ΚΑΤΑ ΛΟΥΚΑΝ 23
Greek New Testament, word by word (STEPBible TAGNT)Original language
Greek New Testament, word by word (STEPBible TAGNT)
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Καὶ ἀναστὰν ἅπαν τὸ πλῆθος αὐτῶν ἤγαγον αὐτὸν ἐπὶ τὸν Πιλᾶτον.¶
1και ανασταν απαν το πληθοσ αυτων ηγαγον αυτον επι τον πιλατον
2Ἤρξαντο δὲ κατηγορεῖν αὐτοῦ λέγοντες· τοῦτον εὕραμεν διαστρέφοντα τὸ ἔθνος ἡμῶν καὶ κωλύοντα φόρους Καίσαρι διδόναι λέγοντα ἑαυτὸν χριστὸν βασιλέα εἶναι.¶
2ηρξαντο δε κατηγορειν αυτου λεγοντεσ τουτον ευρομεν διαστρεφοντα το εθνοσ και κωλυοντα καισαρι φορουσ διδοναι λεγοντα εαυτον χριστον βασιλεα ειναι
3Ὁ δὲ Πιλᾶτος ἠρώτησεν αὐτὸν λέγων· σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ ἀποκριθεὶς αὐτῷ ἔφη· σὺ λέγεις.
3ο δε πιλατοσ επηρωτησεν αυτον λεγων συ ει ο βασιλευσ των ιουδαιων ο δε αποκριθεισ αυτω εφη συ λεγεισ
4ὁ δὲ Πιλᾶτος εἶπεν πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς ὄχλους· οὐδὲν εὑρίσκω αἴτιον ἐν τῷ ἀνθρώπῳ τούτῳ.
4ο δε πιλατοσ ειπεν προσ τουσ αρχιερεισ και τουσ οχλουσ ουδεν ευρισκω αιτιον εν τω ανθρωπω τουτω
5οἱ δὲ ἐπίσχυον λέγοντες ὅτι ἀνασείει τὸν λαὸν διδάσκων καθ᾽ ὅλης τῆς Ἰουδαίας ἀρξάμενος ἀπὸ τῆς Γαλιλαίας ἕως ὧδε.¶
5οι δε επισχυον λεγοντεσ οτι ανασειει τον λαον διδασκων καθ ολησ τησ ιουδαιασ αρξαμενοσ απο τησ γαλιλαιασ εωσ ωδε
6Πιλᾶτος δὲ ἀκούσας ἐπηρώτησεν εἰ ὁ ἄνθρωπος Γαλιλαῖός ἐστιν,
6πιλατοσ δε ακουσασ γαλιλαιαν επηρωτησεν ει ο ανθρωποσ γαλιλαιοσ εστιν
7καὶ ἐπιγνοὺς ὅτι ἐκ τῆς ἐξουσίας Ἡρῴδου ἐστίν, ἀνέπεμψεν αὐτὸν πρὸς Ἡρῴδην ὄντα καὶ αὐτὸν ἐν Ἱεροσολύμοις ἐν ταύταις ταῖς ἡμέραις.¶
7και επιγνουσ οτι εκ τησ εξουσιασ ηρωδου εστιν ανεπεμψεν αυτον προσ ηρωδην οντα και αυτον εν ιεροσολυμοισ εν ταυταισ ταισ ημεραισ
8Ὁ δὲ Ἡρῴδης ἰδὼν τὸν Ἰησοῦν ἐχάρη λίαν· ἦν γὰρ ἐξ ἱκανῶν χρόνων θέλων ἰδεῖν αὐτὸν διὰ τὸ ἀκούειν περὶ αὐτοῦ καὶ ἤλπιζέν τι σημεῖον ἰδεῖν ὑπ᾽ αὐτοῦ γινόμενον.
8ο δε ηρωδησ ιδων τον ιησουν εχαρη λιαν ην γαρ θελων εξ ικανου ιδειν αυτον δια το ακουειν πολλα περι αυτου και ηλπιζεν τι σημειον ιδειν υπ αυτου γινομενον
9ἐπηρώτα δὲ αὐτὸν ἐν λόγοις ἱκανοῖς· αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο αὐτῷ.
9επηρωτα δε αυτον εν λογοισ ικανοισ αυτοσ δε ουδεν απεκρινατο αυτω
10εἱστήκεισαν δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς εὐτόνως κατηγοροῦντες αὐτοῦ.
10ειστηκεισαν δε οι αρχιερεισ και οι γραμματεισ ευτονωσ κατηγορουντεσ αυτου
11ἐξουθενήσας δὲ αὐτὸν ὁ Ἡρῴδης σὺν τοῖς στρατεύμασιν αὐτοῦ καὶ ἐμπαίξας, περιβαλὼν ἐσθῆτα λαμπρὰν ἀνέπεμψεν αὐτὸν τῷ Πιλάτῳ.
11εξουθενησασ δε αυτον ο ηρωδησ συν τοισ στρατευμασιν αυτου και εμπαιξασ περιβαλων αυτον εσθητα λαμπραν ανεπεμψεν αυτον τω πιλατω
12ἐγένοντο δὲ φίλοι ὅ τε Ἡρῴδης καὶ ὁ Πιλᾶτος ἐν αὐτῇ τῇ ἡμέρᾳ μετ᾽ ἀλλήλων· προϋπῆρχον γὰρ ἐν ἔχθρᾳ ὄντες πρὸς αὐτούς.¶
12εγενοντο δε φιλοι ο τε πιλατοσ και ο ηρωδησ εν αυτη τη ημερα μετ αλληλων προυπηρχον γαρ εν εχθρα οντεσ προσ εαυτουσ
13Πιλᾶτος δὲ συγκαλεσάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχοντας καὶ τὸν λαὸν
13πιλατοσ δε συγκαλεσαμενοσ τουσ αρχιερεισ και τουσ αρχοντασ και τον λαον
14εἶπεν πρὸς αὐτούς· προσηνέγκατέ μοι τὸν ἄνθρωπον τοῦτον ὡς ἀποστρέφοντα τὸν λαόν· καὶ ἰδοὺ ἐγὼ ἐνώπιον ὑμῶν ἀνακρίνας οὐθὲν εὗρον ἐν τῷ ἀνθρώπῳ τούτῳ αἴτιον ὧν κατηγορεῖτε κατ᾽ αὐτοῦ·
14ειπεν προσ αυτουσ προσηνεγκατε μοι τον ανθρωπον τουτον ωσ αποστρεφοντα τον λαον και ιδου εγω ενωπιον υμων ανακρινασ ουδεν ευρον εν τω ανθρωπω τουτω αιτιον ων κατηγορειτε κατ αυτου
15ἀλλ᾽ οὐδὲ Ἡρῴδης· ἀνέπεμψεν γὰρ αὐτὸν πρὸς ἡμᾶς, καὶ ἰδοὺ οὐδὲν ἄξιον θανάτου ἐστὶν πεπραγμένον αὐτῷ.
15αλλ ουδε ηρωδησ ανεπεμψα γαρ υμασ προσ αυτον και ιδου ουδεν αξιον θανατου εστιν πεπραγμενον αυτω
16παιδεύσας οὖν αὐτὸν ἀπολύσω.
16παιδευσασ ουν αυτον απολυσω
no verse 17 in this text
17αναγκην δε ειχεν απολυειν αυτοισ κατα εορτην ενα
18ἀνέκραγον δὲ παμπληθεὶ λέγοντες· αἶρε τοῦτον, ἀπόλυσον δὲ ἡμῖν τὸν Βαραββᾶν·
18ανεκραξαν δε παμπληθει λεγοντεσ αιρε τουτον απολυσον δε ημιν βαραββαν
19ὅστις ἦν διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει καὶ φόνον βληθεὶς ἐν φυλακῇ.¶
19οστισ ην δια στασιν τινα γενομενην εν τη πολει και φονον βεβλημενοσ εισ φυλακην
20Πάλιν δὲ ὁ Πιλᾶτος προσεφώνησεν αὐτοῖς θέλων ἀπολῦσαι τὸν Ἰησοῦν.
20παλιν ουν ο πιλατοσ προσεφωνησεν θελων απολυσαι τον ιησουν
21οἱ δὲ ἐπεφώνουν λέγοντες· σταύρου σταύρου αὐτόν.¶
21οι δε επεφωνουν λεγοντεσ σταυρωσον σταυρωσον αυτον
22Ὁ δὲ τρίτον εἶπεν πρὸς αὐτούς· τί γὰρ κακὸν ἐποίησεν οὗτος; οὐδὲν αἴτιον θανάτου εὗρον ἐν αὐτῷ. παιδεύσας οὖν αὐτὸν ἀπολύσω.
22ο δε τριτον ειπεν προσ αυτουσ τι γαρ κακον εποιησεν ουτοσ ουδεν αιτιον θανατου ευρον εν αυτω παιδευσασ ουν αυτον απολυσω
23οἱ δὲ ἐπέκειντο φωναῖς μεγάλαις αἰτούμενοι αὐτὸν σταυρωθῆναι, καὶ κατίσχυον αἱ φωναὶ αὐτῶν
23οι δε επεκειντο φωναισ μεγαλαισ αιτουμενοι αυτον σταυρωθηναι και κατισχυον αι φωναι αυτων και των αρχιερεων
24καὶ Πιλᾶτος ἐπέκρινεν γενέσθαι τὸ αἴτημα αὐτῶν.
24ο δε πιλατοσ επεκρινεν γενεσθαι το αιτημα αυτων
25ἀπέλυσεν δὲ τὸν διὰ στάσιν καὶ φόνον βεβλημένον εἰς φυλακὴν ὃν ᾐτοῦντο· τὸν δὲ Ἰησοῦν παρέδωκεν τῷ θελήματι αὐτῶν.¶
25απελυσεν δε τον δια στασιν και φονον βεβλημενον εισ την φυλακην ον ητουντο τον δε ιησουν παρεδωκεν τω θεληματι αυτων
26Καὶ ὡς ἀπήγαγον αὐτόν, ἐπιλαβόμενοι Σίμωνά τινα Κυρηναῖον ἐρχόμενον ἀπ᾽ ἀγροῦ ἐπέθηκαν αὐτῷ τὸν σταυρὸν φέρειν ὄπισθεν τοῦ Ἰησοῦ.¶
26και ωσ απηγαγον αυτον επιλαβομενοι σιμωνοσ τινοσ κυρηναιου ερχομενου απ αγρου επεθηκαν αυτω τον σταυρον φερειν οπισθεν του ιησου
27Ἠκολούθει δὲ αὐτῷ πολὺ πλῆθος τοῦ λαοῦ καὶ γυναικῶν αἳ ἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν.
27ηκολουθει δε αυτω πολυ πληθοσ του λαου και γυναικων αι και εκοπτοντο και εθρηνουν αυτον
28στραφεὶς δὲ πρὸς αὐτὰς ὁ Ἰησοῦς εἶπεν· θυγατέρες Ἰερουσαλήμ, μὴ κλαίετε ἐπ᾽ ἐμέ, πλὴν ἐφ᾽ ἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑμῶν.
28στραφεισ δε προσ αυτασ ο ιησουσ ειπεν θυγατερεσ ιερουσαλημ μη κλαιετε επ εμε πλην εφ εαυτασ κλαιετε και επι τα τεκνα υμων
29ὅτι ἰδοὺ ἔρχονται ἡμέραι ἐν αἷς ἐροῦσιν· μακάριαι αἱ στεῖραι καὶ κοιλίαι αἳ οὐκ ἐγέννησαν καὶ μαστοὶ οἳ οὐκ ἔθρεψαν.
29οτι ιδου ερχονται ημεραι εν αισ ερουσιν μακαριαι αι στειραι και κοιλιαι αι ουκ εγεννησαν και μαστοι οι ουκ εθηλασαν
30τότε ἄρξονται λέγειν τοῖς ὄρεσιν· πέσετε ἐφ᾽ ἡμᾶς· καὶ τοῖς βουνοῖς· καλύψατε ἡμᾶς.
30τοτε αρξονται λεγειν τοισ ορεσιν πεσετε εφ ημασ και τοισ βουνοισ καλυψατε ημασ
31ὅτι εἰ ἐν τῷ ὑγρῷ ξύλῳ ταῦτα ποιοῦσιν, ἐν τῷ ξηρῷ τί γένηται;¶
31οτι ει εν τω υγρω ξυλω ταυτα ποιουσιν εν τω ξηρω τι γενηται
32Ἤγοντο δὲ καὶ ἕτεροι κακοῦργοι δύο σὺν αὐτῷ ἀναιρεθῆναι.
32ηγοντο δε και ετεροι δυο κακουργοι συν αυτω αναιρεθηναι
33καὶ ὅτε ἦλθον ἐπὶ τὸν τόπον τὸν καλούμενον Κρανίον, ἐκεῖ ἐσταύρωσαν αὐτὸν καὶ τοὺς κακούργους, ὃν μὲν ἐκ δεξιῶν, ὃν δὲ ἐξ ἀριστερῶν.
33και οτε απηλθον επι τον τοπον τον καλουμενον κρανιον εκει εσταυρωσαν αυτον και τουσ κακουργουσ ον μεν εκ δεξιων ον δε εξ αριστερων
34[[ὁ δὲ Ἰησοῦς ἔλεγεν· πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασιν τί ποιοῦσιν.]] διαμεριζόμενοι δὲ τὰ ἱμάτια αὐτοῦ ἔβαλον κλήρους.
34ο δε ιησουσ ελεγεν πατερ αφεσ αυτοισ ου γαρ οιδασιν τι ποιουσιν διαμεριζομενοι δε τα ιματια αυτου εβαλον κληρον
35καὶ εἱστήκει ὁ λαὸς θεωρῶν. ἐξεμυκτήριζον δὲ καὶ οἱ ἄρχοντες λέγοντες· ἄλλους ἔσωσεν, σωσάτω ἑαυτόν, εἰ οὗτός ἐστιν ὁ χριστὸς τοῦ θεοῦ ἐκλεκτός.¶
35και ειστηκει ο λαοσ θεωρων εξεμυκτηριζον δε και οι αρχοντεσ συν αυτοισ λεγοντεσ αλλουσ εσωσεν σωσατω εαυτον ει ουτοσ εστιν ο χριστοσ ο του θεου εκλεκτοσ
36ἐνέπαιξαν δὲ αὐτῷ καὶ οἱ στρατιῶται προσερχόμενοι, ὄξος προσφέροντες αὐτῷ
36ενεπαιζον δε αυτω και οι στρατιωται προσερχομενοι και οξοσ προσφεροντεσ αυτω
37καὶ λέγοντες· εἰ σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων, σῶσον σεαυτόν.
37και λεγοντεσ ει συ ει ο βασιλευσ των ιουδαιων σωσον σεαυτον
38ἦν δὲ καὶ ἐπιγραφὴ ἐπ᾽ αὐτῷ ὁ βασιλεὺς τῶν Ἰουδαίων οὗτος.¶
38ην δε και επιγραφη γεγραμμενη επ αυτω γραμμασιν ελληνικοισ και ρωμαικοισ και εβραικοισ ουτοσ εστιν ο βασιλευσ των ιουδαιων
39Εἷς δὲ τῶν κρεμασθέντων κακούργων ἐβλασφήμει αὐτὸν λέγων· οὐχὶ σὺ εἶ ὁ χριστός; σῶσον σεαυτὸν καὶ ἡμᾶς.¶
39εισ δε των κρεμασθεντων κακουργων εβλασφημει αυτον λεγων ει συ ει ο χριστοσ σωσον σεαυτον και ημασ
40Ἀποκριθεὶς δὲ ὁ ἕτερος ἐπιτιμῶν αὐτῷ ἔφη· οὐδὲ φοβῇ σὺ τὸν θεὸν ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ;
40αποκριθεισ δε ο ετεροσ επετιμα αυτω λεγων ουδε φοβη συ τον θεον οτι εν τω αυτω κριματι ει
41καὶ ἡμεῖς μὲν δικαίως, ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξεν.
41και ημεισ μεν δικαιωσ αξια γαρ ων επραξαμεν απολαμβανομεν ουτοσ δε ουδεν ατοπον επραξεν
42καὶ ἔλεγεν· Ἰησοῦ, μνήσθητί μου ὅταν ἔλθῃς εἰς τὴν βασιλείαν σου.
42και ελεγεν τω ιησου μνησθητι μου κυριε οταν ελθησ εν τη βασιλεια σου
43καὶ εἶπεν αὐτῷ ἀμήν σοι λέγω· σήμερον μετ᾽ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.¶
43και ειπεν αυτω ο ιησουσ αμην λεγω σοι σημερον μετ εμου εση εν τω παραδεισω
44ἦν ὡσεὶ ὥρα ἕκτη, καὶ σκότος ἐγένετο ἐφ᾽ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης
44ην δε ωσει ωρα εκτη και σκοτοσ εγενετο εφ ολην την γην εωσ ωρασ ενατησ
45τοῦ ἡλίου ἐκλιπόντος. ἐσχίσθη τὸ καταπέτασμα τοῦ ναοῦ μέσον.
45και εσκοτισθη ο ηλιοσ και εσχισθη το καταπετασμα του ναου μεσον
46καὶ φωνήσας φωνῇ μεγάλῃ ὁ Ἰησοῦς εἶπεν· πάτερ, εἰς χεῖράς σου παρατίθεμαι τὸ πνεῦμά μου. τοῦτο δὲ εἰπὼν ἐξέπνευσεν.¶
46και φωνησασ φωνη μεγαλη ο ιησουσ ειπεν πατερ εισ χειρασ σου παραθησομαι το πνευμα μου και ταυτα ειπων εξεπνευσεν
47Ἰδὼν δὲ ὁ ἑκατοντάρχης τὸ γενόμενον ἐδόξαζεν τὸν θεὸν λέγων· ὄντως ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν.
47ιδων δε ο εκατονταρχοσ το γενομενον εδοξασεν τον θεον λεγων οντωσ ο ανθρωποσ ουτοσ δικαιοσ ην
48καὶ πάντες οἱ συμπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην, θεωρήσαντες τὰ γενόμενα, τύπτοντες τὰ στήθη ὑπέστρεφον.¶
48και παντεσ οι συμπαραγενομενοι οχλοι επι την θεωριαν ταυτην θεωρουντεσ τα γενομενα τυπτοντεσ εαυτων τα στηθη υπεστρεφον
49Εἱστήκεισαν δὲ πάντες οἱ γνωστοὶ αὐτῷ μακρόθεν καὶ γυναῖκες αἱ συνακολουθοῦσαι αὐτῷ ἀπὸ τῆς Γαλιλαίας ὁρῶσαι ταῦτα.¶
49ειστηκεισαν δε παντεσ οι γνωστοι αυτου μακροθεν και γυναικεσ αι συνακολουθησασαι αυτω απο τησ γαλιλαιασ ορωσαι ταυτα
50Καὶ ἰδοὺ ἀνὴρ ὀνόματι Ἰωσὴφ βουλευτὴς ὑπάρχων, ἀνὴρ ἀγαθὸς καὶ δίκαιος·
50και ιδου ανηρ ονοματι ιωσηφ βουλευτησ υπαρχων ανηρ αγαθοσ και δικαιοσ
51οὗτος οὐκ ἦν συγκατατεθειμένος τῇ βουλῇ καὶ τῇ πράξει αὐτῶν· ἀπὸ Ἁριμαθαίας πόλεως τῶν Ἰουδαίων, ὃς προσεδέχετο τὴν βασιλείαν τοῦ θεοῦ,
51ουτοσ ουκ ην συγκατατεθειμενοσ τη βουλη και τη πραξει αυτων απο αριμαθαιασ πολεωσ των ιουδαιων οσ και προσεδεχετο και αυτοσ την βασιλειαν του θεου
52οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ.
52ουτοσ προσελθων τω πιλατω ητησατο το σωμα του ιησου
53καὶ καθελὼν ἐνετύλιξεν αὐτὸ σινδόνι καὶ ἔθηκεν αὐτὸν ἐν μνήματι λαξευτῷ οὗ οὐκ ἦν οὐδεὶς οὔπω κείμενος.¶
53και καθελων αυτο ενετυλιξεν αυτο σινδονι και εθηκεν αυτο εν μνηματι λαξευτω ου ουκ ην ουδεπω ουδεισ κειμενοσ
54Καὶ ἡμέρα ἦν παρασκευῆς, καὶ σάββατον ἐπέφωσκεν.
54και ημερα ην παρασκευη σαββατον επεφωσκεν
55κατακολουθήσασαι δὲ γυναῖκες αἵτινες ἦσαν συνεληλυθυῖαι ἐκ τῆς Γαλιλαίας αὐτῷ, ἐθεάσαντο τὸ μνημεῖον καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ.
55κατακολουθησασαι δε γυναικεσ αιτινεσ ησαν συνεληλυθυιαι αυτω εκ τησ γαλιλαιασ εθεασαντο το μνημειον και ωσ ετεθη το σωμα αυτου
56ὑποστρέψασαι δὲ ἡτοίμασαν ἀρώματα καὶ μύρα καὶ τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν.¶
56υποστρεψασαι δε ητοιμασαν αρωματα και μυρα και το μεν σαββατον ησυχασαν κατα την εντολην
Tip: use the ← and → keys to turn chapters.