Epistle 8: ΠΡΟΣ ΠΟΛΥΚΑΡΠΟΝ ΕΠΙΣΚΟΠΟΝ ΣΜΥΡΝΗΣ. 4

1Αἱ χῆραι μὴ ἀμελείσθωσαν· μετὰ τὸν κύριον σὺ αὐτῶν φροντιστὴς ἔσο. μηδὲν ἄνευ τῆς γνώμης σου γινέσθω, μηδὲ σὺ ἄνευ θεοῦ γνώμης τι πρᾶσσε, ὅπερ οὐδὲ πράττεις· εὐστάθει.

2πυκνότερον συναγωγαὶ γινέσθωσαν· ἐξ ὀνόματος πάντας ζήτει.

3δούλους καὶ δούλας μὴ ὑπερηφάνει· ἀλλὰ μηδὲ αὐτοὶ φυσιούσθωσαν, ἀλλ’ εἰς δόξαν θεοῦ πλείονα δουλευέτωσαν, ἵνα κρείττονος ἐλευθερίας τύχωσιν ἀπὸ θεοῦ. μὴ ἐράτωσαν ἀπὸ τοῦ κοινοῦ ἐλευθεροῦσθαι, ἵνα μὴ δοῦλοι εὑρεθῶσιν ἐπιθυμίας.

Tip: use the ← and → keys to turn chapters.