ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Β 4
Septuagint (Brenton Greek text, with Apocrypha)Original language
Septuagint (Brenton Greek text, with Apocrypha)
Chinese Union Version, punctuated (Traditional)
1Καὶ ἐποίησε θυσιαστήριον χαλκοῦν, εἴκοσι πήχεων τὸ μῆκος, καὶ εἴκοσι πήχεων τὸ εὖρος, καὶ δέκα πήχεων τὸ ὕψος.
1他又製造一座銅壇,長二十肘,寬二十肘,高十肘;
2Καὶ ἐποίησε τὴν θάλασσαν χυτὴν, δέκα πήχεων τὴν διαμέτρησιν, στρογγύλην κυκλόθεν, καὶ πέντε πήχεων τὸ ὕψος, καὶ τὸ κύκλωμα τριάκοντα πήχεων.
2又鑄一個 銅 海,樣式是圓的,高五肘,徑十肘,圍三十肘;
3Καὶ ὁμοίωμα μόσχων ὑποκάτω αὐτῆς, κύκλῳ κυκλοῦσιν αὐτήν· δέκα πήχεις περιέχουσι τὸν λουτῆρα κυκλόθεν· δύο γένη ἐχώνευσαν τοὺς μόσχους ἐν τῇ χωνεύσει αὐτῶν
3海周圍有野瓜的樣式,每肘十瓜,共有兩行,是鑄海的時候鑄上的;
4ᾗ ἐποίησαν αὐτοὺς δώδεκα μόσχους, οἱ τρεῖς βλέποντες Βοῤῥᾶν, καὶ οἱ τρεῖς δυσμὰς, καὶ οἱ τρεῖς Νότον, καὶ οἱ τρεῖς κατʼ ἀνατολὰς, καὶ ἡ θάλασσα ἐπʼ αὐτῶν ἄνω, ἦσαν τὰ ὀπίσθια αὐτῶν ἔσω.
4有十二隻 銅 牛馱海:三隻向北,三隻向西,三隻向南,三隻向東;海在牛上,牛尾向內;
5Καὶ τὸ πάχος αὐτῆς παλαιστὴς, καὶ τὸ χεῖλος αὐτῆς ὡς χεῖλος ποτηρίου, διαγεγλυμμένα βλαστοὺς κρίνου, χωροῦσαν μετρητὰς τρισχιλίους· καὶ ἐξετέλεσε.
5海厚一掌,邊如杯邊,又如百合花,可容三千罷特;
6Καὶ ἐποίησε λουτῆρας δέκα, καὶ ἔθηκε τοὺς πέντε ἐκ δεξιῶν καὶ τοὺς πέντε ἐξ ἀριστερῶν, τοῦ πλύνειν ἐν αὐτοῖς τὰ ἔργα τῶν ὁλοκαυτωμάτων, καὶ ἀποκλύζειν ἐν αὐτοῖς, καὶ ἡ θάλασσα εἰς τὸ νίπτεσθαι τοὺς ἱερεῖς ἐν αὐτῇ.
6又製造十個盆:五個放在右邊,五個放在左邊,獻燔祭所用之物都洗在其內;但海是為祭司沐浴的。
7Καὶ ἐποίησε τὰς λυχνίας τὰς χρυσᾶς δέκα κατὰ τὸ κρίμα αὐτῶν, καὶ ἔθηκεν ἐν τῷ ναῷ, πέντε ἐκ δεξιῶν καὶ πέντε ἐξ ἀριστερῶν.
7他又照所定的樣式造十個金燈臺,放在殿裏:五個在右邊,五個在左邊;
8Καὶ ἐποίησε τραπέζας δέκα, καὶ ἔθηκεν ἐν τῷ ναῷ, πέντε ἐκ δεξιῶν καὶ πέντε ἐξ εὐωνύμων, καὶ ἐποίησε φιάλας χρυσᾶς ἑκατὸν,
8又造十張桌子,放在殿裏:五張在右邊,五張在左邊;又造一百個金碗;
9καὶ ἐποίησε τὴν αὐλὴν τῶν ἱερέων, καὶ τὴν αὐλὴν τὴν μεγάλην, καὶ θύρας τῇ αὐλῇ, καὶ θυρώματα αὐτῶν κατακεχαλκωμένα χαλκῷ.
9又建立祭司院和大院,並院門,用銅包裹門扇;
10Καὶ τὴν θάλασσαν ἔθηκεν ἀπὸ γωνίας τοῦ οἴκου ἐκ δεξιῶν ὡς πρὸς ἀνατολὰς κατέναντι.
10將海安在 殿門的 右邊,就是南邊。
11Καὶ ἐποίησε Χιρὰμ τὰς κρεάγρας, καὶ τὰ πυρεῖα, καὶ τὴν ἐσχάραν τοῦ θυσιαστηρίου, καὶ πάντα τὰ σκεύη αὐτοῦ· καὶ συνετέλεσε Χιρὰμ ποιῆσαι πᾶσαν τὴν ἐργασίαν ἣν ἐποίησε Σαλωμὼν τῷ βασιλεῖ ἐν οἴκῳ τοῦ Θεοῦ,
11戶蘭 又造了盆、鏟、碗。這樣,他為 所羅門 王做完了上帝殿的工。
12στύλους δύο, καὶ ἐπʼ αὐτῶν γελὰθ τῇ χωθαρὲθ ἐπὶ τῶν κεφαλῶν τῶν στύλων δύο, καὶ δίκτυα δύο συγκαλύψαι τὰς κεφαλὰς τῶν χωθαρὲθ ἅ ἐστιν ἐπὶ τῶν κεφαλῶν τῶν στύλων,
12所造的 就是:兩根柱子和柱上兩個如球的頂,並兩個蓋柱頂的網子
13καὶ κώδωνας χρυσοῦς τετρακοσίους εἰς τὰ δύο δίκτυα, καὶ δύο γένη ῥοΐσκων ἐν τῷ δικτύῳ τῷ ἑνὶ τοῦ συγκαλύψαι τὰς δύο γωλὰθ τῶν χωθαρὲθ ἅ ἐστιν ἐπάνω τῶν στύλων·
13和四百石榴,安在兩個網子上(每網兩行蓋着兩個柱上如球的頂)。
14Καὶ τοὺς μεχωνὼθ ἐποίησε δέκα, καὶ τοὺς λουτῆρας ἐποίησεν ἐπὶ τοὺς μεχωνὼθ,
14盆座和其上的盆,
15καὶ τὴν θάλασσαν μίαν, καὶ τοὺς μόσχους τοὺς δώδεκα ὑποκάτω αὐτῆς,
15海和海下的十二隻牛,
16καὶ τοὺς ποδιστῆρας, καὶ τοὺς ἀναλημπτῆρας, καὶ τοὺς λέβητας, καὶ τὰς κρεάγρας, καὶ πάντα τὰ σκεύη αὐτῶν ἃ ἐποίησε Χιρὰμ, καὶ ἀνήνεγκε τῷ βασιλεῖ Σαλωμὼν ἐν οἴκῳ Κυρίου, χαλκοῦ καθαροῦ.
16盆、鏟子、肉鍤子,與耶和華殿裏的一切器皿,都是巧匠 戶蘭 用光亮的銅為 所羅門 王造成的,
17Ἐν τῷ περιχώρῳ τοῦ Ἰορδάνου ἐχώνευσεν αὐτὰ ὁ βασιλεὺς ἐν τῷ πάχει τῆς γῆς ἐν οἴκῳ Σοκχὼθ καὶ ἀναμέσον Σαρηδαθά.
17是在 約旦 平原 疏割 和 撒利但 中間藉膠泥鑄成的。
18Καὶ ἐποίησε Σαλωμὼν πάντα τὰ σκεύη ταῦτα εἰς πλῆθος σφόδρα, ὅτι οὐκ ἐξέλιπεν ὁλκὴ τοῦ χαλκοῦ.
18所羅門 製造的這一切甚多,銅的輕重無法可查。
19Καὶ ἐποίησε Σαλωμὼν πάντα τὰ σκεύη οἴκου Κυρίου, καὶ τὸ θυσιαστήριον τὸ χρυσοῦν, καὶ τὰς τραπέζας, καὶ ἐπʼ αὐτῶν ἄρτοι προθέσεως,
19所羅門 又造上帝殿裏的金壇和陳設餅的桌子,
20καὶ τὰς λυχνίας, καὶ τοὺς λύχνους τοῦ φωτὸς κατὰ τὸ κρίμα καὶ κατὰ πρόσωπον τοῦ δαβὶρ χρυσίου καθαροῦ,
20並精金的燈臺和燈盞,可以照例點在內殿前。
21καὶ λαβίδες αὐτῶν, καὶ οἱ λύχνοι αὐτῶν, καὶ τὰς φιάλας, καὶ τὰς θυΐσκας, καὶ τὰ πυρεῖα χρυσίου καθαροῦ,
21燈臺上的花和燈盞,並蠟剪都是金的,且是純金的;
22καὶ ἡ θύρα τοῦ οἴκου ἡ ἐσωτέρα εἰς τὰ ἅγια τῶν ἁγίων, καὶ τὰς θύρας τοῦ οἴκου τοῦ ναοῦ χρυσᾶς· καὶ συνετελέσθη πᾶσα ἡ ἐργασία ἣν ἐποίησε Σαλωμὼν ἐν οἴκῳ Κυρίου.
22又用精金製造鑷子、盤子、調羹、火鼎。至於殿門和至聖所的門扇,並殿的門扇,都是金子妝飾的。
Tip: use the ← and → keys to turn chapters.