ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Β
Chapter 10
Septuagint (Brenton Gree…
vs Chinese Union Vers…
Aa
Text size
Line width
Verse numbers

ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Β 10

Septuagint (Brenton Greek text, with Apocrypha)
Chinese Union Version, punctuated (Traditional)
1Καὶ ἦλθε Ῥοβοὰμ εἰς Συχὲμ, ὅτι εἰς Συχὲμ ἤρχετο πᾶς Ἰσραὴλ βασιλεῦσαι αὐτόν.
1羅波安 往 示劍 去,因為 以色列 人都到了 示劍 ,要立他作王。
2Καὶ ἐγένετο ὡς ἤκουσεν Ἱεροβοὰμ υἱὸς Ναβὰτ, καὶ αὐτὸς ἐν Αἰγύπτῳ, ὡς ἔφυγεν ἀπὸ προσώπου Σαλωμὼν τοῦ βασιλέως, καὶ κατῴκησεν Ἱεροβοὰμ ἐν Αἰγύπτῳ, καὶ ἀπέστρεψεν Ἱεροβοὰμ ἐξ Αἰγύπτου.
2尼八 的兒子 耶羅波安 先前躲避 所羅門 王,逃往 埃及 ,住在那裏;他聽見這事,就從 埃及 回來。
3Καὶ ἀπέστειλαν καὶ ἐκάλεσαν αὐτόν· καὶ ἦλθεν Ἱεροβοὰμ καὶ πᾶσα ἡ ἐκκλησία πρὸς Ῥοβοὰμ, λέγοντες,
3以色列 人打發人去請他,他就和 以色列 眾人來見 羅波安 ,對他說:
4ὁ πατήρ σου ἐσκλήρυνε τὸν ζυγὸν ἡμῶν, καὶ νῦν ἄφες ἀπὸ τῆς δουλείας τοῦ πατρός σου τῆς σκληρᾶς, καὶ ἀπὸ τοῦ ζυγοῦ αὐτοῦ τοῦ βαρέος, οὗ ἔδωκεν ἐφʼ ἡμᾶς, καὶ δουλεύσομέν σοι.
4「你父親使我們負重軛 做苦工 ,現在求你使我們做的苦工負的重軛輕鬆些,我們就事奉你。」
5Καὶ εἶπεν αὐτοῖς, πορεύεσθε ἕως τριῶν ἡμερῶν, καὶ ἔρχεσθε πρὸς μέ· καὶ ἀπῆλθεν ὁ λαός.
5羅波安 對他們說:「第三日再來見我吧!」民就去了。
6Καὶ συνήγαγεν ὁ βασιλεὺς Ῥοβοὰμ τοὺς πρεσβυτέρους τοὺς ἑστηκότας ἐναντίον τοῦ Σαλωμὼν τοῦ πατρὸς αὐτοῦ ἐν τῷ ζῇν αὐτὸν, λέγων, πῶς ὑμεῖς βουλεύεσθε τοῦ ἀποκριθῆναι τῷ λαῷ τούτῳ λόγον;
6羅波安 之父 所羅門 在世的日子,有侍立在他面前的老年人, 羅波安 王和他們商議,說:「你們給我出個甚麼主意,我好回覆這民。」
7Καὶ ἐλάλησαν αὐτῷ, λέγοντες, ἐὰν ἐν τῇ σήμερον γένῃ εἰς ἀγαθὸν τῷ λαῷ τούτῳ, καὶ εὐδοκήσῃς, καὶ λαλήσῃς αὐτοῖς λόγους ἀγαθοὺς, καὶ ἔσονταί σοι παῖδες πάσας τὰς ἡμέρας.
7老年人對他說:「王若恩待這民,使他們喜悅,用好話回覆他們,他們就永遠作王的僕人。」
8Καὶ κατέλιπε τὴν βουλὴν τῶν πρεσβυτέρων, οἳ συνεβουλεύσαντο αὐτῷ· καὶ συνεβουλεύσατο μετὰ τῶν παιδαρίων τῶν συνεκτραφέντων μετʼ αὐτοῦ τῶν ἑστηκότων ἐναντίον αὐτοῦ.
8王卻不用老年人給他出的主意,就和那些與他一同長大、在他面前侍立的少年人商議,
9Καὶ εἶπεν αὐτοῖς, τί ὑμεῖς βουλεύεσθε, καὶ ἀποκριθήσομαι λόγον τῷ λαῷ τούτῳ, οἳ ἐλάλησαν πρὸς μὲ, λέγοντες, ἄνες ἀπὸ τοῦ ζυγοῦ οὗ ἔδωκεν ὁ πατήρ σου ἐφʼ ἡμᾶς;
9說:「這民對我說:『你父親使我們負重軛,求你使我們輕鬆些』;你們給我出個甚麼主意,我好回覆他們。」
10Καὶ ἐλάλησαν αὐτῷ τὰ παιδάρια τὰ ἐκτραφέντα μετʼ αὐτοῦ, λέγοντες, οὕτως λαλήσεις τῷ λαῷ τῷ λαλήσαντι πρὸς σὲ, λέγων, ὁ πατήρ σου ἐβάρυνε τὸν ζυγὸν ἡμῶν, καὶ σὺ ἄφες ἀφʼ ἡμῶν· οὕτως ἐρεῖς, ὁ μικρὸς δάκτυλός μου παχύτερος τῆς ὀσφύος τοῦ πατρός μου.
10那同他長大的少年人說:「這民對王說:『你父親使我們負重軛,求你使我們輕鬆些』;王要對他們如此說:『我的小拇指比我父親的腰還粗;
11Καὶ νῦν ὁ πατήρ μου ἐπαίδευσεν ὑμᾶς ζυγῷ βαρεῖ, κᾀγὼ προσθήσω ἐπὶ τὸν ζυγὸν ὑμῶν· ὁ πατήρ μου ἐπαίδευσεν ὑμᾶς ἐν μάστιξι, κᾀγὼ παιδεύσω ὑμᾶς ἐν σκορπίοις.
11我父親使你們負重軛,我必使你們負更重的軛;我父親用鞭子責打你們,我要用蠍子 鞭責打你們 。』」
12Καὶ ἦλθεν Ἱεροβοὰμ καὶ πᾶς ὁ λαὸς πρὸς Ῥοβοὰμ τῇ ἡμέρᾳ τῇ τρίτῃ, ὡς ἐλάλησεν ὁ βασιλεὺς, λέγων, ἐπιστρέψατε πρὸς μὲ ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ.
12耶羅波安 和眾百姓遵着 羅波安 王所說「你們第三日再來見我」的那話,第三日他們果然來了。
13Καὶ ἀπεκρίθη ὁ βασιλεὺς σκληρὰ, καὶ ἐγκατέλιπεν ὁ βασιλεὺς Ῥοβοὰμ τὴν βουλὴν τῶν πρεσβυτέρων,
13羅波安 王用嚴厲的話回覆他們,不用老年人所出的主意,
14καὶ ἐλάλησε πρὸς αὐτοὺς κατὰ τὴν βουλὴν τῶν νεωτέρων, λέγων, ὁ πατήρ μου ἐβάρυνε τὸν ζυγὸν ὑμῶν, καὶ ἐγὼ προσθήσω ἐπʼ αὐτόν· ὁ πατήρ μου ἐπαίδευσεν ὑμᾶς ἐν μάστιξι, καὶ ἐγὼ παιδεύσω ὑμᾶς ἐν σκορπίοις.
14照着少年人所出的主意對他們說:「我父親使你們負重軛,我必使你們負更重的軛;我父親用鞭子責打你們,我要用蠍子 鞭責打你們 。」
15Καὶ οὐκ ἤκουσεν ὁ βασιλεὺς τοῦ λαοῦ, ὅτι ἦν μεταστροφὴ παρὰ τοῦ Θεοῦ, λέγων, ἀνέστησε Κύριος τὸν λόγον αὐτοῦ, ὃν ἐλάλησεν ἐν χειρὶ Ἀχία τοῦ Σηλωνίτου περὶ Ἱεροβοὰμ υἱοῦ Ναβὰτ
15王不肯依從百姓;這事乃出於上帝,為要應驗耶和華藉 示羅 人 亞希雅 對 尼八 兒子 耶羅波安 所說的話。
16καὶ παντὸς Ἰσραὴλ, ὅτι οὐκ ἤκουσεν ὁ βασιλεὺς αὐτῶν· καὶ ἀπεκρίθη ὁ λαὸς πρὸς τὸν βασιλέα, λέγων, τίς ἡμῶν ἡ μερὶς ἐν Δαυὶδ καὶ κληρονομία ἐν υἱῷ Ἰεσσαί; εἰς τὰ σκηνώματά σου, Ἰσραήλ· νῦν βλέπε τὸν οἶκόν σου, Δαυίδ. καὶ ἐπορεύθη πᾶς Ἰσραὴλ εἰς τὰ σκηνώματα αὐτοῦ.
16以色列 眾民見王不依從他們,就對王說: 我們與 大衛 有甚麼分兒呢? 與 耶西 的兒子並沒有關涉! 以色列 人哪,各回各家去吧! 大衛 家啊,自己顧自己吧! 於是, 以色列 眾人都回自己家裏去了。
17Καὶ ἄνδρες Ἰσραὴλ καὶ οἱ κατοικοῦντες ἐν πόλεσιν Ἰούδα, καὶ ἐβασίλευσαν ἐπʼ αὐτῶν Ῥοβοάμ.
17惟獨住在 猶大 城邑的 以色列 人, 羅波安 仍作他們的王。
18Καὶ ἀπέστειλεν ἐπʼ αὐτοὺς Ῥοβοὰμ ὁ βασιλεὺς τὸν Ἀδωνιρὰμ τὸν ἐπὶ τοῦ φόρου, καὶ ἐλιθοβόλησαν αὐτὸν οἱ υἱοὶ Ἰσραὴλ λίθοις, καὶ ἀπέθανε· καὶ ὁ βασιλεὺς Ῥοβοὰμ ἔσπευσε τοῦ ἀναβῆναι εἰς τὸ ἅρμα, τοῦ φυγεῖν εἰς Ἱερουσαλήμ.
18羅波安 王差遣掌管服苦之人的 哈多蘭 往 以色列 人那裏去, 以色列 人就用石頭打死他。 羅波安 王急忙上車,逃回 耶路撒冷 去了。
19Καὶ ἠθέτησεν Ἰσραὴλ ἐν τῷ οἴκῳ Δαυὶδ ἕως τῆς ἡμέρας ταύτης.
19這樣, 以色列 人背叛 大衛 家,直到今日。

Tip: use the ← and → keys to turn chapters.