ΚΑΤΑ ΛΟΥΚΑΝ 9
Greek New Testament, word by word (STEPBible TAGNT)Original language
Greek New Testament, word by word (STEPBible TAGNT)
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Συγκαλεσάμενος δὲ τοὺς δώδεκα ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια καὶ νόσους θεραπεύειν
1συγκαλεσαμενοσ δε τουσ δωδεκα εδωκεν αυτοισ δυναμιν και εξουσιαν επι παντα τα δαιμονια και νοσουσ θεραπευειν
2καὶ ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν βασιλείαν τοῦ θεοῦ καὶ ἰᾶσθαι τοὺς ἀσθενεῖς.
2και απεστειλεν αυτουσ κηρυσσειν την βασιλειαν του θεου και ιασθαι τουσ ασθενουντασ
3καὶ εἶπεν πρὸς αὐτούς· μηδὲν αἴρετε εἰς τὴν ὁδόν· μήτε ῥάβδον μήτε πήραν μήτε ἄρτον μήτε ἀργύριον μήτε ἀνὰ δύο χιτῶνας ἔχειν.
3και ειπεν προσ αυτουσ μηδεν αιρετε εισ την οδον μητε ραβδουσ μητε πηραν μητε αρτον μητε αργυριον μητε ανα δυο χιτωνασ εχειν
4καὶ εἰς ἣν ἂν οἰκίαν εἰσέλθητε, ἐκεῖ μένετε καὶ ἐκεῖθεν ἐξέρχεσθε.
4και εισ ην αν οικιαν εισελθητε εκει μενετε και εκειθεν εξερχεσθε
5καὶ ὅσοι ἂν μὴ δέχωνται ὑμᾶς, ἐξερχόμενοι ἀπὸ τῆς πόλεως ἐκείνης τὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν ὑμῶν ἀποτινάσσετε εἰς μαρτύριον ἐπ᾽ αὐτούς.
5και οσοι εαν μη δεξωνται υμασ εξερχομενοι απο τησ πολεωσ εκεινησ και τον κονιορτον απο των ποδων υμων αποτιναξατε εισ μαρτυριον επ αυτουσ
6ἐξερχόμενοι δὲ διήρχοντο κατὰ τὰς κώμας εὐαγγελιζόμενοι καὶ θεραπεύοντες πανταχοῦ.¶
6εξερχομενοι δε διηρχοντο κατα τασ κωμασ ευαγγελιζομενοι και θεραπευοντεσ πανταχου
7Ἤκουσεν δὲ Ἡρῴδης ὁ τετραάρχης τὰ γινόμενα πάντα καὶ διηπόρει διὰ τὸ λέγεσθαι ὑπό τινων ὅτι Ἰωάννης ἠγέρθη ἐκ νεκρῶν,
7ηκουσεν δε ηρωδησ ο τετραρχησ τα γινομενα υπ αυτου παντα και διηπορει δια το λεγεσθαι υπο τινων οτι ιωαννησ εγηγερται εκ νεκρων
8ὑπό τινων δὲ ὅτι Ἠλίας ἐφάνη, ἄλλων δὲ ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη.¶
8υπο τινων δε οτι ηλιασ εφανη αλλων δε οτι προφητησ εισ των αρχαιων ανεστη
9Εἶπεν Ἡρῴδης· Ἰωάννην ἐγὼ ἀπεκεφάλισα· τίς δέ ἐστιν οὗτος περὶ οὗ ἀκούω τοιαῦτα; καὶ ἐζήτει ἰδεῖν αὐτόν.¶
9και ειπεν ηρωδησ ιωαννην εγω απεκεφαλισα τισ δε εστιν ουτοσ περι ου εγω ακουω τοιαυτα και εζητει ιδειν αυτον
10Καὶ ὑποστρέψαντες οἱ ἀπόστολοι διηγήσαντο αὐτῷ ὅσα ἐποίησαν. καὶ παραλαβὼν αὐτοὺς ὑπεχώρησεν κατ᾽ ἰδίαν εἰς πόλιν καλουμένην Βηθσαϊδά.
10και υποστρεψαντεσ οι αποστολοι διηγησαντο αυτω οσα εποιησαν και παραλαβων αυτουσ υπεχωρησεν κατ ιδιαν εισ τοπον ερημον πολεωσ καλουμενησ βηθσαιδαν
11οἱ δὲ ὄχλοι γνόντες ἠκολούθησαν αὐτῷ. καὶ ἀποδεξάμενος αὐτοὺς ἐλάλει αὐτοῖς περὶ τῆς βασιλείας τοῦ θεοῦ, καὶ τοὺς χρείαν ἔχοντας θεραπείας ἰᾶτο.¶
11οι δε οχλοι γνοντεσ ηκολουθησαν αυτω και δεξαμενοσ αυτουσ ελαλει αυτοισ περι τησ βασιλειασ του θεου και τουσ χρειαν εχοντασ θεραπειασ ιατο
12Ἡ δὲ ἡμέρα ἤρξατο κλίνειν. προσελθόντες δὲ οἱ δώδεκα εἶπαν αὐτῷ· ἀπόλυσον τὸν ὄχλον ἵνα πορευθέντες εἰς τὰς κύκλῳ κώμας καὶ ἀγροὺς καταλύσωσιν καὶ εὕρωσιν ἐπισιτισμόν· ὅτι ὧδε ἐν ἐρήμῳ τόπῳ ἐσμέν.¶
12η δε ημερα ηρξατο κλινειν προσελθοντεσ δε οι δωδεκα ειπον αυτω απολυσον τον οχλον ινα απελθοντεσ εισ τασ κυκλω κωμασ και τουσ αγρουσ καταλυσωσιν και ευρωσιν επισιτισμον οτι ωδε εν ερημω τοπω εσμεν
13Εἶπεν δὲ πρὸς αὐτούς· δότε αὐτοῖς ὑμεῖς φαγεῖν. οἱ δὲ εἶπαν· οὐκ εἰσὶν ἡμῖν πλεῖον ἢ ἄρτοι πέντε καὶ ἰχθύες δύο, εἰ μήτι πορευθέντες ἡμεῖς ἀγοράσωμεν εἰς πάντα τὸν λαὸν τοῦτον βρώματα.
13ειπεν δε προσ αυτουσ δοτε αυτοισ υμεισ φαγειν οι δε ειπον ουκ εισιν ημιν πλειον η πεντε αρτοι και ιχθυεσ δυο ει μητι πορευθεντεσ ημεισ αγορασωμεν εισ παντα τον λαον τουτον βρωματα
14ἦσαν γὰρ ὡσεὶ ἄνδρες πεντακισχίλιοι.¶ Εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ· κατακλίνατε αὐτοὺς κλισίας ὡσεὶ ἀνὰ πεντήκοντα.
14ησαν γαρ ωσει ανδρεσ πεντακισχιλιοι ειπεν δε προσ τουσ μαθητασ αυτου κατακλινατε αυτουσ κλισιασ ανα πεντηκοντα
15καὶ ἐποίησαν οὕτως καὶ κατέκλιναν ἅπαντας.
15και εποιησαν ουτωσ και ανεκλιναν απαντασ
16λαβὼν δὲ τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν αὐτοὺς καὶ κατέκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς παραθεῖναι τῷ ὄχλῳ.
16λαβων δε τουσ πεντε αρτουσ και τουσ δυο ιχθυασ αναβλεψασ εισ τον ουρανον ευλογησεν αυτουσ και κατεκλασεν και εδιδου τοισ μαθηταισ παρατιθεναι τω οχλω
17καὶ ἔφαγον καὶ ἐχορτάσθησαν πάντες, καὶ ἤρθη τὸ περισσεῦσαν αὐτοῖς κλασμάτων κόφινοι δώδεκα.¶
17και εφαγον και εχορτασθησαν παντεσ και ηρθη το περισσευσαν αυτοισ κλασματων κοφινοι δωδεκα
18Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν προσευχόμενον κατὰ μόνας συνῆσαν αὐτῷ οἱ μαθηταί, καὶ ἐπηρώτησεν αὐτοὺς λέγων· τίνα με λέγουσιν οἱ ὄχλοι εἶναι;
18και εγενετο εν τω ειναι αυτον προσευχομενον καταμονασ συνησαν αυτω οι μαθηται και επηρωτησεν αυτουσ λεγων τινα με λεγουσιν οι οχλοι ειναι
19οἱ δὲ ἀποκριθέντες εἶπαν· Ἰωάννην τὸν βαπτιστήν, ἄλλοι δὲ Ἠλίαν, ἄλλοι δὲ ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη.
19οι δε αποκριθεντεσ ειπον ιωαννην τον βαπτιστην αλλοι δε ηλιαν αλλοι δε οτι προφητησ τισ των αρχαιων ανεστη
20εἶπεν δὲ αὐτοῖς· ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; Πέτρος δὲ ἀποκριθεὶς εἶπεν· τὸν χριστὸν τοῦ θεοῦ.
20ειπεν δε αυτοισ υμεισ δε τινα με λεγετε ειναι αποκριθεισ δε ο πετροσ ειπεν τον χριστον του θεου
21ὁ δὲ ἐπιτιμήσας αὐτοῖς παρήγγειλεν μηδενὶ λέγειν τοῦτο
21ο δε επιτιμησασ αυτοισ παρηγγειλεν μηδενι ειπειν τουτο
22εἰπὼν ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων καὶ ἀποκτανθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι.¶
22ειπων οτι δει τον υιον του ανθρωπου πολλα παθειν και αποδοκιμασθηναι απο των πρεσβυτερων και αρχιερεων και γραμματεων και αποκτανθηναι και τη τριτη ημερα αναστηναι
23Ἔλεγεν δὲ πρὸς πάντας· εἴ τις θέλει ὀπίσω μου ἔρχεσθαι, ἀρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καθ᾽ ἡμέραν καὶ ἀκολουθείτω μοι.
23ελεγεν δε προσ παντασ ει τισ θελει οπισω μου ελθειν απαρνησασθω εαυτον και αρατω τον σταυρον αυτου και ακολουθειτω μοι
24ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ᾽ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, οὗτος σώσει αὐτήν.
24οσ γαρ εαν θελη την ψυχην αυτου σωσαι απολεσει αυτην οσ δ αν απολεση την ψυχην αυτου ενεκεν εμου ουτοσ σωσει αυτην
25τί γὰρ ὠφελεῖται ἄνθρωπος κερδήσας τὸν κόσμον ὅλον ἑαυτὸν δὲ ἀπολέσας ἢ ζημιωθείς;
25τι γαρ ωφελειται ανθρωποσ κερδησασ τον κοσμον ολον εαυτον δε απολεσασ η ζημιωθεισ
26ὃς γὰρ ἂν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους, τοῦτον ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται ὅταν ἔλθῃ ἐν τῇ δόξῃ αὐτοῦ καὶ τοῦ πατρὸς καὶ τῶν ἁγίων ἀγγέλων.
26οσ γαρ αν επαισχυνθη με και τουσ εμουσ λογουσ τουτον ο υιοσ του ανθρωπου επαισχυνθησεται οταν ελθη εν τη δοξη αυτου και του πατροσ και των αγιων αγγελων
27λέγω δὲ ὑμῖν ἀληθῶς εἰσίν τινες τῶν αὐτοῦ ἑστηκότων οἳ οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ θεοῦ.¶
27λεγω δε υμιν αληθωσ εισιν τινεσ των ωδε εστωτων οι ου μη γευσωνται θανατου εωσ αν ιδωσιν την βασιλειαν του θεου
28Ἐγένετο δὲ μετὰ τοὺς λόγους τούτους ὡσεὶ ἡμέραι ὀκτώ, καὶ παραλαβὼν Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον ἀνέβη εἰς τὸ ὄρος προσεύξασθαι.
28εγενετο δε μετα τουσ λογουσ τουτουσ ωσει ημεραι οκτω και παραλαβων πετρον και ιωαννην και ιακωβον ανεβη εισ το οροσ προσευξασθαι
29καὶ ἐγένετο ἐν τῷ προσεύχεσθαι αὐτὸν τὸ εἶδος τοῦ προσώπου αὐτοῦ ἕτερον, καὶ ὁ ἱματισμὸς αὐτοῦ λευκὸς ἐξαστράπτων.
29και εγενετο εν τω προσευχεσθαι αυτον το ειδοσ του προσωπου αυτου ετερον και ο ιματισμοσ αυτου λευκοσ εξαστραπτων
30καὶ ἰδοὺ ἄνδρες δύο συνελάλουν αὐτῷ οἵτινες ἦσαν Μωϋσῆς καὶ Ἠλίας·
30και ιδου ανδρεσ δυο συνελαλουν αυτω οιτινεσ ησαν μωσησ και ηλιασ
31οἳ ὀφθέντες ἐν δόξῃ ἔλεγον τὴν ἔξοδον αὐτοῦ ἣν ἤμελλεν πληροῦν ἐν Ἰερουσαλήμ.
31οι οφθεντεσ εν δοξη ελεγον την εξοδον αυτου ην εμελλεν πληρουν εν ιερουσαλημ
32ὁ δὲ Πέτρος καὶ οἱ σὺν αὐτῷ ἦσαν βεβαρημένοι ὕπνῳ. διαγρηγορήσαντες δὲ εἶδον τὴν δόξαν αὐτοῦ καὶ τοὺς δύο ἄνδρας τοὺς συνεστῶτας αὐτῷ.¶
32ο δε πετροσ και οι συν αυτω ησαν βεβαρημενοι υπνω διαγρηγορησαντεσ δε ειδον την δοξαν αυτου και τουσ δυο ανδρασ τουσ συνεστωτασ αυτω
33Καὶ ἐγένετο ἐν τῷ διαχωρίζεσθαι αὐτοὺς ἀπ᾽ αὐτοῦ εἶπεν ὁ Πέτρος πρὸς τὸν Ἰησοῦν· ἐπιστάτα, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι, καὶ ποιήσωμεν σκηνὰς τρεῖς, μίαν σοὶ καὶ μίαν Μωϋσεῖ καὶ μίαν Ἠλίᾳ· μὴ εἰδὼς ὃ λέγει.
33και εγενετο εν τω διαχωριζεσθαι αυτουσ απ αυτου ειπεν πετροσ προσ τον ιησουν επιστατα καλον εστιν ημασ ωδε ειναι και ποιησωμεν σκηνασ τρεισ μιαν σοι και μιαν μωση και μιαν ηλια μη ειδωσ ο λεγει
34ταῦτα δὲ αὐτοῦ λέγοντος ἐγένετο νεφέλη καὶ ἐπεσκίαζεν αὐτούς. ἐφοβήθησαν δὲ ἐν τῷ εἰσελθεῖν αὐτοὺς εἰς τὴν νεφέλην.
34ταυτα δε αυτου λεγοντοσ εγενετο νεφελη και επεσκιασεν αυτουσ εφοβηθησαν δε εν τω εκεινουσ εισελθειν εισ την νεφελην
35καὶ φωνὴ ἐγένετο ἐκ τῆς νεφέλης λέγουσα· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἐκλελεγμένος, αὐτοῦ ἀκούετε.¶
35και φωνη εγενετο εκ τησ νεφελησ λεγουσα ουτοσ εστιν ο υιοσ μου ο αγαπητοσ αυτου ακουετε
36Καὶ ἐν τῷ γενέσθαι τὴν φωνὴν εὑρέθη Ἰησοῦς μόνος. καὶ αὐτοὶ ἐσίγησαν καὶ οὐδενὶ ἀπήγγειλαν ἐν ἐκείναις ταῖς ἡμέραις οὐδὲν ὧν ἑώρακαν.¶
36και εν τω γενεσθαι την φωνην ευρεθη ο ιησουσ μονοσ και αυτοι εσιγησαν και ουδενι απηγγειλαν εν εκειναισ ταισ ημεραισ ουδεν ων εωρακασιν
37Ἐγένετο δὲ τῇ ἑξῆς ἡμέρᾳ κατελθόντων αὐτῶν ἀπὸ τοῦ ὄρους συνήντησεν αὐτῷ ὄχλος πολύς.
37εγενετο δε εν τη εξησ ημερα κατελθοντων αυτων απο του ορουσ συνηντησεν αυτω οχλοσ πολυσ
38καὶ ἰδοὺ ἀνὴρ ἀπὸ τοῦ ὄχλου ἐβόησεν λέγων· διδάσκαλε, δέομαί σου ἐπιβλέψαι ἐπὶ τὸν υἱόν μου ὅτι μονογενής μοί ἐστιν·
38και ιδου ανηρ απο του οχλου ανεβοησεν λεγων διδασκαλε δεομαι σου επιβλεψαι επι τον υιον μου οτι μονογενησ εστιν μοι
39καὶ ἰδοὺ πνεῦμα λαμβάνει αὐτὸν καὶ ἐξαίφνης κράζει καὶ σπαράσσει αὐτὸν μετὰ ἀφροῦ καὶ μόγις ἀποχωρεῖ ἀπ᾽ αὐτοῦ συντρῖβον αὐτόν.
39και ιδου πνευμα λαμβανει αυτον και εξαιφνησ κραζει και σπαρασσει αυτον μετα αφρου και μογισ αποχωρει απ αυτου συντριβον αυτον
40καὶ ἐδεήθην τῶν μαθητῶν σου ἵνα ἐκβάλωσιν αὐτό, καὶ οὐκ ἠδυνήθησαν.¶
40και εδεηθην των μαθητων σου ινα εκβαλωσιν αυτο και ουκ ηδυνηθησαν
41Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν, ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε ἔσομαι πρὸς ὑμᾶς καὶ ἀνέξομαι ὑμῶν; προσάγαγε ὧδε τὸν υἱόν σου.
41αποκριθεισ δε ο ιησουσ ειπεν ω γενεα απιστοσ και διεστραμμενη εωσ ποτε εσομαι προσ υμασ και ανεξομαι υμων προσαγαγε τον υιον σου ωδε
42ἔτι δὲ προσερχομένου αὐτοῦ ἔρρηξεν αὐτὸν τὸ δαιμόνιον καὶ συνεσπάραξεν. ἐπετίμησεν δὲ ὁ Ἰησοῦς τῷ πνεύματι τῷ ἀκαθάρτῳ καὶ ἰάσατο τὸν παῖδα καὶ ἀπέδωκεν αὐτὸν τῷ πατρὶ αὐτοῦ.
42ετι δε προσερχομενου αυτου ερρηξεν αυτον το δαιμονιον και συνεσπαραξεν επετιμησεν δε ο ιησουσ τω πνευματι τω ακαθαρτω και ιασατο τον παιδα και απεδωκεν αυτον τω πατρι αυτου
43ἐξεπλήσσοντο δὲ πάντες ἐπὶ τῇ μεγαλειότητι τοῦ θεοῦ. πάντων δὲ θαυμαζόντων ἐπὶ πᾶσιν οἷς ἐποίει εἶπεν πρὸς τοὺς μαθητὰς αὐτοῦ·
43εξεπλησσοντο δε παντεσ επι τη μεγαλειοτητι του θεου παντων δε θαυμαζοντων επι πασιν οισ εποιησεν ο ιησουσ ειπεν προσ τουσ μαθητασ αυτου
44θέσθε ὑμεῖς εἰς τὰ ὦτα ὑμῶν τοὺς λόγους τούτους· ὁ γὰρ υἱὸς τοῦ ἀνθρώπου μέλλει παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων.
44θεσθε υμεισ εισ τα ωτα υμων τουσ λογουσ τουτουσ ο γαρ υιοσ του ανθρωπου μελλει παραδιδοσθαι εισ χειρασ ανθρωπων
45οἱ δὲ ἠγνόουν τὸ ῥῆμα τοῦτο, καὶ ἦν παρακεκαλυμμένον ἀπ᾽ αὐτῶν ἵνα μὴ αἴσθωνται αὐτό. καὶ ἐφοβοῦντο ἐρωτῆσαι αὐτὸν περὶ τοῦ ῥήματος τούτου.¶
45οι δε ηγνοουν το ρημα τουτο και ην παρακεκαλυμμενον απ αυτων ινα μη αισθωνται αυτο και εφοβουντο ερωτησαι αυτον περι του ρηματοσ τουτου
46Εἰσῆλθεν δὲ διαλογισμὸς ἐν αὐτοῖς τὸ τίς ἂν εἴη μείζων αὐτῶν.
46εισηλθεν δε διαλογισμοσ εν αυτοισ το τισ αν ειη μειζων αυτων
47ὁ δὲ Ἰησοῦς εἰδὼς τὸν διαλογισμὸν τῆς καρδίας αὐτῶν, ἐπιλαβόμενος παιδίον ἔστησεν αὐτὸ παρ᾽ ἑαυτῷ
47ο δε ιησουσ ιδων τον διαλογισμον τησ καρδιασ αυτων επιλαβομενοσ παιδιου εστησεν αυτο παρ εαυτω
48καὶ εἶπεν αὐτοῖς· ὃς ἐὰν δέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται· καὶ ὃς ἂν ἐμὲ δέξηται, δέχεται τὸν ἀποστείλαντά με. ὁ γὰρ μικρότερος ἐν πᾶσιν ὑμῖν ὑπάρχων οὗτός ἐστιν μέγας.
48και ειπεν αυτοισ οσ εαν δεξηται τουτο το παιδιον επι τω ονοματι μου εμε δεχεται και οσ εαν εμε δεξηται δεχεται τον αποστειλαντα με ο γαρ μικροτεροσ εν πασιν υμιν υπαρχων ουτοσ εσται μεγασ
49ἀποκριθεὶς δὲ Ἰωάννης εἶπεν· ἐπιστάτα, εἴδομέν τινα ἐν τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια καὶ ἐκωλύομεν αὐτὸν ὅτι οὐκ ἀκολουθεῖ μεθ᾽ ἡμῶν.¶
49αποκριθεισ δε ο ιωαννησ ειπεν επιστατα ειδομεν τινα επι τω ονοματι σου εκβαλλοντα δαιμονια και εκωλυσαμεν αυτον οτι ουκ ακολουθει μεθ ημων
50Εἶπεν πρὸς αὐτὸν ὁ Ἰησοῦς· μὴ κωλύετε· ὃς γὰρ οὐκ ἔστιν καθ᾽ ὑμῶν ὑπὲρ ὑμῶν ἐστιν.¶
50και ειπεν προσ αυτον ο ιησουσ μη κωλυετε οσ γαρ ουκ εστιν καθ ημων υπερ ημων εστιν
51Ἐγένετο δὲ ἐν τῷ συμπληροῦσθαι τὰς ἡμέρας τῆς ἀναλήμψεως αὐτοῦ καὶ αὐτὸς τὸ πρόσωπον ἐστήρισεν τοῦ πορεύεσθαι εἰς Ἰερουσαλήμ.
51εγενετο δε εν τω συμπληρουσθαι τασ ημερασ τησ αναληψεωσ αυτου και αυτοσ το προσωπον αυτου εστηριξεν του πορευεσθαι εισ ιερουσαλημ
52καὶ ἀπέστειλεν ἀγγέλους πρὸ προσώπου αὐτοῦ. καὶ πορευθέντες εἰσῆλθον εἰς κώμην Σαμαριτῶν ὡς ἑτοιμάσαι αὐτῷ.
52και απεστειλεν αγγελουσ προ προσωπου αυτου και πορευθεντεσ εισηλθον εισ κωμην σαμαρειτων ωστε ετοιμασαι αυτω
53καὶ οὐκ ἐδέξαντο αὐτὸν ὅτι τὸ πρόσωπον αὐτοῦ ἦν πορευόμενον εἰς Ἰερουσαλήμ.
53και ουκ εδεξαντο αυτον οτι το προσωπον αυτου ην πορευομενον εισ ιερουσαλημ
54ἰδόντες δὲ οἱ μαθηταὶ Ἰάκωβος καὶ Ἰωάννης εἶπαν· κύριε, θέλεις εἴπωμεν πῦρ καταβῆναι ἀπὸ τοῦ οὐρανοῦ καὶ ἀναλῶσαι αὐτούς
54ιδοντεσ δε οι μαθηται αυτου ιακωβοσ και ιωαννησ ειπον κυριε θελεισ ειπωμεν πυρ καταβηναι απο του ουρανου και αναλωσαι αυτουσ ωσ και ηλιασ εποιησεν
55στραφεὶς δὲ ἐπετίμησεν αὐτοῖς
55στραφεισ δε επετιμησεν αυτοισ και ειπεν ουκ οιδατε οιου πνευματοσ εστε υμεισ
56καὶ ἐπορεύθησαν εἰς ἑτέραν κώμην.¶
56ο γαρ υιοσ του ανθρωπου ουκ ηλθεν ψυχασ ανθρωπων απολεσαι αλλα σωσαι και επορευθησαν εισ ετεραν κωμην
57πορευομένων αὐτῶν ἐν τῇ ὁδῷ εἶπέν τις πρὸς αὐτόν· ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ
57εγενετο δε πορευομενων αυτων εν τη οδω ειπεν τισ προσ αυτον ακολουθησω σοι οπου αν απερχη κυριε
58καὶ εἶπεν αὐτῷ ὁ Ἰησοῦς· αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις· ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ.¶
58και ειπεν αυτω ο ιησουσ αι αλωπεκεσ φωλεουσ εχουσιν και τα πετεινα του ουρανου κατασκηνωσεισ ο δε υιοσ του ανθρωπου ουκ εχει που την κεφαλην κλινη
59Εἶπεν δὲ πρὸς ἕτερον· ἀκολούθει μοι. ὁ δὲ εἶπεν· κύριε, ἐπίτρεψόν μοι ἀπελθόντι πρῶτον θάψαι τὸν πατέρα μου.¶
59ειπεν δε προσ ετερον ακολουθει μοι ο δε ειπεν κυριε επιτρεψον μοι απελθοντι πρωτον θαψαι τον πατερα μου
60Εἶπεν δὲ αὐτῷ ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς. σὺ δὲ ἀπελθὼν διάγγελλε τὴν βασιλείαν τοῦ θεοῦ.¶
60ειπεν δε αυτω ο ιησουσ αφεσ τουσ νεκρουσ θαψαι τουσ εαυτων νεκρουσ συ δε απελθων διαγγελλε την βασιλειαν του θεου
61Εἶπεν δὲ καὶ ἕτερος· ἀκολουθήσω σοι, κύριε· πρῶτον δὲ ἐπίτρεψόν μοι ἀποτάξασθαι τοῖς εἰς τὸν οἶκόν μου.
61ειπεν δε και ετεροσ ακολουθησω σοι κυριε πρωτον δε επιτρεψον μοι αποταξασθαι τοισ εισ τον οικον μου
62εἶπεν δὲ πρὸς αὐτὸν ὁ Ἰησοῦς· οὐδεὶς ἐπιβαλὼν τὴν χεῖρα ἐπ᾽ ἄροτρον καὶ βλέπων εἰς τὰ ὀπίσω εὔθετός ἐστιν τῇ βασιλείᾳ τοῦ θεοῦ.¶
62ειπεν δε ο ιησουσ προσ αυτον ουδεισ επιβαλων την χειρα αυτου επ αροτρον και βλεπων εισ τα οπισω ευθετοσ εστιν εισ την βασιλειαν του θεου
Tip: use the ← and → keys to turn chapters.