ΡΟΥΘ 1
Septuagint (Brenton Greek text, with Apocrypha)Original language
Septuagint (Brenton Greek text, with Apocrypha)
Modern Hebrew Bible
1ΚΑΙ ἐγένετο ἐν τῷ κρίνειν τοὺς κριτὰς, καὶ ἐγένετο λιμὸς ἐν τῇ γῇ· καὶ ἐπορεύθη ἀνὴρ ἀπὸ Βηθλεὲμ Ἰούδα τοῦ παροικῆσαι ἐν ἀγρῷ Μωὰβ, αὐτὸς καὶ ἡ γυνὴ αὐτοῦ, καὶ οἱ δύο υἱοὶ αὐτοῦ.
1ויהי בימי שפט השפטים ויהי רעב בארץ וילך איש מבית לחם יהודה לגור בשדי מואב הוא ואשתו ושני בניו׃
2Καὶ ὄνομα τῷ ἀνδρὶ Ἐλιμέλεχ, καὶ ὄνομα τῇ γυναικὶ αὐτοῦ Νωεμὶν, καὶ ὄνομα τοῖς δυσὶν υἱοῖς αὐτοῦ Μααλὼν, καὶ Χελαιὼν, Ἐφραθαῖοι ἐκ Βηθλεὲμ τῆς Ἰούδα· καὶ ἤλθοσαν εἰς ἀγρὸν Μωὰβ, καὶ ἦσαν ἐκεῖ.
2ושם האיש אלימלך ושם אשתו נעמי ושם שני בניו מחלון וכליון אפרתים מבית לחם יהודה ויבאו שדי מואב ויהיו שם׃
3Καὶ ἀπέθανεν Ἐλιμέλεχ ὁ ἀνὴρ τῆς Νωεμὶν, καὶ κατελείφθη αὕτη καὶ οἱ δύο υἱοὶ αὐτῆς.
3וימת אלימלך איש נעמי ותשאר היא ושני בניה׃
4Καὶ ἐλάβοσαν ἑαυτοῖς γυναῖκας Μωαβίτιδας· ὄνομα τῇ μιᾷ, Ὀρφά· καὶ ὄνομα τῇ δευτέρᾳ, Ῥούθ· καὶ κατῴκησαν ἐκεῖ ὡς δέκα ἔτη.
4וישאו להם נשים מאביות שם האחת ערפה ושם השנית רות וישבו שם כעשר שנים׃
5Καὶ ἀπέθανον καί γε ἀμφότεροι Μααλὼν καὶ Χελαιών· καὶ κατελείφθη ἡ γυνὴ ἀπὸ τοῦ ἀνδρὸς αὐτῆς, καὶ ἀπὸ τῶν δύο υἱῶν αὐτῆς.
5וימותו גם שניהם מחלון וכליון ותשאר האשה משני ילדיה ומאישה׃
6Καὶ ἀνεστη αὕτη καὶ αἱ δύο νύμφαι αὐτῆς, καὶ ἀπέστρεψαν ἐξ ἀγροῦ Μωὰβ, ὅτι ἤκουσεν ἐν ἀγρῷ Μωὰβ ὅτι ἐπέσκεπται Κύριος τὸν λαὸν αὐτοῦ, δοῦναι αὐτοῖς ἄρτους.
6ותקם היא וכלתיה ותשב משדי מואב כי שמעה בשדה מואב כי פקד יהוה את עמו לתת להם לחם׃
7Καὶ ἐξῆλθεν ἐκ τοῦ τόπου οὗ ἦν ἐκεῖ, καὶ αἱ δύο νύμφαι αὐτῆς μετʼ αὐτῆς· καὶ ἐπορεύοντο ἐν τῇ ὁδῷ τοῦ ἐπιστρέψαι εἰς τὴν γῆν Ἰούδα.
7ותצא מן המקום אשר היתה שמה ושתי כלתיה עמה ותלכנה בדרך לשוב אל ארץ יהודה׃
8Καὶ εἶπε Νωεμὶν, ταῖς δυσὶ νύμφαις αὐτῆς, πορεύεσθε δὴ, ἀποστράφητε ἑκάστη εἰς οἶκον μητρὸς αὐτῆς· ποιήσαι Κύριος μεθʼ ὑμῶν ἔλεος, καθὼς ἐποιήσατε μετὰ τῶν τεθνηκότων καὶ μετʼ ἐμοῦ·
8ותאמר נעמי לשתי כלתיה לכנה שבנה אשה לבית אמה יעשה יהוה עמכם חסד כאשר עשיתם עם המתים ועמדי׃
9Δῴη Κύριος ὑμῖν καὶ εὕρητε ἀνάπαυσιν ἑκάστη ἐν οἴκῳ ἀνδρὸς αὐτῆς· καὶ κατεφίλησεν αὐτάς· καὶ ἐπῇραν τὴν φωνὴν αὐτῶν, καὶ ἔλαυσαν.
9יתן יהוה לכם ומצאן מנוחה אשה בית אישה ותשק להן ותשאנה קולן ותבכינה׃
10Καὶ εἶπαν αὐτῇ, μετὰ σου ἐπιστρέφομεν εἰς τὸν λαόν σου.
10ותאמרנה לה כי אתך נשוב לעמך׃
11Καὶ εἶπε Νωεμὶν, ἐπιστράφητε δὴ θυγατέρες μου· καὶ ἱνατί πορεύεσθε μετʼ ἐμοῦ; μὴ ἔτι μοι υἱοὶ ἐν τῇ κοιλίᾳ μου, καὶ ἔσονται ὑμῖν εἰς ἄνδρας;
11ותאמר נעמי שבנה בנתי למה תלכנה עמי העוד לי בנים במעי והיו לכם לאנשים׃
12Ἐπιστράφητε δὴ θυγατέρες μου, διότι γεγήρακα τοῦ μὴ εἶναι ἀνδρί· ὅτι εἶπα, ὅτι ἐστί μοι ὑπόστασις τοῦ γενηθῆναί με ἀνδρὶ, καὶ τέξομαι υἱούς·
12שבנה בנתי לכן כי זקנתי מהיות לאיש כי אמרתי יש לי תקוה גם הייתי הלילה לאיש וגם ילדתי בנים׃
13Μὴ αὐτοὺς προσδέξεσθε ἕως οὗ ἁδρυνθώσιν; ἢ αὐτοῖς κατασχεθήσεσθε τοῦ μὴ γενέσθαι ἀνδρί; μὴ δὴ θυγατέρες μου, ὅτι ἐπικράνθη μοι ὑπὲρ ὑμᾶς, ὅτι ἐξῆλθεν ἐν ἐμοὶ χεὶρ Κυρίου.
13הלהן תשברנה עד אשר יגדלו הלהן תעגנה לבלתי היות לאיש אל בנתי כי מר לי מאד מכם כי יצאה בי יד יהוה׃
14Καὶ ἐπῇραν τὴν φωνὴν αὐτῶν, καὶ ἔκλαυσαν ἔτι· καὶ κατεφίλησεν Ὀρφὰ τὴν πενθερὰν αὐτῆς, καὶ ἐπέστρεψεν εἰς τὸν λαὸν αὐτῆς· Ῥοὺθ δὲ ἠκολούθησεν αὐτῇ.
14ותשנה קולן ותבכינה עוד ותשק ערפה לחמותה ורות דבקה בה׃
15Καὶ εἶπε Νωεμῖν πρὸς Ῥοὺθ, ἰδοὺ ἀνέστρεψε σύννυμφός σου πρὸς λαὸν αὐτῆς καὶ πρὸς τοὺς θεοὺς αὐτῆς· ἐπιστράφηθι δὴ καὶ σὺ ὀπίσω τῆς συννύμφου σου.
15ותאמר הנה שבה יבמתך אל עמה ואל אלהיה שובי אחרי יבמתך׃
16Εἶπε δὴ Ῥοῦθ, μὴ ἀπάντησαί μοι τοῦ καταλιπεῖν σε, ἢ ἀποστρέψαι ὄπισθέν σου, ὅτι σὺ ὅπου ἐὰν πορευθῇς, πορεύσομαι, καὶ οὗ ἐὰν αὐλισθῇς, αὐλισθήσομαι· ὁ λαός σου, λαός μου, καὶ ὁ Θεός σου, Θεός μου·
16ותאמר רות אל תפגעי בי לעזבך לשוב מאחריך כי אל אשר תלכי אלך ובאשר תליני אלין עמך עמי ואלהיך אלהי׃
17Καὶ οὗ ἐὰν ἀποθάνῃς, ἀποθανοῦμαι, κᾀκεῖ ταφήσομαι· τάδε ποιήσαι μοι Κύριος, καὶ τάδε προσθείη, ὅτι θάνατος διαστελεῖ ἀναμέσον ἐμοῦ καὶ σοῦ.
17באשר תמותי אמות ושם אקבר כה יעשה יהוה לי וכה יסיף כי המות יפריד ביני ובינך׃
18Ἰδοῦσα δὲ Νωεμὶν ὅτι κραταιοῦται αὐτὴ τοῦ πορεύεσθαι μετʼ αὐτῆς, ἐκόπασε τοῦ λαλῆσαι πρὸς αὐτὴν ἔτι.
18ותרא כי מתאמצת היא ללכת אתה ותחדל לדבר אליה׃
19Ἐπορεύθησαν δὲ ἀμφότεραι, ἕως τοῦ παραγενέσθαι αὐτὰς εἰς Βηθλεέμ· καὶ ἐγένετο ἐν τῷ ἐλθεῖν αὐτὰς εἰς Βηθλεὲμ, καὶ ἤχησε πᾶσα ἡ πόλις ἐπʼ αὐταῖς, καὶ εἶπον, εἰ αὕτη ἐστὶ Νωεμίν;
19ותלכנה שתיהם עד באנה בית לחם ויהי כבאנה בית לחם ותהם כל העיר עליהן ותאמרנה הזאת נעמי׃
20Καὶ εἶπε πρὸς αὐτὰς, μὴ δὴ καλεῖτέ με Νωεμίν· καλέσατέ με πικρὰν, ὅτι ἐπικράνθη ἐν ἐμοὶ ὁ ἱκανὸς σφόδρα.
20ותאמר אליהן אל תקראנה לי נעמי קראן לי מרא כי המר שדי לי מאד׃
21Ἐγὼ πλήρης ἐπορεύθην, καὶ κενὴν ἀπέστρεψέ με ὁ Κύριος· καὶ ἱνατί καλεῖτέ με Νωεμὶν, καὶ Κύριος ἐταπείνωσέ με, καὶ ὁ ἱκανὸς ἐκάκωσέ με;
21אני מלאה הלכתי וריקם השיבני יהוה למה תקראנה לי נעמי ויהוה ענה בי ושדי הרע לי׃
22Καὶ ἐπέστρεψε Νωεμὶν καὶ Ῥοὺθ ἡ Μωαβίτις ἡ νύμφη αὐτῆς ἐπιστρέφουσαι ἐξ ἀγροῦ Μωάβ· αὗται δὲ παρεγενήθησαν εἰς Βηθλεὲμ ἐν ἀρχῇ θερισμοῦ κριθῶν.
22ותשב נעמי ורות המואביה כלתה עמה השבה משדי מואב והמה באו בית לחם בתחלת קציר שערים׃
Tip: use the ← and → keys to turn chapters.