢? 若能,你们这习惯行恶的便能行善了。
23εἰ ἀλλάξεται Αἰθίοψ τὸ δέρμα αὐτοῦ καὶ πάρδαλις τὰ ποικίλματα αὐτῆς, καὶ ὑμεῖς δυνήσεσθε εὖ ποιῆσαι μεμαθηκότες τὰ κακά.
24所以我必用旷野的风吹散他们, 像吹过的碎秸一样。
24καὶ διέσπειρα αὐτοὺς ὡς φρύγανα φερόμενα ἀπὸ ἀνέμου εἰς ἔρημον.
25耶和华说:这是你所当得的, 是我量给你的分; 因为你忘记我, 倚靠虚假。
25οὕτως ὁ κλῆρός σου καὶ μερὶς τοῦ ἀπειθεῖν ὑμᾶς ἐμοί, λέγει Κύριος, ὡς ἐπελάθου μου καὶ ἤλπισας ἐπὶ ψεύδεσι.
26所以我要揭起你的衣襟, 蒙在你脸上, 显出你的丑陋。
26κἀγὼ ἀποκαλύψω τὰ ὀπίσω σου ἐπὶ τὸ πρόσωπόν σου, καὶ ὀφθήσεται ἡ ἀτιμία σου.
27你那些可憎恶之事— 就是在田野的山上行奸淫, 发嘶声,做淫乱的事— 我都看见了。 耶路撒冷 啊,你有祸了! 你不肯洁净,还要到几时呢?
27καὶ ἡ μοιχεία σου καὶ ὁ χρεμετισμός σου καὶ ἡ ἀπαλλοτρίωσις τῆς πορνείας σου ἐπὶ τῶν βουνῶν, καὶ ἐν τοῖς ἀγροῖς ἑώρακα τὰ βδελύγματά σου· οὐαί σοι, Ἱερουσαλήμ, ὅτι οὐκ ἐκαθαρίσθης ὀπίσω μου· ἕως τίνος ἔτι;
Tip: use the ← and → keys to turn chapters.