Epistle 4: ΠΡΟΣ ΤΟΥΣ ΕΝ ΤΑΡΣΩΙ. 10

1Ὀναίμην ὑμῶν τῶν προσευχῶν· προσεύχεσθε, ἵνα Ἰησοῦ ἐπιτύχω. παρατίθεμαι ὑμῖν τὴν ἐν Ἀντιοχείᾳ ἐκκλησίαν.

2ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τῆς Ἀσίας καὶ Πολύκαρπος ὁ ἄνθρωπος θεοῦ, ᾧ καὶ παραθήσομαι τὴν ἐκκλησίαν τῆς Συρίας. ἀσπάζεται ὑμᾶς ἡ ἐκκλησία Φιλιππησίων, ὅθεν καὶ γράφω ὑμῖν. ἀσπάζεται ὑμᾶς Φίλων ὁ διάκονος ὑμῶν, ᾧ καὶ ἐγὼ εὐχαριστῶ σπουδαίως ὑπηρετοῦντί μοι ἐν πᾶσιν. ἀσπάζεται ὑμᾶς Ἀγαθόπους ὁ διάκονος, ὃς ἐκ Συρίας ἀκολουθεῖ μοι ἐν Χριστῷ.

3ἀσπάσασθε ἀλλήλους ἐν ἁγίῳ φιλήματι. ἀσπάζομαι πάντας καὶ πάσας τοὺς ἐν Χριστῷ. ἔρρωσθε σώματι καὶ ψυχῇ καὶ πνεύματι, καὶ ἐμοῦ μὴ ἐπιλάθησθε. ὁ κύριος μεθ’ ὑμῶν.

Tip: use the ← and → keys to turn chapters.