ΚΑΤΑ ΜΑΡΚΟΝ 1
Greek New Testament, word by word (STEPBible TAGNT)Original language
Greek New Testament, word by word (STEPBible TAGNT)
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Ἀρχὴ τοῦ εὐαγγελίου Ἰησοῦ Χριστοῦ υἱοῦ θεοῦ·
1αρχη του ευαγγελιου ιησου χριστου υιου του θεου
2καθὼς γέγραπται ἐν τῷ Ἠσαΐᾳ τῷ προφήτῃ· ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου
2ωσ γεγραπται εν τοισ προφηταισ ιδου εγω αποστελλω τον αγγελον μου προ προσωπου σου οσ κατασκευασει την οδον σου εμπροσθεν σου
3φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.¶
3φωνη βοωντοσ εν τη ερημω ετοιμασατε την οδον κυριου ευθειασ ποιειτε τασ τριβουσ αυτου
4Ἐγένετο Ἰωάννης βαπτίζων ἐν τῇ ἐρήμῳ καὶ κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν.
4εγενετο ιωαννησ βαπτιζων εν τη ερημω και κηρυσσων βαπτισμα μετανοιασ εισ αφεσιν αμαρτιων
5καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία χώρα καὶ οἱ Ἱεροσολυμῖται πάντες, καὶ ἐβαπτίζοντο ὑπ᾽ αὐτοῦ ἐν τῷ Ἰορδάνῃ ποταμῷ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν.
5και εξεπορευετο προσ αυτον πασα η ιουδαια χωρα και οι ιεροσολυμιται και εβαπτιζοντο παντεσ εν τω ιορδανη ποταμω υπ αυτου εξομολογουμενοι τασ αμαρτιασ αυτων
6ἦν ὁ Ἰωάννης ἐνδεδυμένος τρίχας καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ καὶ ἐσθίων ἀκρίδας καὶ μέλι ἄγριον.
6ην δε ο ιωαννησ ενδεδυμενοσ τριχασ καμηλου και ζωνην δερματινην περι την οσφυν αυτου και εσθιων ακριδασ και μελι αγριον
7καὶ ἐκήρυσσεν λέγων· ἔρχεται ὁ ἰσχυρότερός μου ὀπίσω μου, οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ.
7και εκηρυσσεν λεγων ερχεται ο ισχυροτεροσ μου οπισω μου ου ουκ ειμι ικανοσ κυψασ λυσαι τον ιμαντα των υποδηματων αυτου
8ἐγὼ ἐβάπτισα ὑμᾶς ὕδατι, αὐτὸς δὲ βαπτίσει ὑμᾶς ἐν πνεύματι ἁγίῳ.¶
8εγω μεν εβαπτισα υμασ εν υδατι αυτοσ δε βαπτισει υμασ εν πνευματι αγιω
9Καὶ ἐγένετο ἐν ἐκείναις ταῖς ἡμέραις ἦλθεν Ἰησοῦς ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας καὶ ἐβαπτίσθη εἰς τὸν Ἰορδάνην ὑπὸ Ἰωάννου.
9και εγενετο εν εκειναισ ταισ ημεραισ ηλθεν ιησουσ απο ναζαρετ τησ γαλιλαιασ και εβαπτισθη υπο ιωαννου εισ τον ιορδανην
10καὶ εὐθὺς ἀναβαίνων ἐκ τοῦ ὕδατος εἶδεν σχιζομένους τοὺς οὐρανοὺς καὶ τὸ πνεῦμα ὡς περιστερὰν καταβαῖνον εἰς αὐτόν·
10και ευθεωσ αναβαινων απο του υδατοσ ειδεν σχιζομενουσ τουσ ουρανουσ και το πνευμα ωσει περιστεραν καταβαινον επ αυτον
11καὶ φωνὴ ἐγένετο ἐκ τῶν οὐρανῶν· σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν σοὶ εὐδόκησα.¶
11και φωνη εγενετο εκ των ουρανων συ ει ο υιοσ μου ο αγαπητοσ εν ω ευδοκησα
12Καὶ εὐθὺς τὸ πνεῦμα αὐτὸν ἐκβάλλει εἰς τὴν ἔρημον.
12και ευθυσ το πνευμα αυτον εκβαλλει εισ την ερημον
13καὶ ἦν ἐν τῇ ἐρήμῳ τεσσεράκοντα ἡμέρας πειραζόμενος ὑπὸ τοῦ σατανᾶ καὶ ἦν μετὰ τῶν θηρίων· καὶ οἱ ἄγγελοι διηκόνουν αὐτῷ.¶
13και ην εκει εν τη ερημω ημερασ τεσσαρακοντα πειραζομενοσ υπο του σατανα και ην μετα των θηριων και οι αγγελοι διηκονουν αυτω
14μετὰ δὲ τὸ παραδοθῆναι τὸν Ἰωάννην ἦλθεν ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν κηρύσσων τὸ εὐαγγέλιον τοῦ θεοῦ
14μετα δε το παραδοθηναι τον ιωαννην ηλθεν ο ιησουσ εισ την γαλιλαιαν κηρυσσων το ευαγγελιον τησ βασιλειασ του θεου
15καὶ λέγων ὅτι πεπλήρωται ὁ καιρὸς καὶ ἤγγικεν ἡ βασιλεία τοῦ θεοῦ· μετανοεῖτε καὶ πιστεύετε ἐν τῷ εὐαγγελίῳ.¶
15και λεγων οτι πεπληρωται ο καιροσ και ηγγικεν η βασιλεια του θεου μετανοειτε και πιστευετε εν τω ευαγγελιω
16παράγων παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν Σίμωνα καὶ Ἀνδρέαν τὸν ἀδελφὸν ἀμφιβάλλοντας ἐν τῇ θαλάσσῃ· ἦσαν γὰρ ἁλιεῖς.
16περιπατων δε παρα την θαλασσαν τησ γαλιλαιασ ειδεν σιμωνα και ανδρεαν τον αδελφον αυτου του σιμωνοσ βαλλοντασ αμφιβληστρον εν τη θαλασση ησαν γαρ αλιεισ
17καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς γενέσθαι ἁλιεῖς ἀνθρώπων.
17και ειπεν αυτοισ ο ιησουσ δευτε οπισω μου και ποιησω υμασ γενεσθαι αλιεισ ανθρωπων
18καὶ εὐθὺς ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ.¶
18και ευθεωσ αφεντεσ τα δικτυα αυτων ηκολουθησαν αυτω
19Καὶ προβὰς ὀλίγον εἶδεν Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ αὐτοὺς ἐν τῷ πλοίῳ καταρτίζοντας τὰ δίκτυα,
19και προβασ εκειθεν ολιγον ειδεν ιακωβον τον του ζεβεδαιου και ιωαννην τον αδελφον αυτου και αυτουσ εν τω πλοιω καταρτιζοντασ τα δικτυα
20καὶ εὐθὺς ἐκάλεσεν αὐτούς. καὶ ἀφέντες τὸν πατέρα αὐτῶν Ζεβεδαῖον ἐν τῷ πλοίῳ μετὰ τῶν μισθωτῶν ἀπῆλθον ὀπίσω αὐτοῦ.¶
20και ευθεωσ εκαλεσεν αυτουσ και αφεντεσ τον πατερα αυτων ζεβεδαιον εν τω πλοιω μετα των μισθωτων απηλθον οπισω αυτου
21Καὶ εἰσπορεύονται εἰς Καφαρναούμ. καὶ εὐθὺς τοῖς σάββασιν εἰσελθὼν εἰς τὴν συναγωγὴν ἐδίδασκεν.
21και εισπορευονται εισ καπερναουμ και ευθεωσ τοισ σαββασιν εισελθων εισ την συναγωγην εδιδασκεν
22καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ· ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων καὶ οὐχ ὡς οἱ γραμματεῖς.¶
22και εξεπλησσοντο επι τη διδαχη αυτου ην γαρ διδασκων αυτουσ ωσ εξουσιαν εχων και ουχ ωσ οι γραμματεισ
23Καὶ εὐθὺς ἦν ἐν τῇ συναγωγῇ αὐτῶν ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ καὶ ἀνέκραξεν
23και ην εν τη συναγωγη αυτων ανθρωποσ εν πνευματι ακαθαρτω και ανεκραξεν
24λέγων· τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; ἦλθες ἀπολέσαι ἡμᾶς; οἶδά σε τίς εἶ, ὁ ἅγιος τοῦ θεοῦ.
24λεγων εα τι ημιν και σοι ιησου ναζαρηνε ηλθεσ απολεσαι ημασ οιδα σε τισ ει ο αγιοσ του θεου
25καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς λέγων· φιμώθητι καὶ ἔξελθε ἐξ αὐτοῦ.
25και επετιμησεν αυτω ο ιησουσ λεγων φιμωθητι και εξελθε εξ αυτου
26καὶ σπαράξαν αὐτὸν τὸ πνεῦμα τὸ ἀκάθαρτον καὶ φωνῆσαν φωνῇ μεγάλῃ ἐξῆλθεν ἐξ αὐτοῦ.
26και σπαραξαν αυτον το πνευμα το ακαθαρτον και κραξαν φωνη μεγαλη εξηλθεν εξ αυτου
27καὶ ἐθαμβήθησαν ἅπαντες ὥστε συζητεῖν πρὸς ἑαυτοὺς λέγοντας· τί ἐστιν τοῦτο; διδαχὴ καινὴ κατ᾽ ἐξουσίαν· καὶ τοῖς πνεύμασιν τοῖς ἀκαθάρτοις ἐπιτάσσει, καὶ ὑπακούουσιν αὐτῷ.¶
27και εθαμβηθησαν παντεσ ωστε συζητειν προσ εαυτουσ λεγοντασ τι εστιν τουτο τισ η διδαχη η καινη αυτη οτι κατ εξουσιαν και τοισ πνευμασιν τοισ ακαθαρτοισ επιτασσει και υπακουουσιν αυτω
28ἐξῆλθεν ἡ ἀκοὴ αὐτοῦ εὐθὺς πανταχοῦ εἰς ὅλην τὴν περίχωρον τῆς Γαλιλαίας.¶
28εξηλθεν δε η ακοη αυτου ευθυσ εισ ολην την περιχωρον τησ γαλιλαιασ
29Καὶ εὐθὺς ἐκ τῆς συναγωγῆς ἐξελθόντες ἦλθον εἰς τὴν οἰκίαν Σίμωνος καὶ Ἀνδρέου μετὰ Ἰακώβου καὶ Ἰωάννου.
29και ευθεωσ εκ τησ συναγωγησ εξελθοντεσ ηλθον εισ την οικιαν σιμωνοσ και ανδρεου μετα ιακωβου και ιωαννου
30ἡ δὲ πενθερὰ Σίμωνος κατέκειτο πυρέσσουσα, καὶ εὐθὺς λέγουσιν αὐτῷ περὶ αὐτῆς.
30η δε πενθερα σιμωνοσ κατεκειτο πυρεσσουσα και ευθεωσ λεγουσιν αυτω περι αυτησ
31καὶ προσελθὼν ἤγειρεν αὐτὴν κρατήσας τῆς χειρός καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός καὶ διηκόνει αὐτοῖς.¶
31και προσελθων ηγειρεν αυτην κρατησασ τησ χειροσ αυτησ και αφηκεν αυτην ο πυρετοσ ευθεωσ και διηκονει αυτοισ
32Ὀψίας δὲ γενομένης, ὅτε ἔδυ ὁ ἥλιος, ἔφερον πρὸς αὐτὸν πάντας τοὺς κακῶς ἔχοντας καὶ τοὺς δαιμονιζομένους·
32οψιασ δε γενομενησ οτε εδυ ο ηλιοσ εφερον προσ αυτον παντασ τουσ κακωσ εχοντασ και τουσ δαιμονιζομενουσ
33καὶ ἦν ὅλη ἡ πόλις ἐπισυνηγμένη πρὸς τὴν θύραν.
33και η πολισ ολη επισυνηγμενη ην προσ την θυραν
34καὶ ἐθεράπευσεν πολλοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις καὶ δαιμόνια πολλὰ ἐξέβαλεν καὶ οὐκ ἤφιεν λαλεῖν τὰ δαιμόνια ὅτι ᾔδεισαν αὐτόν
34και εθεραπευσεν πολλουσ κακωσ εχοντασ ποικιλαισ νοσοισ και δαιμονια πολλα εξεβαλεν και ουκ ηφιεν λαλειν τα δαιμονια οτι ηδεισαν αυτον
35Καὶ πρωῒ ἔννυχα λίαν ἀναστὰς ἐξῆλθεν καὶ ἀπῆλθεν εἰς ἔρημον τόπον κἀκεῖ προσηύχετο.
35και πρωι εννυχον λιαν αναστασ εξηλθεν και απηλθεν εισ ερημον τοπον κακει προσηυχετο
36καὶ κατεδίωξεν αὐτὸν Σίμων καὶ οἱ μετ᾽ αὐτοῦ·
36και κατεδιωξαν αυτον ο σιμων και οι μετ αυτου
37καὶ εὗρον αὐτὸν λέγουσιν αὐτῷ ὅτι πάντες ζητοῦσίν σε.¶
37και ευροντεσ αυτον λεγουσιν αυτω οτι παντεσ σε ζητουσιν
38Καὶ λέγει αὐτοῖς· ἄγωμεν ἀλλαχοῦ εἰς τὰς ἐχομένας κωμοπόλεις ἵνα καὶ ἐκεῖ κηρύξω· εἰς τοῦτο γὰρ ἐξῆλθον.¶
38και λεγει αυτοισ αγωμεν εισ τασ εχομενασ κωμοπολεισ ινα και εκει κηρυξω εισ τουτο γαρ εξεληλυθα
39Καὶ ἦλθεν κηρύσσων εἰς τὰς συναγωγὰς αὐτῶν εἰς ὅλην τὴν Γαλιλαίαν καὶ τὰ δαιμόνια ἐκβάλλων.¶
39και ην κηρυσσων εν ταισ συναγωγαισ αυτων εισ ολην την γαλιλαιαν και τα δαιμονια εκβαλλων
40Καὶ ἔρχεται πρὸς αὐτὸν λεπρὸς παρακαλῶν αὐτὸν καὶ γονυπετῶν καὶ λέγων αὐτῷ ὅτι ἐὰν θέλῃς δύνασαί με καθαρίσαι.
40και ερχεται προσ αυτον λεπροσ παρακαλων αυτον και γονυπετων αυτον και λεγων αυτω οτι εαν θελησ δυνασαι με καθαρισαι
41καὶ σπλαγχνισθεὶς ἐκτείνας τὴν χεῖρα αὐτοῦ ἥψατο καὶ λέγει αὐτῷ· θέλω, καθαρίσθητι.
41ο δε ιησουσ σπλαγχνισθεισ εκτεινασ την χειρα ηψατο αυτου και λεγει αυτω θελω καθαρισθητι
42καὶ εὐθὺς ἀπῆλθεν ἀπ᾽ αὐτοῦ ἡ λέπρα, καὶ ἐκαθαρίσθη.
42και ειποντοσ αυτου ευθεωσ απηλθεν απ αυτου η λεπρα και εκαθαρισθη
43καὶ ἐμβριμησάμενος αὐτῷ εὐθὺς ἐξέβαλεν αὐτὸν
43και εμβριμησαμενοσ αυτω ευθεωσ εξεβαλεν αυτον
44καὶ λέγει αὐτῷ· ὅρα, μηδενὶ μηδὲν εἴπῃς· ἀλλ᾽ ὕπαγε, σεαυτὸν δεῖξον τῷ ἱερεῖ καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου ἃ προσέταξεν Μωϋσῆς εἰς μαρτύριον αὐτοῖς.
44και λεγει αυτω ορα μηδενι μηδεν ειπησ αλλ υπαγε σεαυτον δειξον τω ιερει και προσενεγκε περι του καθαρισμου σου α προσεταξεν μωσησ εισ μαρτυριον αυτοισ
45ὁ δὲ ἐξελθὼν ἤρξατο κηρύσσειν πολλὰ καὶ διαφημίζειν τὸν λόγον ὥστε μηκέτι αὐτὸν δύνασθαι φανερῶς εἰς πόλιν εἰσελθεῖν, ἀλλ᾽ ἔξω ἐπ᾽ ἐρήμοις τόποις ἦν. καὶ ἤρχοντο πρὸς αὐτὸν πάντοθεν.¶
45ο δε εξελθων ηρξατο κηρυσσειν πολλα και διαφημιζειν τον λογον ωστε μηκετι αυτον δυνασθαι φανερωσ εισ πολιν εισελθειν αλλ εξω εν ερημοισ τοποισ ην και ηρχοντο προσ αυτον πανταχοθεν
Tip: use the ← and → keys to turn chapters.