ΚΑΤΑ ΜΑΡΚΟΝ 8
Greek New Testament, word by word (STEPBible TAGNT)Original language
Greek New Testament, word by word (STEPBible TAGNT)
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Ἐν ἐκείναις ταῖς ἡμέραις πάλιν πολλοῦ ὄχλου ὄντος καὶ μὴ ἐχόντων τί φάγωσιν, προσκαλεσάμενος τοὺς μαθητὰς λέγει αὐτοῖς·
1εν εκειναισ ταισ ημεραισ παμπολλου οχλου οντοσ και μη εχοντων τι φαγωσιν προσκαλεσαμενοσ ο ιησουσ τουσ μαθητασ αυτου λεγει αυτοισ
2σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσίν μοι καὶ οὐκ ἔχουσιν τί φάγωσιν.
2σπλαγχνιζομαι επι τον οχλον οτι ηδη ημεραι τρεισ προσμενουσιν μοι και ουκ εχουσιν τι φαγωσιν
3καὶ ἐὰν ἀπολύσω αὐτοὺς νήστεις εἰς οἶκον αὐτῶν, ἐκλυθήσονται ἐν τῇ ὁδῷ· καί τινες αὐτῶν μακρόθεν ἥκασιν.¶
3και εαν απολυσω αυτουσ νηστεισ εισ οικον αυτων εκλυθησονται εν τη οδω τινεσ γαρ αυτων μακροθεν ηκουσιν
4Καὶ ἀπεκρίθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ πόθεν τούτους δυνήσεταί τις ὧδε χορτάσαι ἄρτων ἐπ᾽ ἐρημίας;
4και απεκριθησαν αυτω οι μαθηται αυτου ποθεν τουτουσ δυνησεται τισ ωδε χορτασαι αρτων επ ερημιασ
5καὶ ἠρώτα αὐτούς· πόσους ἔχετε ἄρτους; οἱ δὲ εἶπαν· ἑπτά.
5και επηρωτα αυτουσ ποσουσ εχετε αρτουσ οι δε ειπον επτα
6καὶ παραγγέλλει τῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τῆς γῆς, καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους, εὐχαριστήσας ἔκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ ἵνα παρατιθῶσιν· καὶ παρέθηκαν τῷ ὄχλῳ.
6και παρηγγειλεν τω οχλω αναπεσειν επι τησ γησ και λαβων τουσ επτα αρτουσ ευχαριστησασ εκλασεν και εδιδου τοισ μαθηταισ αυτου ινα παραθωσιν και παρεθηκαν τω οχλω
7καὶ εἶχον ἰχθύδια ὀλίγα· καὶ εὐλογήσας εἶπεν καὶ ταῦτα παρατιθέναι.
7και ειχον ιχθυδια ολιγα και ευλογησασ ειπεν παραθειναι και αυτα
8ἔφαγον καὶ ἐχορτάσθησαν, καὶ ἦραν περισσεύματα κλασμάτων ἑπτὰ σπυρίδας.
8εφαγον δε και εχορτασθησαν και ηραν περισσευματα κλασματων επτα σπυριδασ
9ἦσαν δὲ ὡς τετρακισχίλιοι· καὶ ἀπέλυσεν αὐτούς.¶
9ησαν δε οι φαγοντεσ ωσ τετρακισχιλιοι και απελυσεν αυτουσ
10Καὶ εὐθὺς ἐμβὰς εἰς τὸ πλοῖον μετὰ τῶν μαθητῶν αὐτοῦ ἦλθεν εἰς τὰ μέρη Δαλμανουθά.
10και ευθεωσ εμβασ εισ το πλοιον μετα των μαθητων αυτου ηλθεν εισ τα μερη δαλμανουθα
11καὶ ἐξῆλθον οἱ Φαρισαῖοι καὶ ἤρξαντο συζητεῖν αὐτῷ ζητοῦντες παρ᾽ αὐτοῦ σημεῖον ἀπὸ τοῦ οὐρανοῦ, πειράζοντες αὐτόν.¶
11και εξηλθον οι φαρισαιοι και ηρξαντο συζητειν αυτω ζητουντεσ παρ αυτου σημειον απο του ουρανου πειραζοντεσ αυτον
12Καὶ ἀναστενάξας τῷ πνεύματι αὐτοῦ λέγει· τί ἡ γενεὰ αὕτη ζητεῖ σημεῖον; ἀμὴν λέγω ὑμῖν, εἰ δοθήσεται τῇ γενεᾷ ταύτῃ σημεῖον.
12και αναστεναξασ τω πνευματι αυτου λεγει τι η γενεα αυτη σημειον επιζητει αμην λεγω υμιν ει δοθησεται τη γενεα ταυτη σημειον
13καὶ ἀφεὶς αὐτοὺς πάλιν ἐμβὰς ἀπῆλθεν εἰς τὸ πέραν.
13και αφεισ αυτουσ εμβασ παλιν εισ πλοιον απηλθεν εισ το περαν
14καὶ ἐπελάθοντο λαβεῖν ἄρτους καὶ εἰ μὴ ἕνα ἄρτον οὐκ εἶχον μεθ᾽ ἑαυτῶν ἐν τῷ πλοίῳ.
14και επελαθοντο λαβειν αρτουσ και ει μη ενα αρτον ουκ ειχον μεθ εαυτων εν τω πλοιω
15καὶ διεστέλλετο αὐτοῖς λέγων· ὁρᾶτε, βλέπετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ τῆς ζύμης Ἡρῴδου.
15και διεστελλετο αυτοισ λεγων ορατε βλεπετε απο τησ ζυμησ των φαρισαιων και τησ ζυμησ ηρωδου
16καὶ διελογίζοντο πρὸς ἀλλήλους ὅτι ἄρτους οὐκ ἔχουσιν.
16και διελογιζοντο προσ αλληλουσ λεγοντεσ οτι αρτουσ ουκ εχομεν
17καὶ γνοὺς λέγει αὐτοῖς· τί διαλογίζεσθε ὅτι ἄρτους οὐκ ἔχετε; οὔπω νοεῖτε οὐδὲ συνίετε; πεπωρωμένην ἔχετε τὴν καρδίαν ὑμῶν;
17και γνουσ ο ιησουσ λεγει αυτοισ τι διαλογιζεσθε οτι αρτουσ ουκ εχετε ουπω νοειτε ουδε συνιετε ετι πεπωρωμενην εχετε την καρδιαν υμων
18ὀφθαλμοὺς ἔχοντες οὐ βλέπετε, καὶ ὦτα ἔχοντες οὐκ ἀκούετε; καὶ οὐ μνημονεύετε;
18οφθαλμουσ εχοντεσ ου βλεπετε και ωτα εχοντεσ ουκ ακουετε και ου μνημονευετε
19ὅτε τοὺς πέντε ἄρτους ἔκλασα εἰς τοὺς πεντακισχιλίους πόσους κοφίνους κλασμάτων πλήρεις ἤρατε; λέγουσιν αὐτῷ· δώδεκα.
19οτε τουσ πεντε αρτουσ εκλασα εισ τουσ πεντακισχιλιουσ ποσουσ κοφινουσ πληρεισ κλασματων ηρατε λεγουσιν αυτω δωδεκα
20ὅτε τοὺς ἑπτὰ εἰς τοὺς τετρακισχιλίους πόσων σπυρίδων πληρώματα κλασμάτων ἤρατε; καὶ λέγουσιν ἑπτά.
20οτε δε τουσ επτα εισ τουσ τετρακισχιλιουσ ποσων σπυριδων πληρωματα κλασματων ηρατε οι δε ειπον επτα
21καὶ ἔλεγεν αὐτοῖς· οὔπω συνίετε;¶
21και ελεγεν αυτοισ πωσ ου συνιετε
22Καὶ ἔρχονται εἰς Βηθσαϊδάν, καὶ φέρουσιν αὐτῷ τυφλὸν καὶ παρακαλοῦσιν αὐτὸν ἵνα αὐτοῦ ἅψηται.
22και ερχεται εισ βηθσαιδαν και φερουσιν αυτω τυφλον και παρακαλουσιν αυτον ινα αυτου αψηται
23καὶ ἐπιλαβόμενος τῆς χειρὸς τοῦ τυφλοῦ ἐξήνεγκεν αὐτὸν ἔξω τῆς κώμης, καὶ πτύσας εἰς τὰ ὄμματα αὐτοῦ, ἐπιθεὶς τὰς χεῖρας αὐτῷ ἐπηρώτα αὐτόν· εἴ τι βλέπεις;
23και επιλαβομενοσ τησ χειροσ του τυφλου εξηγαγεν αυτον εξω τησ κωμησ και πτυσασ εισ τα ομματα αυτου επιθεισ τασ χειρασ αυτω επηρωτα αυτον ει τι βλεπει
24καὶ ἀναβλέψας ἔλεγεν· βλέπω τοὺς ἀνθρώπους ὅτι ὡς δένδρα ὁρῶ περιπατοῦντας.
24και αναβλεψασ ελεγεν βλεπω τουσ ανθρωπουσ οτι ωσ δενδρα ορω περιπατουντασ
25εἶτα πάλιν ἐπέθηκεν τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ διέβλεψεν καὶ ἀπεκατέστη καὶ ἐνέβλεπεν τηλαυγῶς ἅπαντα.
25ειτα παλιν επεθηκεν τασ χειρασ επι τουσ οφθαλμουσ αυτου και εποιησεν αυτον αναβλεψαι και αποκατεσταθη και ενεβλεψεν τηλαυγωσ απαντασ
26καὶ ἀπέστειλεν αὐτὸν εἰς οἶκον αὐτοῦ λέγων· μηδὲ εἰς τὴν κώμην εἰσέλθῃς
26και απεστειλεν αυτον εισ τον οικον αυτου λεγων μηδε εισ την κωμην εισελθησ μηδε ειπησ τινι εν τη κωμη
27Καὶ ἐξῆλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὰς κώμας Καισαρείας τῆς Φιλίππου. καὶ ἐν τῇ ὁδῷ ἐπηρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων αὐτοῖς· τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι;
27και εξηλθεν ο ιησουσ και οι μαθηται αυτου εισ τασ κωμασ καισαρειασ τησ φιλιππου και εν τη οδω επηρωτα τουσ μαθητασ αυτου λεγων αυτοισ τινα με λεγουσιν οι ανθρωποι ειναι
28οἱ δὲ εἶπαν Ἰωάννην τὸν βαπτιστήν, καὶ ἄλλοι· Ἠλίαν, ἄλλοι δὲ εἷς τῶν προφητῶν.
28οι δε απεκριθησαν ιωαννην τον βαπτιστην και αλλοι ηλιαν αλλοι δε ενα των προφητων
29καὶ αὐτὸς ἐπηρώτα αὐτούς· ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; ἀποκριθεὶς ὁ Πέτρος λέγει αὐτῷ· σὺ εἶ ὁ χριστός.
29και αυτοσ λεγει αυτοισ υμεισ δε τινα με λεγετε ειναι αποκριθεισ δε ο πετροσ λεγει αυτω συ ει ο χριστοσ
30καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μηδενὶ λέγωσιν περὶ αὐτοῦ.
30και επετιμησεν αυτοισ ινα μηδενι λεγωσιν περι αυτου
31καὶ ἤρξατο διδάσκειν αὐτοὺς ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ὑπὸ τῶν πρεσβυτέρων καὶ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων καὶ ἀποκτανθῆναι καὶ μετὰ τρεῖς ἡμέρας ἀναστῆναι·
31και ηρξατο διδασκειν αυτουσ οτι δει τον υιον του ανθρωπου πολλα παθειν και αποδοκιμασθηναι απο των πρεσβυτερων και των αρχιερεων και των γραμματεων και αποκτανθηναι και μετα τρεισ ημερασ αναστηναι
32καὶ παρρησίᾳ τὸν λόγον ἐλάλει.¶ Καὶ προσλαβόμενος ὁ Πέτρος αὐτὸν ἤρξατο ἐπιτιμᾶν αὐτῷ.
32και παρρησια τον λογον ελαλει και προσλαβομενοσ αυτον ο πετροσ ηρξατο επιτιμαν αυτω
33ὁ δὲ ἐπιστραφεὶς καὶ ἰδὼν τοὺς μαθητὰς αὐτοῦ ἐπετίμησεν Πέτρῳ λέγει· ὕπαγε ὀπίσω μου, σατανᾶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων.
33ο δε επιστραφεισ και ιδων τουσ μαθητασ αυτου επετιμησεν τω πετρω λεγων υπαγε οπισω μου σατανα οτι ου φρονεισ τα του θεου αλλα τα των ανθρωπων
34καὶ προσκαλεσάμενος τὸν ὄχλον σὺν τοῖς μαθηταῖς αὐτοῦ εἶπεν αὐτοῖς· εἴ τις θέλει ὀπίσω μου ἀκολουθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι.
34και προσκαλεσαμενοσ τον οχλον συν τοισ μαθηταισ αυτου ειπεν αυτοισ οστισ θελει οπισω μου ακολουθειν απαρνησασθω εαυτον και αρατω τον σταυρον αυτου και ακολουθειτω μοι
35ὃς γὰρ ἐὰν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ᾽ ἂν ἀπολέσει τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου, σώσει αὐτήν.
35οσ γαρ αν θελη την ψυχην αυτου σωσαι απολεσει αυτην οσ δ αν απολεση την εαυτου ψυχην ενεκεν εμου και του ευαγγελιου ουτοσ σωσει αυτην
36τί γὰρ ὠφελεῖ ἄνθρωπον κερδῆσαι τὸν κόσμον ὅλον καὶ ζημιωθῆναι τὴν ψυχὴν αὐτοῦ;
36τι γαρ ωφελησει ανθρωπον εαν κερδηση τον κοσμον ολον και ζημιωθη την ψυχην αυτου
37τί δοῖ ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ;
37η τι δωσει ανθρωποσ ανταλλαγμα τησ ψυχησ αυτου
38ὃς γὰρ ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων.¶
38οσ γαρ εαν επαισχυνθη με και τουσ εμουσ λογουσ εν τη γενεα ταυτη τη μοιχαλιδι και αμαρτωλω και ο υιοσ του ανθρωπου επαισχυνθησεται αυτον οταν ελθη εν τη δοξη του πατροσ αυτου μετα των αγγελων των αγιων
Tip: use the ← and → keys to turn chapters.