ΚΑΤΑ ΛΟΥΚΑΝ 1
Greek New Testament, word by word (STEPBible TAGNT)Original language
Greek New Testament, word by word (STEPBible TAGNT)
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Ἐπειδήπερ πολλοὶ ἐπεχείρησαν ἀνατάξασθαι διήγησιν περὶ τῶν πεπληροφορημένων ἐν ἡμῖν πραγμάτων,
1επειδηπερ πολλοι επεχειρησαν αναταξασθαι διηγησιν περι των πεπληροφορημενων εν ημιν πραγματων
2καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπ᾽ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου,
2καθωσ παρεδοσαν ημιν οι απ αρχησ αυτοπται και υπηρεται γενομενοι του λογου
3ἔδοξεν κἀμοὶ παρηκολουθηκότι ἄνωθεν πᾶσιν ἀκριβῶς καθεξῆς σοι γράψαι, κράτιστε Θεόφιλε,
3εδοξεν καμοι παρηκολουθηκοτι ανωθεν πασιν ακριβωσ καθεξησ σοι γραψαι κρατιστε θεοφιλε
4ἵνα ἐπιγνῷς περὶ ὧν κατηχήθης λόγων τὴν ἀσφάλειαν.¶
4ινα επιγνωσ περι ων κατηχηθησ λογων την ασφαλειαν
5Ἐγένετο ἐν ταῖς ἡμέραις Ἡρῴδου βασιλέως τῆς Ἰουδαίας ἱερεύς τις ὀνόματι Ζαχαρίας ἐξ ἐφημερίας Ἀβιά, καὶ γυνὴ αὐτῷ ἐκ τῶν θυγατέρων Ἀαρὼν καὶ τὸ ὄνομα αὐτῆς Ἐλισάβετ.¶
5εγενετο εν ταισ ημεραισ ηρωδου του βασιλεωσ τησ ιουδαιασ ιερευσ τισ ονοματι ζαχαριασ εξ εφημεριασ αβια και η γυνη αυτου εκ των θυγατερων ααρων και το ονομα αυτησ ελισαβετ
6ἦσαν δὲ δίκαιοι ἀμφότεροι ἐναντίον τοῦ θεοῦ πορευόμενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασιν τοῦ κυρίου ἄμεμπτοι.
6ησαν δε δικαιοι αμφοτεροι ενωπιον του θεου πορευομενοι εν πασαισ ταισ εντολαισ και δικαιωμασιν του κυριου αμεμπτοι
7καὶ οὐκ ἦν αὐτοῖς τέκνον, καθότι ἦν ἡ Ἐλισάβετ στεῖρα καὶ ἀμφότεροι προβεβηκότες ἐν ταῖς ἡμέραις αὐτῶν ἦσαν.¶
7και ουκ ην αυτοισ τεκνον καθοτι η ελισαβετ ην στειρα και αμφοτεροι προβεβηκοτεσ εν ταισ ημεραισ αυτων ησαν
8Ἐγένετο δὲ ἐν τῷ ἱερατεύειν αὐτὸν ἐν τῇ τάξει τῆς ἐφημερίας αὐτοῦ ἔναντι τοῦ θεοῦ,
8εγενετο δε εν τω ιερατευειν αυτον εν τη ταξει τησ εφημεριασ αυτου εναντι του θεου
9κατὰ τὸ ἔθος τῆς ἱερατείας ἔλαχεν τοῦ θυμιᾶσαι εἰσελθὼν εἰς τὸν ναὸν τοῦ κυρίου·
9κατα το εθοσ τησ ιερατειασ ελαχεν του θυμιασαι εισελθων εισ τον ναον του κυριου
10καὶ πᾶν τὸ πλῆθος ἦν τοῦ λαοῦ προσευχόμενον ἔξω τῇ ὥρᾳ τοῦ θυμιάματος.¶
10και παν το πληθοσ ην του λαου προσευχομενον εξω τη ωρα του θυμιαματοσ
11Ὤφθη δὲ αὐτῷ ἄγγελος κυρίου ἑστὼς ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυμιάματος·
11ωφθη δε αυτω αγγελοσ κυριου εστωσ εκ δεξιων του θυσιαστηριου του θυμιαματοσ
12καὶ ἐταράχθη Ζαχαρίας ἰδών, καὶ φόβος ἐπέπεσεν ἐπ᾽ αὐτόν.¶
12και εταραχθη ζαχαριασ ιδων και φοβοσ επεπεσεν επ αυτον
13Εἶπεν δὲ πρὸς αὐτὸν ὁ ἄγγελος· μὴ φοβοῦ Ζαχαρία· διότι εἰσηκούσθη ἡ δέησίς σου, καὶ ἡ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην.
13ειπεν δε προσ αυτον ο αγγελοσ μη φοβου ζαχαρια διοτι εισηκουσθη η δεησισ σου και η γυνη σου ελισαβετ γεννησει υιον σοι και καλεσεισ το ονομα αυτου ιωαννην
14καὶ ἔσται χαρά σοι καὶ ἀγαλλίασις, καὶ πολλοὶ ἐπὶ τῇ γενέσει αὐτοῦ χαρήσονται.
14και εσται χαρα σοι και αγαλλιασισ και πολλοι επι τη γεννησει αυτου χαρησονται
15ἔσται γὰρ μέγας ἐνώπιον τοῦ κυρίου, καὶ οἶνον καὶ σίκερα οὐ μὴ πίῃ, καὶ πνεύματος ἁγίου πλησθήσεται ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ.
15εσται γαρ μεγασ ενωπιον του κυριου και οινον και σικερα ου μη πιη και πνευματοσ αγιου πλησθησεται ετι εκ κοιλιασ μητροσ αυτου
16καὶ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπιστρέψει ἐπὶ κύριον τὸν θεὸν αὐτῶν,
16και πολλουσ των υιων ισραηλ επιστρεψει επι κυριον τον θεον αυτων
17καὶ αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει Ἠλίου ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων, ἑτοιμάσαι κυρίῳ λαὸν κατεσκευασμένον.¶
17και αυτοσ προελευσεται ενωπιον αυτου εν πνευματι και δυναμει ηλιου επιστρεψαι καρδιασ πατερων επι τεκνα και απειθεισ εν φρονησει δικαιων ετοιμασαι κυριω λαον κατεσκευασμενον
18Καὶ εἶπεν Ζαχαρίας πρὸς τὸν ἄγγελον· κατὰ τί γνώσομαι τοῦτο; ἐγὼ γάρ εἰμι πρεσβύτης, καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς.¶
18και ειπεν ζαχαριασ προσ τον αγγελον κατα τι γνωσομαι τουτο εγω γαρ ειμι πρεσβυτησ και η γυνη μου προβεβηκυια εν ταισ ημεραισ αυτησ
19Καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῷ· ἐγώ εἰμι Γαβριὴλ ὁ παρεστηκὼς ἐνώπιον τοῦ θεοῦ καὶ ἀπεστάλην λαλῆσαι πρὸς σὲ καὶ εὐαγγελίσασθαί σοι ταῦτα.
19και αποκριθεισ ο αγγελοσ ειπεν αυτω εγω ειμι γαβριηλ ο παρεστηκωσ ενωπιον του θεου και απεσταλην λαλησαι προσ σε και ευαγγελισασθαι σοι ταυτα
20καὶ ἰδοὺ ἔσῃ σιωπῶν καὶ μὴ δυνάμενος λαλῆσαι ἄχρι ἧς ἡμέρας γένηται ταῦτα, ἀνθ᾽ ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου οἵτινες πληρωθήσονται εἰς τὸν καιρὸν αὐτῶν.¶
20και ιδου εση σιωπων και μη δυναμενοσ λαλησαι αχρι ησ ημερασ γενηται ταυτα ανθ ων ουκ επιστευσασ τοισ λογοισ μου οιτινεσ πληρωθησονται εισ τον καιρον αυτων
21Καὶ ἦν ὁ λαὸς προσδοκῶν τὸν Ζαχαρίαν καὶ ἐθαύμαζον ἐν τῷ χρονίζειν ἐν τῷ ναῷ αὐτόν.
21και ην ο λαοσ προσδοκων τον ζαχαριαν και εθαυμαζον εν τω χρονιζειν αυτον εν τω ναω
22ἐξελθὼν δὲ οὐκ ἐδύνατο λαλῆσαι αὐτοῖς· καὶ ἐπέγνωσαν ὅτι ὀπτασίαν ἑώρακεν ἐν τῷ ναῷ. καὶ αὐτὸς ἦν διανεύων αὐτοῖς καὶ διέμενεν κωφός.¶
22εξελθων δε ουκ ηδυνατο λαλησαι αυτοισ και επεγνωσαν οτι οπτασιαν εωρακεν εν τω ναω και αυτοσ ην διανευων αυτοισ και διεμενεν κωφοσ
23Καὶ ἐγένετο ὡς ἐπλήσθησαν αἱ ἡμέραι τῆς λειτουργίας αὐτοῦ, ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ.¶
23και εγενετο ωσ επλησθησαν αι ημεραι τησ λειτουργιασ αυτου απηλθεν εισ τον οικον αυτου
24Μετὰ δὲ ταύτας τὰς ἡμέρας συνέλαβεν Ἐλισάβετ ἡ γυνὴ αὐτοῦ καὶ περιέκρυβεν ἑαυτὴν μῆνας πέντε λέγουσα
24μετα δε ταυτασ τασ ημερασ συνελαβεν ελισαβετ η γυνη αυτου και περιεκρυβεν εαυτην μηνασ πεντε λεγουσα
25ὅτι οὕτως μοι πεποίηκεν κύριος ἐν ἡμέραις αἷς ἐπεῖδεν ἀφελεῖν ὄνειδός μου ἐν ἀνθρώποις.¶
25οτι ουτωσ μοι πεποιηκεν ο κυριοσ εν ημεραισ αισ επειδεν αφελειν το ονειδοσ μου εν ανθρωποισ
26Ἐν δὲ τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ ἀπὸ τοῦ θεοῦ εἰς πόλιν τῆς Γαλιλαίας ᾗ ὄνομα Ναζαρὲθ
26εν δε τω μηνι τω εκτω απεσταλη ο αγγελοσ γαβριηλ υπο του θεου εισ πολιν τησ γαλιλαιασ η ονομα ναζαρετ
27πρὸς παρθένον ἐμνηστευμένην ἀνδρὶ ᾧ ὄνομα Ἰωσὴφ ἐξ οἴκου Δαυίδ, καὶ τὸ ὄνομα τῆς παρθένου Μαριάμ.¶
27προσ παρθενον μεμνηστευμενην ανδρι ω ονομα ιωσηφ εξ οικου δαυιδ και το ονομα τησ παρθενου μαριαμ
28Καὶ εἰσελθὼν πρὸς αὐτὴν εἶπεν· χαῖρε, κεχαριτωμένη· ὁ κύριος μετὰ σοῦ
28και εισελθων ο αγγελοσ προσ αυτην ειπεν χαιρε κεχαριτωμενη ο κυριοσ μετα σου ευλογημενη συ εν γυναιξιν
29ἡ δὲ ἐπὶ τῷ λόγῳ διεταράχθη καὶ διελογίζετο ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος.
29η δε ιδουσα διεταραχθη επι τω λογω αυτου και διελογιζετο ποταποσ ειη ο ασπασμοσ ουτοσ
30καὶ εἶπεν ὁ ἄγγελος αὐτῇ· μὴ φοβοῦ Μαριάμ, εὗρες γὰρ χάριν παρὰ τῷ θεῷ.
30και ειπεν ο αγγελοσ αυτη μη φοβου μαριαμ ευρεσ γαρ χαριν παρα τω θεω
31καὶ ἰδοὺ συλλήμψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.
31και ιδου συλληψη εν γαστρι και τεξη υιον και καλεσεισ το ονομα αυτου ιησουν
32οὗτος ἔσται μέγας καὶ υἱὸς ὑψίστου κληθήσεται, καὶ δώσει αὐτῷ κύριος ὁ θεὸς τὸν θρόνον Δαυὶδ τοῦ πατρὸς αὐτοῦ,
32ουτοσ εσται μεγασ και υιοσ υψιστου κληθησεται και δωσει αυτω κυριοσ ο θεοσ τον θρονον δαυιδ του πατροσ αυτου
33καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος.¶
33και βασιλευσει επι τον οικον ιακωβ εισ τουσ αιωνασ και τησ βασιλειασ αυτου ουκ εσται τελοσ
34Εἶπεν δὲ Μαριὰμ πρὸς τὸν ἄγγελον· πῶς ἔσται τοῦτο ἐπεὶ ἄνδρα οὐ γινώσκω;¶
34ειπεν δε μαριαμ προσ τον αγγελον πωσ εσται τουτο επει ανδρα ου γινωσκω
35Καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῇ· πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς θεοῦ.
35και αποκριθεισ ο αγγελοσ ειπεν αυτη πνευμα αγιον επελευσεται επι σε και δυναμισ υψιστου επισκιασει σοι διο και το γεννωμενον αγιον κληθησεται υιοσ θεου
36καὶ ἰδοὺ Ἐλισάβετ ἡ συγγενίς σου καὶ αὐτὴ συνείληφεν υἱὸν ἐν γήρει αὐτῆς, καὶ οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ τῇ καλουμένῃ στείρᾳ
36και ιδου ελισαβετ η συγγενησ σου και αυτη συνειληφυια υιον εν γηρει αυτησ και ουτοσ μην εκτοσ εστιν αυτη τη καλουμενη στειρα
37ὅτι οὐκ ἀδυνατήσει παρὰ τοῦ θεοῦ πᾶν ῥῆμα.¶
37οτι ουκ αδυνατησει παρα τω θεω παν ρημα
38Εἶπεν δὲ Μαριάμ· ἰδοὺ ἡ δούλη κυρίου· γένοιτό μοι κατὰ τὸ ῥῆμά σου. καὶ ἀπῆλθεν ἀπ᾽ αὐτῆς ὁ ἄγγελος.¶
38ειπεν δε μαριαμ ιδου η δουλη κυριου γενοιτο μοι κατα το ρημα σου και απηλθεν απ αυτησ ο αγγελοσ
39Ἀναστᾶσα δὲ Μαριὰμ ἐν ταῖς ἡμέραις ταύταις ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν Ἰούδα
39αναστασα δε μαριαμ εν ταισ ημεραισ ταυταισ επορευθη εισ την ορεινην μετα σπουδησ εισ πολιν ιουδα
40καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ.¶
40και εισηλθεν εισ τον οικον ζαχαριου και ησπασατο την ελισαβετ
41Καὶ ἐγένετο ὡς ἤκουσεν τὸν ἀσπασμὸν τῆς Μαρίας ἡ Ἐλισάβετ, ἐσκίρτησεν τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς, καὶ ἐπλήσθη πνεύματος ἁγίου ἡ Ἐλισάβετ
41και εγενετο ωσ ηκουσεν η ελισαβετ τον ασπασμον τησ μαριασ εσκιρτησεν το βρεφοσ εν τη κοιλια αυτησ και επλησθη πνευματοσ αγιου η ελισαβετ
42καὶ ἀνεφώνησεν κραυγῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξίν, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου.
42και ανεφωνησεν φωνη μεγαλη και ειπεν ευλογημενη συ εν γυναιξιν και ευλογημενοσ ο καρποσ τησ κοιλιασ σου
43καὶ πόθεν μοι τοῦτο ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ κυρίου μου πρὸς ἐμέ;
43και ποθεν μοι τουτο ινα ελθη η μητηρ του κυριου μου προσ με
44ἰδοὺ γὰρ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησεν ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ μου.
44ιδου γαρ ωσ εγενετο η φωνη του ασπασμου σου εισ τα ωτα μου εσκιρτησεν το βρεφοσ εν αγαλλιασει εν τη κοιλια μου
45καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ κυρίου.¶
45και μακαρια η πιστευσασα οτι εσται τελειωσισ τοισ λελαλημενοισ αυτη παρα κυριου
46Καὶ εἶπεν Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν κύριον,
46και ειπεν μαριαμ μεγαλυνει η ψυχη μου τον κυριον
47καὶ ἠγαλλίασεν τὸ πνεῦμά μου ἐπὶ τῷ θεῷ τῷ σωτῆρί μου,
47και ηγαλλιασεν το πνευμα μου επι τω θεω τω σωτηρι μου
48ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσίν με πᾶσαι αἱ γενεαὶ
48οτι επεβλεψεν επι την ταπεινωσιν τησ δουλησ αυτου ιδου γαρ απο του νυν μακαριουσιν με πασαι αι γενεαι
49ὅτι ἐποίησέν μοι μεγάλα ὁ δυνατός· καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ·
49οτι εποιησεν μοι μεγαλεια ο δυνατοσ και αγιον το ονομα αυτου
50καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰς γενεὰς τοῖς φοβουμένοις αὐτόν·
50και το ελεοσ αυτου εισ γενεασ γενεων τοισ φοβουμενοισ αυτον
51ἐποίησεν κράτος ἐν βραχίονι αὐτοῦ· διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν·
51εποιησεν κρατοσ εν βραχιονι αυτου διεσκορπισεν υπερηφανουσ διανοια καρδιασ αυτων
52καθεῖλεν δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσεν ταπεινούς·
52καθειλεν δυναστασ απο θρονων και υψωσεν ταπεινουσ
53πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλεν κενούς·
53πεινωντασ ενεπλησεν αγαθων και πλουτουντασ εξαπεστειλεν κενουσ
54ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους,
54αντελαβετο ισραηλ παιδοσ αυτου μνησθηναι ελεουσ
55καθὼς ἐλάλησεν πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ εἰς τὸν αἰῶνα.¶
55καθωσ ελαλησεν προσ τουσ πατερασ ημων τω αβρααμ και τω σπερματι αυτου εισ τον αιωνα
56Ἔμεινεν δὲ Μαριὰμ σὺν αὐτῇ ὡς μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.¶
56εμεινεν δε μαριαμ συν αυτη ωσει μηνασ τρεισ και υπεστρεψεν εισ τον οικον αυτησ
57Τῇ δὲ Ἐλισάβετ ἐπλήσθη ὁ χρόνος τοῦ τεκεῖν αὐτὴν καὶ ἐγέννησεν υἱόν.
57τη δε ελισαβετ επλησθη ο χρονοσ του τεκειν αυτην και εγεννησεν υιον
58καὶ ἤκουσαν οἱ περίοικοι καὶ οἱ συγγενεῖς αὐτῆς ὅτι ἐμεγάλυνεν κύριος τὸ ἔλεος αὐτοῦ μετ᾽ αὐτῆς, καὶ συνέχαιρον αὐτῇ.¶
58και ηκουσαν οι περιοικοι και οι συγγενεισ αυτησ οτι εμεγαλυνεν κυριοσ το ελεοσ αυτου μετ αυτησ και συνεχαιρον αυτη
59Καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἦλθον περιτεμεῖν τὸ παιδίον καὶ ἐκάλουν αὐτὸ ἐπὶ τῷ ὀνόματι τοῦ πατρὸς αὐτοῦ Ζαχαρίαν.
59και εγενετο εν τη ογδοη ημερα ηλθον περιτεμειν το παιδιον και εκαλουν αυτο επι τω ονοματι του πατροσ αυτου ζαχαριαν
60καὶ ἀποκριθεῖσα ἡ μήτηρ αὐτοῦ εἶπεν· οὐχί, ἀλλὰ κληθήσεται Ἰωάννης.
60και αποκριθεισα η μητηρ αυτου ειπεν ουχι αλλα κληθησεται ιωαννησ
61καὶ εἶπαν πρὸς αὐτὴν ὅτι οὐδείς ἐστιν ἐκ τῆς συγγενείας σου ὃς καλεῖται τῷ ὀνόματι τούτῳ.
61και ειπον προσ αυτην οτι ουδεισ εστιν εν τη συγγενεια σου οσ καλειται τω ονοματι τουτω
62ἐνένευον δὲ τῷ πατρὶ αὐτοῦ τὸ τί ἂν θέλοι καλεῖσθαι αὐτό.
62ενενευον δε τω πατρι αυτου το τι αν θελοι καλεισθαι αυτον
63καὶ αἰτήσας πινακίδιον ἔγραψεν λέγων· Ἰωάννης ἐστὶν ὄνομα αὐτοῦ. καὶ ἐθαύμασαν πάντες.¶
63και αιτησασ πινακιδιον εγραψεν λεγων ιωαννησ εστιν το ονομα αυτου και εθαυμασαν παντεσ
64Ἀνεῴχθη δὲ τὸ στόμα αὐτοῦ παραχρῆμα καὶ ἡ γλῶσσα αὐτοῦ καὶ ἐλάλει εὐλογῶν τὸν θεόν.
64ανεωχθη δε το στομα αυτου παραχρημα και η γλωσσα αυτου και ελαλει ευλογων τον θεον
65καὶ ἐγένετο ἐπὶ πάντας φόβος τοὺς περιοικοῦντας αὐτούς· καὶ ἐν ὅλῃ τῇ ὀρεινῇ τῆς Ἰουδαίας διελαλεῖτο πάντα τὰ ῥήματα ταῦτα,
65και εγενετο επι παντασ φοβοσ τουσ περιοικουντασ αυτουσ και εν ολη τη ορεινη τησ ιουδαιασ διελαλειτο παντα τα ρηματα ταυτα
66καὶ ἔθεντο πάντες οἱ ἀκούσαντες ἐν τῇ καρδίᾳ αὐτῶν λέγοντες· τί ἄρα τὸ παιδίον τοῦτο ἔσται; καὶ χεὶρ κυρίου ἦν μετ᾽ αὐτοῦ.¶
66και εθεντο παντεσ οι ακουσαντεσ εν τη καρδια αυτων λεγοντεσ τι αρα το παιδιον τουτο εσται και χειρ κυριου ην μετ αυτου
67Καὶ Ζαχαρίας ὁ πατὴρ αὐτοῦ ἐπλήσθη πνεύματος ἁγίου καὶ ἐπροφήτευσεν λέγων·
67και ζαχαριασ ο πατηρ αυτου επλησθη πνευματοσ αγιου και προεφητευσεν λεγων
68εὐλογητὸς κύριος ὁ θεὸς τοῦ Ἰσραήλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησεν λύτρωσιν τῷ λαῷ αὐτοῦ,
68ευλογητοσ κυριοσ ο θεοσ του ισραηλ οτι επεσκεψατο και εποιησεν λυτρωσιν τω λαω αυτου
69καὶ ἤγειρεν κέρας σωτηρίας ἡμῖν ἐν οἴκῳ Δαυὶδ παιδὸς αὐτοῦ,
69και ηγειρεν κερασ σωτηριασ ημιν εν τω οικω δαυιδ του παιδοσ αυτου
70καθὼς ἐλάλησεν διὰ στόματος τῶν ἁγίων ἀπ᾽ αἰῶνος προφητῶν αὐτοῦ·
70καθωσ ελαλησεν δια στοματοσ των αγιων των απ αιωνοσ προφητων αυτου
71σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶν καὶ ἐκ χειρὸς πάντων τῶν μισούντων ἡμᾶς,
71σωτηριαν εξ εχθρων ημων και εκ χειροσ παντων των μισουντων ημασ
72ποιῆσαι ἔλεος μετὰ τῶν πατέρων ἡμῶν, καὶ μνησθῆναι διαθήκης ἁγίας αὐτοῦ,
72ποιησαι ελεοσ μετα των πατερων ημων και μνησθηναι διαθηκησ αγιασ αυτου
73ὅρκον ὃν ὤμοσεν πρὸς Ἀβραὰμ τὸν πατέρα ἡμῶν,
73ορκον ον ωμοσεν προσ αβρααμ τον πατερα ημων του δουναι ημιν
74ἀφόβως ἐκ χειρὸς ἐχθρῶν ῥυσθέντας λατρεύειν αὐτῷ
74αφοβωσ εκ χειροσ των εχθρων ημων ρυσθεντασ λατρευειν αυτω
75ἐν ὁσιότητι καὶ δικαιοσύνῃ ἐνώπιον αὐτοῦ πάσαις ταῖς ἡμέραις ἡμῶν.¶
75εν οσιοτητι και δικαιοσυνη ενωπιον αυτου πασασ τασ ημερασ τησ ζωησ ημων
76Καὶ σὺ παιδίον, προφήτης ὑψίστου κληθήσῃ· προπορεύσῃ γὰρ ἐνώπιον κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ,
76και συ παιδιον προφητησ υψιστου κληθηση προπορευση γαρ προ προσωπου κυριου ετοιμασαι οδουσ αυτου
77τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ ἐν ἀφέσει ἁμαρτιῶν αὐτῶν
77του δουναι γνωσιν σωτηριασ τω λαω αυτου εν αφεσει αμαρτιων αυτων
78διὰ σπλάγχνα ἐλέους θεοῦ ἡμῶν ἐν οἷς ἐπισκέψεται ἡμᾶς ἀνατολὴ ἐξ ὕψους,
78δια σπλαγχνα ελεουσ θεου ημων εν οισ επεσκεψατο ημασ ανατολη εξ υψουσ
79ἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις, τοῦ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης.¶
79επιφαναι τοισ εν σκοτει και σκια θανατου καθημενοισ του κατευθυναι τουσ ποδασ ημων εισ οδον ειρηνησ
80Τὸ δὲ παιδίον ηὔξανεν καὶ ἐκραταιοῦτο πνεύματι καὶ ἦν ἐν ταῖς ἐρήμοις ἕως ἡμέρας ἀναδείξεως αὐτοῦ πρὸς τὸν Ἰσραήλ.¶
80το δε παιδιον ηυξανεν και εκραταιουτο πνευματι και ην εν ταισ ερημοισ εωσ ημερασ αναδειξεωσ αυτου προσ τον ισραηλ
Tip: use the ← and → keys to turn chapters.