ΚΑΤΑ ΛΟΥΚΑΝ 7
Greek New Testament, word by word (STEPBible TAGNT)Original language
Greek New Testament, word by word (STEPBible TAGNT)
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Ἐπειδὴ ἐπλήρωσεν πάντα τὰ ῥήματα αὐτοῦ εἰς τὰς ἀκοὰς τοῦ λαοῦ, εἰσῆλθεν εἰς Καφαρναούμ.
1επει δε επληρωσεν παντα τα ρηματα αυτου εισ τασ ακοασ του λαου εισηλθεν εισ καπερναουμ
2ἑκατοντάρχου δέ τινος δοῦλος κακῶς ἔχων ἤμελλεν τελευτᾶν ὃς ἦν αὐτῷ ἔντιμος.
2εκατονταρχου δε τινοσ δουλοσ κακωσ εχων εμελλεν τελευταν οσ ην αυτω εντιμοσ
3ἀκούσας δὲ περὶ τοῦ Ἰησοῦ ἀπέστειλεν πρὸς αὐτὸν πρεσβυτέρους τῶν Ἰουδαίων ἐρωτῶν αὐτὸν ὅπως ἐλθὼν διασώσῃ τὸν δοῦλον αὐτοῦ.
3ακουσασ δε περι του ιησου απεστειλεν προσ αυτον πρεσβυτερουσ των ιουδαιων ερωτων αυτον οπωσ ελθων διασωση τον δουλον αυτου
4οἱ δὲ παραγενόμενοι πρὸς τὸν Ἰησοῦν παρεκάλουν αὐτὸν σπουδαίως λέγοντες ὅτι ἄξιός ἐστιν ᾧ παρέξῃ τοῦτο·
4οι δε παραγενομενοι προσ τον ιησουν παρεκαλουν αυτον σπουδαιωσ λεγοντεσ οτι αξιοσ εστιν ω παρεξει τουτο
5ἀγαπᾷ γὰρ τὸ ἔθνος ἡμῶν καὶ τὴν συναγωγὴν αὐτὸς ᾠκοδόμησεν ἡμῖν.¶
5αγαπα γαρ το εθνοσ ημων και την συναγωγην αυτοσ ωκοδομησεν ημιν
6Ὁ δὲ Ἰησοῦς ἐπορεύετο σὺν αὐτοῖς. ἤδη δὲ αὐτοῦ οὐ μακρὰν ἀπέχοντος ἀπὸ τῆς οἰκίας ἔπεμψεν φίλους ὁ ἑκατοντάρχης λέγων αὐτῷ· κύριε, μὴ σκύλλου· οὐ γὰρ ἱκανός εἰμι ἵνα ὑπὸ τὴν στέγην μου εἰσέλθῃς,
6ο δε ιησουσ επορευετο συν αυτοισ ηδη δε αυτου ου μακραν απεχοντοσ απο τησ οικιασ επεμψεν προσ αυτον ο εκατονταρχοσ φιλουσ λεγων αυτω κυριε μη σκυλλου ου γαρ ειμι ικανοσ ινα υπο την στεγην μου εισελθησ
7διὸ οὐδὲ ἐμαυτὸν ἠξίωσα πρὸς σὲ ἐλθεῖν. ἀλλ᾽ εἰπὲ λόγῳ, καὶ ἰαθήτω ὁ παῖς μου.
7διο ουδε εμαυτον ηξιωσα προσ σε ελθειν αλλ ειπε λογω και ιαθησεται ο παισ μου
8καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν τασσόμενος, ἔχων ὑπ᾽ ἐμαυτὸν στρατιώτας. καὶ λέγω τούτῳ· πορεύθητι, καὶ πορεύεται, καὶ ἄλλῳ· ἔρχου, καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου· ποίησον τοῦτο, καὶ ποιεῖ.
8και γαρ εγω ανθρωποσ ειμι υπο εξουσιαν τασσομενοσ εχων υπ εμαυτον στρατιωτασ και λεγω τουτω πορευθητι και πορευεται και αλλω ερχου και ερχεται και τω δουλω μου ποιησον τουτο και ποιει
9ἀκούσας δὲ ταῦτα ὁ Ἰησοῦς ἐθαύμασεν αὐτόν· καὶ στραφεὶς τῷ ἀκολουθοῦντι αὐτῷ ὄχλῳ εἶπεν· λέγω ὑμῖν, οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον.
9ακουσασ δε ταυτα ο ιησουσ εθαυμασεν αυτον και στραφεισ τω ακολουθουντι αυτω οχλω ειπεν λεγω υμιν ουτε εν τω ισραηλ τοσαυτην πιστιν ευρον
10καὶ ὑποστρέψαντες εἰς τὸν οἶκον οἱ πεμφθέντες εὗρον τὸν δοῦλον ὑγιαίνοντα.¶
10και υποστρεψαντεσ οι πεμφθεντεσ εισ τον οικον ευρον τον ασθενουντα δουλον υγιαινοντα
11Καὶ ἐγένετο ἐν τῷ ἑξῆς ἐπορεύθη εἰς πόλιν καλουμένην Ναΐν, καὶ συνεπορεύοντο αὐτῷ οἱ μαθηταὶ αὐτοῦ καὶ ὄχλος πολύς.
11και εγενετο εν τω εξησ επορευετο εισ πολιν καλουμενην ναιν και συνεπορευοντο αυτω οι μαθηται αυτου ικανοι και οχλοσ πολυσ
12ὡς δὲ ἤγγισεν τῇ πύλῃ τῆς πόλεως, καὶ ἰδοὺ ἐξεκομίζετο τεθνηκὼς μονογενὴς υἱὸς τῇ μητρὶ αὐτοῦ, καὶ αὐτὴ ἦν χήρα· καὶ ὄχλος τῆς πόλεως ἱκανὸς ἦν σὺν αὐτῇ.
12ωσ δε ηγγισεν τη πυλη τησ πολεωσ και ιδου εξεκομιζετο τεθνηκωσ υιοσ μονογενησ τη μητρι αυτου και αυτη χηρα και οχλοσ τησ πολεωσ ικανοσ συν αυτη
13καὶ ἰδὼν αὐτὴν ὁ κύριος ἐσπλαγχνίσθη ἐπ᾽ αὐτῇ καὶ εἶπεν αὐτῇ· μὴ κλαῖε.
13και ιδων αυτην ο κυριοσ εσπλαγχνισθη επ αυτη και ειπεν αυτη μη κλαιε
14καὶ προσελθὼν ἥψατο τῆς σοροῦ· οἱ δὲ βαστάζοντες ἔστησαν· καὶ εἶπεν· νεανίσκε, σοὶ λέγω, ἐγέρθητι.
14και προσελθων ηψατο τησ σορου οι δε βασταζοντεσ εστησαν και ειπεν νεανισκε σοι λεγω εγερθητι
15καὶ ἀνεκάθισεν ὁ νεκρὸς καὶ ἤρξατο λαλεῖν. καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ.
15και ανεκαθισεν ο νεκροσ και ηρξατο λαλειν και εδωκεν αυτον τη μητρι αυτου
16ἔλαβεν δὲ φόβος πάντας, καὶ ἐδόξαζον τὸν θεὸν λέγοντες ὅτι προφήτης μέγας ἠγέρθη ἐν ἡμῖν, καὶ ὅτι ἐπεσκέψατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ.
16ελαβεν δε φοβοσ παντασ και εδοξαζον τον θεον λεγοντεσ οτι προφητησ μεγασ εγηγερται εν ημιν και οτι επεσκεψατο ο θεοσ τον λαον αυτου
17καὶ ἐξῆλθεν ὁ λόγος οὗτος ἐν ὅλῃ τῇ Ἰουδαίᾳ περὶ αὐτοῦ καὶ πάσῃ τῇ περιχώρῳ.¶
17και εξηλθεν ο λογοσ ουτοσ εν ολη τη ιουδαια περι αυτου και εν παση τη περιχωρω
18Καὶ ἀπήγγειλαν Ἰωάννῃ οἱ μαθηταὶ αὐτοῦ περὶ πάντων τούτων.
18και απηγγειλαν ιωαννη οι μαθηται αυτου περι παντων τουτων
19ἔπεμψεν πρὸς τὸν κύριον λέγων· σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἄλλον προσδοκῶμεν;¶
19και προσκαλεσαμενοσ δυο τινασ των μαθητων αυτου ο ιωαννησ επεμψεν προσ τον ιησουν λεγων συ ει ο ερχομενοσ η αλλον προσδοκωμεν
20Παραγενόμενοι δὲ πρὸς αὐτὸν οἱ ἄνδρες εἶπαν· Ἰωάννης ὁ βαπτιστὴς ἀπέστειλεν ἡμᾶς πρὸς σὲ λέγων· σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἄλλον προσδοκῶμεν;
20παραγενομενοι δε προσ αυτον οι ανδρεσ ειπον ιωαννησ ο βαπτιστησ απεσταλκεν ημασ προσ σε λεγων συ ει ο ερχομενοσ η αλλον προσδοκωμεν
21ἐν ἐκείνῃ τῇ ὥρᾳ ἐθεράπευσεν πολλοὺς ἀπὸ νόσων καὶ μαστίγων καὶ πνευμάτων πονηρῶν καὶ τυφλοῖς πολλοῖς ἐχαρίσατο βλέπειν.
21εν αυτη δε τη ωρα εθεραπευσεν πολλουσ απο νοσων και μαστιγων και πνευματων πονηρων και τυφλοισ πολλοισ εχαρισατο το βλεπειν
22καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς· πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ ἃ εἴδετε καὶ ἠκούσατε· τυφλοὶ ἀναβλέπουσιν, χωλοὶ περιπατοῦσιν, λεπροὶ καθαρίζονται, κωφοὶ ἀκούουσιν, νεκροὶ ἐγείρονται, πτωχοὶ εὐαγγελίζονται,
22και αποκριθεισ ο ιησουσ ειπεν αυτοισ πορευθεντεσ απαγγειλατε ιωαννη α ειδετε και ηκουσατε οτι τυφλοι αναβλεπουσιν χωλοι περιπατουσιν λεπροι καθαριζονται κωφοι ακουουσιν νεκροι εγειρονται πτωχοι ευαγγελιζονται
23καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί.¶
23και μακαριοσ εστιν οσ εαν μη σκανδαλισθη εν εμοι
24Ἀπελθόντων δὲ τῶν ἀγγέλων Ἰωάννου ἤρξατο λέγειν πρὸς τοὺς ὄχλους περὶ Ἰωάννου· τί ἐξήλθατε εἰς τὴν ἔρημον θεάσασθαι; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον;
24απελθοντων δε των αγγελων ιωαννου ηρξατο λεγειν τοισ οχλοισ περι ιωαννου τι εξεληλυθατε εισ την ερημον θεασασθαι καλαμον υπο ανεμου σαλευομενον
25ἀλλὰ τί ἐξήλθατε ἰδεῖν; ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον; ἰδοὺ οἱ ἐν ἱματισμῷ ἐνδόξῳ καὶ τρυφῇ ὑπάρχοντες ἐν τοῖς βασιλείοις εἰσίν.
25αλλα τι εξεληλυθατε ιδειν ανθρωπον εν μαλακοισ ιματιοισ ημφιεσμενον ιδου οι εν ιματισμω ενδοξω και τρυφη υπαρχοντεσ εν τοισ βασιλειοισ εισιν
26ἀλλὰ τί ἐξήλθατε ἰδεῖν; προφήτην; ναὶ λέγω ὑμῖν· καὶ περισσότερον προφήτου.
26αλλα τι εξεληλυθατε ιδειν προφητην ναι λεγω υμιν και περισσοτερον προφητου
27οὗτός ἐστιν περὶ οὗ γέγραπται· ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου.¶
27ουτοσ εστιν περι ου γεγραπται ιδου εγω αποστελλω τον αγγελον μου προ προσωπου σου οσ κατασκευασει την οδον σου εμπροσθεν σου
28Λέγω ὑμῖν· μείζων ἐν γεννητοῖς γυναικῶν Ἰωάννου οὐδείς ἐστιν. ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ μείζων αὐτοῦ ἐστιν.
28λεγω γαρ υμιν μειζων εν γεννητοισ γυναικων προφητησ ιωαννου του βαπτιστου ουδεισ εστιν ο δε μικροτεροσ εν τη βασιλεια του θεου μειζων αυτου εστιν
29καὶ πᾶς ὁ λαὸς ἀκούσας καὶ οἱ τελῶναι ἐδικαίωσαν τὸν θεὸν βαπτισθέντες τὸ βάπτισμα Ἰωάννου.
29και πασ ο λαοσ ακουσασ και οι τελωναι εδικαιωσαν τον θεον βαπτισθεντεσ το βαπτισμα ιωαννου
30οἱ δὲ Φαρισαῖοι καὶ οἱ νομικοὶ τὴν βουλὴν τοῦ θεοῦ ἠθέτησαν εἰς ἑαυτοὺς μὴ βαπτισθέντες ὑπ᾽ αὐτοῦ.¶
30οι δε φαρισαιοι και οι νομικοι την βουλην του θεου ηθετησαν εισ εαυτουσ μη βαπτισθεντεσ υπ αυτου
31τίνι οὖν ὁμοιώσω τοὺς ἀνθρώπους τῆς γενεᾶς ταύτης καὶ τίνι εἰσὶν ὅμοιοι;
31τινι ουν ομοιωσω τουσ ανθρωπουσ τησ γενεασ ταυτησ και τινι εισιν ομοιοι
32ὅμοιοί εἰσιν παιδίοις τοῖς ἐν ἀγορᾷ καθημένοις καὶ προσφωνοῦσιν ἀλλήλοις λέγει· ηὐλήσαμεν ὑμῖν, καὶ οὐκ ὠρχήσασθε· ἐθρηνήσαμεν καὶ οὐκ ἐκλαύσατε.
32ομοιοι εισιν παιδιοισ τοισ εν αγορα καθημενοισ και προσφωνουσιν αλληλοισ και λεγουσιν ηυλησαμεν υμιν και ουκ ωρχησασθε εθρηνησαμεν υμιν και ουκ εκλαυσατε
33ἐλήλυθεν γὰρ Ἰωάννης ὁ βαπτιστὴς μὴ ἐσθίων ἄρτον μήτε πίνων οἶνον, καὶ λέγετε· δαιμόνιον ἔχει.
33εληλυθεν γαρ ιωαννησ ο βαπτιστησ μητε αρτον εσθιων μητε οινον πινων και λεγετε δαιμονιον εχει
34ἐλήλυθεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγετε· ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, φίλος τελωνῶν καὶ ἁμαρτωλῶν.
34εληλυθεν ο υιοσ του ανθρωπου εσθιων και πινων και λεγετε ιδου ανθρωποσ φαγοσ και οινοποτησ φιλοσ τελωνων και αμαρτωλων
35καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ πάντων τῶν τέκνων αὐτῆς.¶
35και εδικαιωθη η σοφια απο των τεκνων αυτησ παντων
36Ἠρώτα δέ τις αὐτὸν τῶν Φαρισαίων ἵνα φάγῃ μετ᾽ αὐτοῦ. καὶ εἰσελθὼν εἰς τὸν οἶκον τοῦ Φαρισαίου κατεκλίθη.
36ηρωτα δε τισ αυτον των φαρισαιων ινα φαγη μετ αυτου και εισελθων εισ την οικιαν του φαρισαιου ανεκλιθη
37καὶ ἰδοὺ γυνὴ ἥτις ἦν ἐν τῇ πόλει ἁμαρτωλός. ἐπιγνοῦσα ὅτι κατάκειται ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου, κομίσασα ἀλάβαστρον μύρου
37και ιδου γυνη εν τη πολει ητισ ην αμαρτωλοσ επιγνουσα οτι ανακειται εν τη οικια του φαρισαιου κομισασα αλαβαστρον μυρου
38καὶ στᾶσα ὀπίσω παρὰ τοὺς πόδας αὐτοῦ, κλαίουσα τοῖς δάκρυσιν ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ καὶ ταῖς θριξὶν τῆς κεφαλῆς αὐτῆς ἐξέμασσεν καὶ κατεφίλει τοὺς πόδας αὐτοῦ καὶ ἤλειφεν τῷ μύρῳ.
38και στασα παρα τουσ ποδασ αυτου οπισω κλαιουσα ηρξατο βρεχειν τουσ ποδασ αυτου τοισ δακρυσιν και ταισ θριξιν τησ κεφαλησ αυτησ εξεμασσεν και κατεφιλει τουσ ποδασ αυτου και ηλειφεν τω μυρω
39ἰδὼν δὲ ὁ Φαρισαῖος ὁ καλέσας αὐτὸν εἶπεν ἐν ἑαυτῷ λέγων· οὗτος εἰ ἦν προφήτης, ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ ἥτις ἅπτεται αὐτοῦ ὅτι ἁμαρτωλός ἐστιν.¶
39ιδων δε ο φαρισαιοσ ο καλεσασ αυτον ειπεν εν εαυτω λεγων ουτοσ ει ην προφητησ εγινωσκεν αν τισ και ποταπη η γυνη ητισ απτεται αυτου οτι αμαρτωλοσ εστιν
40Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτόν· Σίμων, ἔχω σοί τι εἰπεῖν. ὁ δέ· διδάσκαλε εἰπέ, φησίν.
40και αποκριθεισ ο ιησουσ ειπεν προσ αυτον σιμων εχω σοι τι ειπειν ο δε φησιν διδασκαλε ειπε
41δύο χρεοφειλέται ἦσαν δανιστῇ τινι. ὁ εἷς ὤφειλεν δηνάρια πεντακόσια, ὁ δὲ ἕτερος πεντήκοντα.
41δυο χρεωφειλεται ησαν δανειστη τινι ο εισ ωφειλεν δηναρια πεντακοσια ο δε ετεροσ πεντηκοντα
42μὴ ἐχόντων αὐτῶν ἀποδοῦναι ἀμφοτέροις ἐχαρίσατο. τίς οὖν αὐτῶν πλεῖον ἀγαπήσει αὐτόν;
42μη εχοντων δε αυτων αποδουναι αμφοτεροισ εχαρισατο τισ ουν αυτων ειπε πλειον αυτον αγαπησει
43ἀποκριθεὶς Σίμων εἶπεν· ὑπολαμβάνω ὅτι ᾧ τὸ πλεῖον ἐχαρίσατο. ὁ δὲ εἶπεν αὐτῷ· ὀρθῶς ἔκρινας.
43αποκριθεισ δε ο σιμων ειπεν υπολαμβανω οτι ω το πλειον εχαρισατο ο δε ειπεν αυτω ορθωσ εκρινασ
44καὶ στραφεὶς πρὸς τὴν γυναῖκα τῷ Σίμωνι ἔφη· βλέπεις ταύτην τὴν γυναῖκα; εἰσῆλθόν σου εἰς τὴν οἰκίαν, ὕδωρ μοι ἐπὶ πόδας οὐκ ἔδωκας· αὕτη δὲ τοῖς δάκρυσιν ἔβρεξέν μου τοὺς πόδας καὶ ταῖς θριξὶν αὐτῆς ἐξέμαξεν.
44και στραφεισ προσ την γυναικα τω σιμωνι εφη βλεπεισ ταυτην την γυναικα εισηλθον σου εισ την οικιαν υδωρ επι τουσ ποδασ μου ουκ εδωκασ αυτη δε τοισ δακρυσιν εβρεξεν μου τουσ ποδασ και ταισ θριξιν τησ κεφαλησ αυτησ εξεμαξεν
45φίλημά μοι οὐκ ἔδωκας· αὕτη δὲ ἀφ᾽ ἧς εἰσῆλθον οὐ διέλιπεν καταφιλοῦσά μου τοὺς πόδας.
45φιλημα μοι ουκ εδωκασ αυτη δε αφ ησ εισηλθον ου διελιπεν καταφιλουσα μου τουσ ποδασ
46ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας· αὕτη δὲ μύρῳ ἤλειψεν τοὺς πόδας μου.
46ελαιω την κεφαλην μου ουκ ηλειψασ αυτη δε μυρω ηλειψεν μου τουσ ποδασ
47οὗ χάριν, λέγω σοι, ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαί, ὅτι ἠγάπησεν πολύ· ᾧ δὲ ὀλίγον ἀφίεται, ὀλίγον ἀγαπᾷ.
47ου χαριν λεγω σοι αφεωνται αι αμαρτιαι αυτησ αι πολλαι οτι ηγαπησεν πολυ ω δε ολιγον αφιεται ολιγον αγαπα
48εἶπεν δὲ αὐτῇ· ἀφέωνταί σου αἱ ἁμαρτίαι.
48ειπεν δε αυτη αφεωνται σου αι αμαρτιαι
49καὶ ἤρξαντο οἱ συνανακείμενοι λέγειν ἐν ἑαυτοῖς· τίς οὗτός ἐστιν ὃς καὶ ἁμαρτίας ἀφίησιν;
49και ηρξαντο οι συνανακειμενοι λεγειν εν εαυτοισ τισ ουτοσ εστιν οσ και αμαρτιασ αφιησιν
50εἶπεν δὲ πρὸς τὴν γυναῖκα· ἡ πίστις σου σέσωκέν σε· πορεύου εἰς εἰρήνην.¶
50ειπεν δε προσ την γυναικα η πιστισ σου σεσωκεν σε πορευου εισ ειρηνην
Tip: use the ← and → keys to turn chapters.