ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ
Chapter 1

ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ

Greek New Testament, wor…
vs Greek New Testamen…
Aa
Text size
Line width
Verse numbers

ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 1

Greek New Testament, word by word (STEPBible TAGNT)
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Παῦλος ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ θελήματος θεοῦ τοῖς ἁγίοις τοῖς οὖσιν ἐν Ἐφέσῳ καὶ πιστοῖς ἐν Χριστῷ Ἰησοῦ·
1παυλοσ αποστολοσ ιησου χριστου δια θεληματοσ θεου τοισ αγιοισ τοισ ουσιν εν εφεσω και πιστοισ εν χριστω ιησου
2χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.¶
2χαρισ υμιν και ειρηνη απο θεου πατροσ ημων και κυριου ιησου χριστου
3Εὐλογητὸς ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ,
3ευλογητοσ ο θεοσ και πατηρ του κυριου ημων ιησου χριστου ο ευλογησασ ημασ εν παση ευλογια πνευματικη εν τοισ επουρανιοισ εν χριστω
4καθὼς ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμου εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ ἐν ἀγάπῃ
4καθωσ εξελεξατο ημασ εν αυτω προ καταβολησ κοσμου ειναι ημασ αγιουσ και αμωμουσ κατενωπιον αυτου εν αγαπη
5προορίσας ἡμᾶς εἰς υἱοθεσίαν διὰ Ἰησοῦ Χριστοῦ εἰς αὐτὸν κατὰ τὴν εὐδοκίαν τοῦ θελήματος αὐτοῦ
5προορισασ ημασ εισ υιοθεσιαν δια ιησου χριστου εισ αυτον κατα την ευδοκιαν του θεληματοσ αυτου
6εἰς ἔπαινον δόξης τῆς χάριτος αὐτοῦ, ἧς ἐχαρίτωσεν ἡμᾶς ἐν τῷ ἠγαπημένῳ,
6εισ επαινον δοξησ τησ χαριτοσ αυτου εν η εχαριτωσεν ημασ εν τω ηγαπημενω
7ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσιν τῶν παραπτωμάτων, κατὰ τὸ πλοῦτος τῆς χάριτος αὐτοῦ,
7εν ω εχομεν την απολυτρωσιν δια του αιματοσ αυτου την αφεσιν των παραπτωματων κατα τον πλουτον τησ χαριτοσ αυτου
8ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει
8ησ επερισσευσεν εισ ημασ εν παση σοφια και φρονησει
9γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ κατὰ τὴν εὐδοκίαν αὐτοῦ, ἣν προέθετο ἐν αὐτῷ
9γνωρισασ ημιν το μυστηριον του θεληματοσ αυτου κατα την ευδοκιαν αυτου ην προεθετο εν αυτω
10εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν, ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ, τὰ ἐπὶ τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς,
10εισ οικονομιαν του πληρωματοσ των καιρων ανακεφαλαιωσασθαι τα παντα εν τω χριστω τα επι τοισ ουρανοισ και τα επι τησ γησ
11ἐν ᾧ καὶ ἐκληρώθημεν προορισθέντες κατὰ πρόθεσιν τοῦ τὰ πάντα ἐνεργοῦντος κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ
11εν αυτω εν ω και εκληρωθημεν προορισθεντεσ κατα προθεσιν του τα παντα ενεργουντοσ κατα την βουλην του θεληματοσ αυτου
12εἰς τὸ εἶναι ἡμᾶς εἰς ἔπαινον δόξης αὐτοῦ, τοὺς προηλπικότας ἐν τῷ Χριστῷ·
12εισ το ειναι ημασ εισ επαινον δοξησ αυτου τουσ προηλπικοτασ εν τω χριστω
13ἐν ᾧ καὶ ὑμεῖς ἀκούσαντες τὸν λόγον τῆς ἀληθείας, τὸ εὐαγγέλιον τῆς σωτηρίας ὑμῶν, ἐν ᾧ καὶ πιστεύσαντες ἐσφραγίσθητε τῷ πνεύματι τῆς ἐπαγγελίας τῷ ἁγίῳ
13εν ω και υμεισ ακουσαντεσ τον λογον τησ αληθειασ το ευαγγελιον τησ σωτηριασ υμων εν ω και πιστευσαντεσ εσφραγισθητε τω πνευματι τησ επαγγελιασ τω αγιω
14ὅ ἐστιν ἀρραβὼν τῆς κληρονομίας ἡμῶν εἰς ἀπολύτρωσιν τῆς περιποιήσεως εἰς ἔπαινον τῆς δόξης αὐτοῦ.¶
14οσ εστιν αρραβων τησ κληρονομιασ ημων εισ απολυτρωσιν τησ περιποιησεωσ εισ επαινον τησ δοξησ αυτου
15Διὰ τοῦτο κἀγὼ ἀκούσας τὴν καθ᾽ ὑμᾶς πίστιν ἐν τῷ κυρίῳ Ἰησοῦ καὶ τὴν ἀγάπην τὴν εἰς πάντας τοὺς ἁγίους
15δια τουτο καγω ακουσασ την καθ υμασ πιστιν εν τω κυριω ιησου και την αγαπην την εισ παντασ τουσ αγιουσ
16οὐ παύομαι εὐχαριστῶν ὑπὲρ ὑμῶν μνείαν ποιούμενος ἐπὶ τῶν προσευχῶν μου
16ου παυομαι ευχαριστων υπερ υμων μνειαν υμων ποιουμενοσ επι των προσευχων μου
17ἵνα ὁ θεὸς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ πατὴρ τῆς δόξης, δώῃ ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως ἐν ἐπιγνώσει αὐτοῦ,
17ινα ο θεοσ του κυριου ημων ιησου χριστου ο πατηρ τησ δοξησ δωη υμιν πνευμα σοφιασ και αποκαλυψεωσ εν επιγνωσει αυτου
18πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας ὑμῶν εἰς τὸ εἰδέναι ὑμᾶς τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ, τίς ὁ πλοῦτος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις,
18πεφωτισμενουσ τουσ οφθαλμουσ τησ καρδιασ υμων εισ το ειδεναι υμασ τισ εστιν η ελπισ τησ κλησεωσ αυτου και τισ ο πλουτοσ τησ δοξησ τησ κληρονομιασ αυτου εν τοισ αγιοισ
19καὶ τί τὸ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ,
19και τι το υπερβαλλον μεγεθοσ τησ δυναμεωσ αυτου εισ ημασ τουσ πιστευοντασ κατα την ενεργειαν του κρατουσ τησ ισχυοσ αυτου
20ἣν ἐνήργησεν ἐν τῷ Χριστῷ ἐγείρας αὐτὸν ἐκ νεκρῶν καὶ καθίσας ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρανίοις
20ην ενηργησεν εν τω χριστω εγειρασ αυτον εκ των νεκρων και εκαθισεν εν δεξια αυτου εν τοισ επουρανιοισ
21ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ ἀλλὰ καὶ ἐν τῷ μέλλοντι,
21υπερανω πασησ αρχησ και εξουσιασ και δυναμεωσ και κυριοτητοσ και παντοσ ονοματοσ ονομαζομενου ου μονον εν τω αιωνι τουτω αλλα και εν τω μελλοντι
22καὶ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ καὶ αὐτὸν ἔδωκεν κεφαλὴν ὑπὲρ πάντα τῇ ἐκκλησίᾳ
22και παντα υπεταξεν υπο τουσ ποδασ αυτου και αυτον εδωκεν κεφαλην υπερ παντα τη εκκλησια
23ἥτις ἐστὶν τὸ σῶμα αὐτοῦ, τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσιν πληρουμένου.¶
23ητισ εστιν το σωμα αυτου το πληρωμα του τα παντα εν πασιν πληρουμενου

Tip: use the ← and → keys to turn chapters.