Epistle 4: ΠΡΟΣ ΤΟΥΣ ΕΝ ΤΑΡΣΩΙ. 8
1Ὀναίμην ὑμῶν ἐν κυρίῳ. νήφετε· πᾶσαν ἕκαστος κακίαν ἀπόθεσθε καὶ τὸν θηριώδη θυμόν, καταλαλιάν, συκοφαντίαν, αἰσχρολογίαν, εὐτραπελίαν, ψιθυρισμόν, φυσίωσιν, μέθην, λαγνείαν, φιλαργυρίαν, φιλοδοξίαν, φθόνον καὶ πᾶν τὸ τούτοις συνῳδόν. ἐνδύσασθε δὲ τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας.
2οἱ πρεσβύτεροι ὑποτάσσεσθε τῷ ἐπισκόπῳ, οἱ διάκονοι τοῖς πρεσβυτέροις, ὁ λαὸς τοῖς διακόνοις. ἀντίψυχον ἐγὼ τῶν φυλαττόντων ταύτην τὴν εὐταξίαν· καὶ ὁ κύριος εἴη μετ’ αὐτῶν διηνεκῶς.
Tip: use the ← and → keys to turn chapters.