ΨΑΛΜΟΙ
Chapter 24
Septuagint (Brenton Gree…
vs Modern Hebrew Bible
Aa
Text size
Line width
Verse numbers

ΨΑΛΜΟΙ 24

Septuagint (Brenton Greek text, with Apocrypha)
Modern Hebrew Bible
1Ψαλμὸς τῷ Δαυίδ. Πρὸς σὲ, Κύριε, ᾖρα τὴν ψυχήν μου.
1לדוד מזמור ליהוה הארץ ומלואה תבל וישבי בה׃
2Ὁ Θεός μου ἐπὶ σοὶ πέποιθα, μὴ καταισχυνθείην· μηδὲ καταγελασάτωσάν μου οἱ ἐχθροί μου,
2כי הוא על ימים יסדה ועל נהרות יכוננה׃
3καὶ γὰρ πάντες οἱ ὑπομένοντές σε οὐ μὴ καταισχυνθῶσιν· αἰσχυνθήτωσαν οἱ ἀνομοῦντες διακενῆς.
3מי יעלה בהר יהוה ומי יקום במקום קדשו׃
4Τὰς ὁδούς σου, Κύριε, γνώρισόν μοι, καὶ τὰς τρίβους σου δίδαξόν με.
4נקי כפים ובר לבב אשר לא נשא לשוא נפשי ולא נשבע למרמה׃
5Ὁδήγησόν με ἐπὶ τὴν ἀλήθειάν σου, καὶ δίδαξόν με, ὅτι σὺ εἶ ὁ Θεὸς ὁ σωτήρ μου, καὶ σὲ ὑπέμεινα ὅλην τὴν ἡμέραν.
5ישא ברכה מאת יהוה וצדקה מאלהי ישעו׃
6Μνήσθητι τῶν οἰκτιρμῶν σου Κύριε, καὶ τὰ ἐλέη σου, ὅτι ἀπὸ τοῦ αἰῶνος εἰσίν.
6זה דור דרשו מבקשי פניך יעקב סלה׃
7Ἁμαρτίας νεότητός μου, καὶ ἀγνοίας μου μὴ μνησθῇς· κατὰ τὸ ἔλεός σου μνήσθητί μου, ἕνεκεν τῆς χρηστότητος σου, Κύριε.
7שאו שערים ראשיכם והנשאו פתחי עולם ויבוא מלך הכבוד׃
8Χρηστὸς καὶ εὐθὴς ὁ Κύριος, διὰ τοῦτο νομοθετήσει ἁμαρτάνοντας ἐν ὁδῷ.
8מי זה מלך הכבוד יהוה עזוז וגבור יהוה גבור מלחמה׃
9Ὁδηγήσει πρᾳεῖς ἐν κρίσει, διδάξει πρᾳεῖς ὁδοὺς αὐτοῦ.
9שאו שערים ראשיכם ושאו פתחי עולם ויבא מלך הכבוד׃
10Πᾶσαι αἱ ὁδοὶ Κυρίου ἔλεος καὶ ἀλήθεια τοῖς ἐκζητοῦσι τὴν διαθήκην αὐτοῦ καὶ τὰ μαρτύρια αὐτοῦ.
10מי הוא זה מלך הכבוד יהוה צבאות הוא מלך הכבוד סלה׃
11Ἕνεκα τοῦ ὀνόματός σου, Κύριε, καὶ ἱλάσῃ τῇ ἁμαρτίᾳ μου, πολλὴ γάρ ἐστι.
no verse 11 in this text
12Τίς ἐστιν ἄνθρωπος ὁ φοβούμενος τὸν Κύριον; νομοθετήσει αὐτῷ ἐν ὁδῷ, ᾗ ᾑρετίσατο.
no verse 12 in this text
13Ἡ ψυχὴ αὐτοῦ ἐν ἀγαθοῖς αὐλισθήσεται, καὶ τὸ σπέρμα αὐτοῦ κληρονομήσει γῆν.
no verse 13 in this text
14Κραταίωμα Κύριος τῶν φοβουμένων αὐτὸν, καὶ ἡ διαθήκη αὐτοῦ τοῦ δηλῶσαι αὐτοῖς.
no verse 14 in this text
15Οἱ ὀφθαλμοί μου διαπαντὸς πρὸς τὸν Κύριον, ὅτι αὐτὸς ἐκσπάσει ἐκ παγίδος τοὺς πόδας μου.
no verse 15 in this text
16Ἐπίβλεψον ἐπʼ ἐμὲ καὶ ἐλέησόν με, ὅτι μονογενὴς καὶ πτωχός εἰμι ἐγώ.
no verse 16 in this text
17Αἱ θλίψεις τῆς καρδίας μου ἐπληθύνθησαν, ἐκ τῶν ἀναγκῶν μου ἐξάγαγέ με·
no verse 17 in this text
18Ἴδε τὴν ταπείνωσίν μου καὶ τὸν κόπον μου, καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου.
no verse 18 in this text
19Ἴδε τοὺς ἐχθρούς μου, ὅτι ἐπληθύνθησαν, καὶ μῖσος ἄδικον ἐμίσησάν με.
no verse 19 in this text
20Φύλαξον τὴν ψυχήν μου καὶ ῥῦσαί με· μὴ καταισχυνθείην, ὅτι ἤλπισα ἐπὶ σέ.
no verse 20 in this text
21Ἄκακοι καὶ εὐθεῖς ἐκολλῶντό μοι, ὅτι ὑπέμεινά σε, Κύριε.
no verse 21 in this text
22Λύτρωσαι ὁ Θεὸς τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ.
no verse 22 in this text

Tip: use the ← and → keys to turn chapters.