Epistle 8: ΠΡΟΣ ΠΟΛΥΚΑΡΠΟΝ ΕΠΙΣΚΟΠΟΝ ΣΜΥΡΝΗΣ. 3
1Οἱ δοκοῦντες ἀξιόπιστοι εἶναι καὶ ἑτεροδιδασκαλοῦντες μή σε καταπλησσέτωσαν· στῆθι δὲ ἑδραῖος ὡς ἄκμων τυπτόμενος. μεγάλου ἐστὶν ἀθλητοῦ δέρεσθαι καὶ νικᾶν. μάλιστα δὲ ἕνεκεν θεοῦ πάντα ὑπομένειν ἡμᾶς δεῖ, ἵνα καὶ αὐτὸς ἀναμείνῃ εἰς τὴν βασιλείαν.
2πλεῖον πρόσθες τῇ σπουδῇ οὗ εἶ· συντονώτερον δράμε. τοὺς καιροὺς καταμάνθανε, ὡς ἐνταῦθα εἶ, νίκησον. ὧδε γάρ ἐστι τὸ στάδιον, ἐκεῖ δὲ οἱ στέφανοι. προσδόκα Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ, τὸν ἄχρονον ἐν χρόνῳ, τὸν ἀόρατον τῇ φύσει ὁρατὸν ἐν σαρκί, τὸν ἀφηλάφητον καὶ ἀναφῇ ὡς ἀσώματον, δι’ ἡμᾶς δὲ ἁπτὸν καὶ ψηλαφητὸν ἐν σώματι, τὸν ἀπαθῆ ὡς θεόν, δι’ ἡμᾶς δὲ παθητὸν ὡς ἄνθρωπον, τὸν κατὰ πάντα τρόπον δι’ ἡμᾶς ὑπομείναντα.
Tip: use the ← and → keys to turn chapters.