ΚΑΤΑ ΛΟΥΚΑΝ 3
Greek New Testament, word by word (STEPBible TAGNT)Original language
Greek New Testament, word by word (STEPBible TAGNT)
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Ἐν ἔτει δὲ πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος, ἡγεμονεύοντος Ποντίου Πιλάτου τῆς Ἰουδαίας καὶ τετρααρχοῦντος τῆς Γαλιλαίας Ἡρῴδου, Φιλίππου δὲ τοῦ ἀδελφοῦ αὐτοῦ τετρααρχοῦντος τῆς Ἰτουραίας καὶ Τραχωνίτιδος χώρας καὶ Λυσανίου τῆς Ἀβιληνῆς τετρααρχοῦντος
1εν ετει δε πεντεκαιδεκατω τησ ηγεμονιασ τιβεριου καισαροσ ηγεμονευοντοσ ποντιου πιλατου τησ ιουδαιασ και τετραρχουντοσ τησ γαλιλαιασ ηρωδου φιλιππου δε του αδελφου αυτου τετραρχουντοσ τησ ιτουραιασ και τραχωνιτιδοσ χωρασ και λυσανιου τησ αβιληνησ τετραρχουντοσ
2ἐπὶ ἀρχιερέως Ἅννα καὶ Καϊάφα, ἐγένετο ῥῆμα θεοῦ ἐπὶ Ἰωάννην τὸν Ζαχαρίου υἱὸν ἐν τῇ ἐρήμῳ.
2επι αρχιερεωσ αννα και καιαφα εγενετο ρημα θεου επι ιωαννην τον ζαχαριου υιον εν τη ερημω
3καὶ ἦλθεν εἰς πᾶσαν τὴν περίχωρον τοῦ Ἰορδάνου κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν
3και ηλθεν εισ πασαν την περιχωρον του ιορδανου κηρυσσων βαπτισμα μετανοιασ εισ αφεσιν αμαρτιων
4ὡς γέγραπται ἐν βίβλῳ λόγων Ἠσαΐου τοῦ προφήτου φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.
4ωσ γεγραπται εν βιβλω λογων ησαιου του προφητου λεγοντοσ φωνη βοωντοσ εν τη ερημω ετοιμασατε την οδον κυριου ευθειασ ποιειτε τασ τριβουσ αυτου
5πᾶσα φάραγξ πληρωθήσεται καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται· καὶ ἔσται τὰ σκολιὰ εἰς εὐθείαν καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας·
5πασα φαραγξ πληρωθησεται και παν οροσ και βουνοσ ταπεινωθησεται και εσται τα σκολια εισ ευθειαν και αι τραχειαι εισ οδουσ λειασ
6καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ.¶
6και οψεται πασα σαρξ το σωτηριον του θεου
7Ἔλεγεν οὖν τοῖς ἐκπορευομένοις ὄχλοις βαπτισθῆναι ὑπ᾽ αὐτοῦ· γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς;
7ελεγεν ουν τοισ εκπορευομενοισ οχλοισ βαπτισθηναι υπ αυτου γεννηματα εχιδνων τισ υπεδειξεν υμιν φυγειν απο τησ μελλουσησ οργησ
8ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας· καὶ μὴ ἄρξησθε λέγειν ἐν ἑαυτοῖς· πατέρα ἔχομεν τὸν Ἀβραάμ. λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ.
8ποιησατε ουν καρπουσ αξιουσ τησ μετανοιασ και μη αρξησθε λεγειν εν εαυτοισ πατερα εχομεν τον αβρααμ λεγω γαρ υμιν οτι δυναται ο θεοσ εκ των λιθων τουτων εγειραι τεκνα τω αβρααμ
9ἤδη δὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.
9ηδη δε και η αξινη προσ την ριζαν των δενδρων κειται παν ουν δενδρον μη ποιουν καρπον καλον εκκοπτεται και εισ πυρ βαλλεται
10καὶ ἐπηρώτων αὐτὸν οἱ ὄχλοι λέγοντες· τί οὖν ποιήσωμεν;
10και επηρωτων αυτον οι οχλοι λεγοντεσ τι ουν ποιησομεν
11ἀποκριθεὶς δὲ ἔλεγεν αὐτοῖς· ὁ ἔχων δύο χιτῶνας μεταδότω τῷ μὴ ἔχοντι καὶ ὁ ἔχων βρώματα ὁμοίως ποιείτω.¶
11αποκριθεισ δε λεγει αυτοισ ο εχων δυο χιτωνασ μεταδοτω τω μη εχοντι και ο εχων βρωματα ομοιωσ ποιειτω
12ἦλθον δὲ καὶ τελῶναι βαπτισθῆναι καὶ εἶπαν πρὸς αὐτόν· διδάσκαλε, τί ποιήσωμεν;
12ηλθον δε και τελωναι βαπτισθηναι και ειπον προσ αυτον διδασκαλε τι ποιησομεν
13ὁ δὲ εἶπεν πρὸς αὐτούς· μηδὲν πλέον παρὰ τὸ διατεταγμένον ὑμῖν πράσσετε.
13ο δε ειπεν προσ αυτουσ μηδεν πλεον παρα το διατεταγμενον υμιν πρασσετε
14ἐπηρώτων δὲ αὐτὸν καὶ στρατευόμενοι λέγοντες· τί ποιήσωμεν καὶ ἡμεῖς; καὶ εἶπεν αὐτοῖς· μηδένα διασείσητε μηδὲ συκοφαντήσητε καὶ ἀρκεῖσθε τοῖς ὀψωνίοις ὑμῶν.¶
14επηρωτων δε αυτον και στρατευομενοι λεγοντεσ και ημεισ τι ποιησομεν και ειπεν προσ αυτουσ μηδενα διασεισητε μηδε συκοφαντησητε και αρκεισθε τοισ οψωνιοισ υμων
15Προσδοκῶντος δὲ τοῦ λαοῦ καὶ διαλογιζομένων πάντων ἐν ταῖς καρδίαις αὐτῶν περὶ τοῦ Ἰωάννου, μήποτε αὐτὸς εἴη ὁ χριστός,
15προσδοκωντοσ δε του λαου και διαλογιζομενων παντων εν ταισ καρδιαισ αυτων περι του ιωαννου μηποτε αυτοσ ειη ο χριστοσ
16ἀπεκρίνατο λέγων πᾶσιν ὁ Ἰωάννης· ἐγὼ μὲν ὕδατι βαπτίζω ὑμᾶς· ἔρχεται δὲ ὁ ἰσχυρότερός μου, οὗ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ. αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί,
16απεκρινατο ο ιωαννησ απασιν λεγων εγω μεν υδατι βαπτιζω υμασ ερχεται δε ο ισχυροτεροσ μου ου ουκ ειμι ικανοσ λυσαι τον ιμαντα των υποδηματων αυτου αυτοσ υμασ βαπτισει εν πνευματι αγιω και πυρι
17οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ διακαθᾶραι τὴν ἅλωνα αὐτοῦ καὶ συναγαγεῖν τὸν σῖτον εἰς τὴν ἀποθήκην αὐτοῦ. τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.¶
17ου το πτυον εν τη χειρι αυτου και διακαθαριει την αλωνα αυτου και συναξει τον σιτον εισ την αποθηκην αυτου το δε αχυρον κατακαυσει πυρι ασβεστω
18Πολλὰ μὲν οὖν καὶ ἕτερα παρακαλῶν εὐηγγελίζετο τὸν λαόν.¶
18πολλα μεν ουν και ετερα παρακαλων ευηγγελιζετο τον λαον
19Ὁ δὲ Ἡρῴδης ὁ τετραάρχης ἐλεγχόμενος ὑπ᾽ αὐτοῦ περὶ Ἡρῳδιάδος τῆς γυναικὸς τοῦ ἀδελφοῦ αὐτοῦ καὶ περὶ πάντων ὧν ἐποίησεν πονηρῶν ὁ Ἡρῴδης,
19ο δε ηρωδησ ο τετραρχησ ελεγχομενοσ υπ αυτου περι ηρωδιαδοσ τησ γυναικοσ του αδελφου αυτου και περι παντων ων εποιησεν πονηρων ο ηρωδησ
20προσέθηκεν καὶ τοῦτο ἐπὶ πᾶσιν· καὶ κατέκλεισεν τὸν Ἰωάννην ἐν φυλακῇ.¶
20προσεθηκεν και τουτο επι πασιν και κατεκλεισεν τον ιωαννην εν τη φυλακη
21Ἐγένετο δὲ ἐν τῷ βαπτισθῆναι ἅπαντα τὸν λαὸν καὶ Ἰησοῦ βαπτισθέντος καὶ προσευχομένου ἀνεῳχθῆναι τὸν οὐρανὸν
21εγενετο δε εν τω βαπτισθηναι απαντα τον λαον και ιησου βαπτισθεντοσ και προσευχομενου ανεωχθηναι τον ουρανον
22καὶ καταβῆναι τὸ πνεῦμα τὸ ἅγιον σωματικῷ εἴδει ὡς περιστερὰν ἐπ᾽ αὐτὸν καὶ φωνὴν ἐξ οὐρανοῦ γενέσθαι σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν σοὶ εὐδόκησα.¶
22και καταβηναι το πνευμα το αγιον σωματικω ειδει ωσει περιστεραν επ αυτον και φωνην εξ ουρανου γενεσθαι λεγουσαν συ ει ο υιοσ μου ο αγαπητοσ εν σοι ευδοκησα
23Καὶ αὐτὸς ἦν Ἰησοῦς ἀρχόμενος ὡσεὶ ἐτῶν τριάκοντα ὢν υἱός, ὡς ἐνομίζετο, Ἰωσὴφ τοῦ Ἠλὶ
23και αυτοσ ην ο ιησουσ ωσει ετων τριακοντα αρχομενοσ ων ωσ ενομιζετο υιοσ ιωσηφ του ηλι
24τοῦ Μαθθὰτ τοῦ Λευὶ τοῦ Μελχὶ τοῦ Ἰανναὶ τοῦ Ἰωσὴφ
24του ματθατ του λευι του μελχι του ιαννα του ιωσηφ
25τοῦ Ματταθίου τοῦ Ἀμὼς τοῦ Ναοὺμ τοῦ Ἑσλὶ τοῦ Ναγγαὶ
25του ματταθιου του αμωσ του ναουμ του εσλι του ναγγαι
26τοῦ Μάαθ τοῦ Ματταθίου τοῦ Σεμεῒν τοῦ Ἰωσὴχ τοῦ Ἰωδὰ
26του μααθ του ματταθιου του σεμει του ιωσηφ του ιουδα
27τοῦ Ἰωανὰν τοῦ Ῥησὰ τοῦ Ζοροβαβὲλ τοῦ Σαλαθιὴλ τοῦ Νηρὶ
27του ιωαναν του ρησα του ζοροβαβελ του σαλαθιηλ του νηρι
28τοῦ Μελχὶ τοῦ Ἀδδὶ τοῦ Κωσὰμ τοῦ Ἐλμαδὰμ τοῦ Ἢρ
28του μελχι του αδδι του κωσαμ του ελμωδαμ του ηρ
29τοῦ Ἰησοῦ τοῦ Ἐλιέζερ τοῦ Ἰωρὶμ τοῦ Μαθθὰτ τοῦ Λευὶ
29του ιωση του ελιεζερ του ιωρειμ του ματθατ του λευι
30τοῦ Συμεὼν τοῦ Ἰούδα τοῦ Ἰωσὴφ τοῦ Ἰωνὰμ τοῦ Ἐλιακὶμ
30του συμεων του ιουδα του ιωσηφ του ιωναν του ελιακειμ
31τοῦ Μελεὰ τοῦ Μεννὰ τοῦ Ματταθὰ τοῦ Ναθὰμ τοῦ Δαυὶδ
31του μελεα του μαιναν του ματταθα του ναθαν του δαυιδ
32τοῦ Ἰεσσαὶ τοῦ Ἰωβὴδ τοῦ Βόος τοῦ Σαλὰ τοῦ Ναασσὼν
32του ιεσσαι του ωβηδ του βοοζ του σαλμων του ναασσων
33τοῦ Ἀμιναδὰβ τοῦ Ἀδμὶν τοῦ Ἀρνὶ τοῦ Ἑσρὼμ τοῦ Φάρες τοῦ Ἰούδα
33του αμιναδαβ του αραμ του εσρωμ του φαρεσ του ιουδα
34τοῦ Ἰακὼβ τοῦ Ἰσαὰκ τοῦ Ἀβραὰμ τοῦ Θάρα τοῦ Ναχὼρ
34του ιακωβ του ισαακ του αβρααμ του θαρα του ναχωρ
35τοῦ Σεροὺχ τοῦ Ῥαγαὺ τοῦ Φάλεκ τοῦ Ἔβερ τοῦ Σαλὰ
35του σερουχ του ραγαυ του φαλεγ του εβερ του σαλα
36τοῦ Καϊνὰμ τοῦ Ἀρφαξὰδ τοῦ Σὴμ τοῦ Νῶε τοῦ Λάμεχ
36του καιναν του αρφαξαδ του σημ του νωε του λαμεχ
37τοῦ Μαθουσαλὰ τοῦ Ἑνὼχ τοῦ Ἰάρετ τοῦ Μαλελεὴλ τοῦ Καϊνὰμ
37του μαθουσαλα του ενωχ του ιαρεδ του μαλελεηλ του καιναν
38τοῦ Ἐνὼς τοῦ Σὴθ τοῦ Ἀδὰμ τοῦ θεοῦ.¶
38του ενωσ του σηθ του αδαμ του θεου
Tip: use the ← and → keys to turn chapters.