ΑΡΙΘΜΟΙ 26
Septuagint (Greek Old Testament), second editionOriginal language
Septuagint (Greek Old Testament), second edition
Freedom Bible (フリーダム・バイブル)
1ΚΑΙ ἐγένετο μετὰ τὴν πληγὴν καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν καὶ Ἐλεάζαρ τὸν ἱερέα λέγων·
1疫病の後、主はモーセと祭司アロンの子エルアザルに告げられた。
2λαβὲ τὴν ἀρχὴν πάσης συναγωγῆς υἱῶν Ἰσραὴλ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω κατ' οἴκους πατριῶν αὐτῶν, πᾶς ὁ ἐκπορευόμενος παρατάξασθαι ἐν Ἰσραήλ.
2「イスラエルの子らの全会衆のうち、二十歳以上で、イスラエルの軍務に就くことのできる者を、父祖の家ごとに数えなさい。」
3καὶ ἐλάλησε Μωυσῆς καὶ Ἐλεάζαρ ὁ ἱερεὺς ἐν Ἀραβὼθ Μωὰβ ἐπὶ τοῦ Ἰορδάνου κατὰ Ἱεριχὼ λέγων·
3モーセと祭司エルアザルは、エリコの向かい、ヨルダン川のほとりのモアブの平野で、民に告げた。
4ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ. καὶ οἱ υἱοὶ Ἰσραὴλ οἱ ἐξελθόντες ἐξ Αἰγύπτου·
4「主がモーセに命じられたとおり、二十歳以上の者を数えなさい。」 エジプトの地から出たイスラエルの子らは次のとおりである。
5Ρουβὴν πρωτότοκος Ἰσραήλ. υἱοὶ δὲ Ρουβήν· Ἐνὼχ καὶ δῆμος τοῦ Ἐνώχ· τῷ Φαλλοὺ δῆμος τοῦ Φαλλουΐ·
5イスラエルの長子であるルベン。ルベンの子らは、ハノクからハノク人の氏族、パルからパル人の氏族、
6τῷ Ἀσρὼν δῆμος τοῦ Ἀσρωνί· τῷ Χαρμὶ δῆμος τοῦ Χαρμί.
6ヘツロンからヘツロン人の氏族、カルミからカルミ人の氏族が出た。
7οὗτοι δῆμοι Ρουβήν· καὶ ἐγένετο ἡ ἐπίσκεψις αὐτῶν τρεῖς καὶ τεσσαράκοντα χιλιάδες καὶ ἑπτακόσιοι καὶ τριάκοντα.
7これらがルベン人の氏族であり、数えられた者は四万三千七百三十人であった。
8καὶ υἱοὶ Φαλλοὺ Ἑλιάβ.
8パルの子はエリアブであった。
9καὶ υἱοὶ Ἑλιάβ· Ναμουὴλ καὶ Δαθὰν καὶ Ἀβειρών· οὗτοι ἐπίκλητοι τῆς συναγωγῆς, οὗτοί εἰσιν οἱ ἐπισυστάντες ἐπὶ Μωυσῆν καὶ Ἀαρὼν ἐν τῇ συναγωγῇ Κορέ, ἐν τῇ ἐπισυστάσει Κυρίου,
9エリアブの子らはネムエル、ダタン、アビラムであった。このダタンとアビラムは会衆から選ばれた者であったが、コラの仲間とともにモーセとアロンに逆らい、主に逆らった。
10καὶ ἀνοίξασα ἡ γῆ τὸ στόμα αὐτῆς κατέπιεν αὐτοὺς καὶ Κορὲ ἐν τῷ θανάτῳ τῆς συναγωγῆς αὐτοῦ, ὅτε κατέφαγε τὸ πῦρ τοὺς πεντήκοντα καὶ διακοσίους, καὶ ἐγενήθησαν ἐν σημείῳ,
10地が口を開いて、コラとともに彼らをのみ込んだ。また火が二百五十人を焼き尽くし、その仲間は死んで、警告のしるしとなった。
11οἱ δὲ υἱοὶ Κορὲ οὐκ ἀπέθανον.
11しかし、コラの子らは死ななかった。
12καὶ οἱ υἱοὶ Συμεών· ὁ δῆμος τῶν υἱῶν Συμεών· τῷ Ναμουὴλ δῆμος ὁ Ναμουηλί· τῷ Ἰαμὶν δῆμος ὁ Ἰαμινί· τῷ Ἰαχὶν δῆμος Ἰαχινί·
12シメオンの子らの氏族は次のとおりである。ネムエルからネムエル人の氏族、ヤミンからヤミン人の氏族、ヤキンからヤキン人の氏族、
13τῷ Ζαρὰ δῆμος ὁ Ζαραΐ· τῷ Σαοὺλ δῆμος ὁ Σαουλί.
13ゼラからゼラ人の氏族、シャウルからシャウル人の氏族が出た。
14οὗτοι δῆμοι Συμεὼν ἐκ τῆς ἐπισκέψεως αὐτῶν, δύο καὶ εἴκοσι χιλιάδες καὶ διακόσιοι.
14これらがシメオン人の氏族であり、二万二千二百人であった。
15υἱοὶ δὲ Ἰούδα· Ἢρ καὶ Αὐνάν· καὶ ἀπέθανεν Ἢρ καὶ Αὐνὰν ἐν γῇ Χαναάν.
15ガドの子らの氏族は次のとおりである。ツェフォンからツェフォン人の氏族、ハギからハギ人の氏族、シュニからシュニ人の氏族、
16καὶ ἐγένοντο οἱ υἱοὶ Ἰούδα κατὰ δήμους αὐτῶν· τῷ Σηλὼμ δῆμος ὁ Σηλωνί· τῷ Φαρὲς δῆμος ὁ Φαρεσί· τῷ Ζαρὰ δῆμος ὁ Ζαραΐ.
16オズニからオズニ人の氏族、エリからエリ人の氏族、
17καὶ ἐγένοντο οἱ υἱοὶ Φαρές· τῷ Ἀσρὼν δῆμος ὁ Ἀσρωνί· τῷ Ἰαμούν, δῆμος ὁ Ἰαμουνί.
17アロドからアロド人の氏族、アレリからアレリ人の氏族が出た。
18οὗτοι δῆμοι τοῦ Ἰούδα κατὰ τὴν ἐπίσκεψιν αὐτῶν, ἓξ καὶ ἑβδομήκοντα χιλιάδες καὶ πεντακόσιοι.
18これらがガドの子らの氏族であり、数えられた者は四万五百人であった。
19καὶ υἱοὶ Ἰσσάχαρ κατὰ δήμους αὐτῶν· τῷ Θωλᾷ δῆμος ὁ Θωλαΐ· τῷ Φουᾷ δῆμος ὁ Φουαΐ·
19ユダの子らはエルとオナンであった。エルとオナンはカナンの地で死んだ。
20τῷ Ἰασοὺβ δῆμος ὁ Ἰασουβί· τῷ Σαμρὰμ δῆμος ὁ Σαμραμί.
20ユダの子らの氏族は次のとおりである。シェラからシェラ人の氏族、ペレツからペレツ人の氏族、ゼラからゼラ人の氏族が出た。
21οὗτοι δῆμοι Ἰσσάχαρ ἐξ ἐπισκέψεως αὐτῶν, τέσσαρες καὶ ἑξήκοντα χιλιάδες καὶ τετρακόσιοι.
21ペレツの子らは、ヘツロンからヘツロン人の氏族、ハムルからハムル人の氏族が出た。
22υἱοὶ Ζαβουλὼν κατὰ δήμους αὐτῶν· τῷ Σαρὲδ δῆμος ὁ Σαρεδί· τῷ Ἀλλὼν δῆμος ὁ Ἀλλωνί· τῷ Ἀλλὴλ δῆμος ὁ Ἀλληλί·
22これらがユダの氏族であり、数えられた者は七万六千五百人であった。
23οὗτοι δῆμοι Ζαβουλὼν ἐξ ἐπισκέψεως αὐτῶν, ἑξήκοντα χιλιάδες καὶ πεντακόσιοι.
23イッサカルの子らの氏族は次のとおりである。トラからトラ人の氏族、プワからプワ人の氏族、
24υἱοὶ Γὰδ κατὰ δήμους αὐτῶν· τῷ Σαφὼν δῆμος ὁ Σαφωνί· τῷ Ἀγγὶ δῆμος ὁ Ἀγγί· τῷ Σουνὶ δῆμος ὁ Σουνί·
24ヤシュブからヤシュブ人の氏族、シムロンからシムロン人の氏族が出た。
25τῷ Ἀζενὶ δῆμος ὁ Ἀζενί· τῷ Ἀδδὶ δῆμος ὁ Ἀδδί·
25これらがイッサカルの氏族であり、数えられた者は六万四千三百人であった。
26τῷ Ἀροαδὶ δῆμος ὁ Ἀροαδί· τῷ Ἀριὴλ δῆμος ὁ Ἀριηλί.
26ゼブルンの子らの氏族は次のとおりである。セレドからセレド人の氏族、エロンからエロン人の氏族、ヤフレエルからヤフレエル人の氏族が出た。
27οὗτοι δῆμοι υἱῶν Γὰδ ἐξ ἐπισκέψεως αὐτῶν, τέσσαρες καὶ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι.
27これらがゼブルン人の氏族であり、数えられた者は六万五百人であった。
28υἱοὶ Ἀσὴρ κατὰ δήμους αὐτῶν· τῷ Ἰαμὶν δῆμος ὁ Ἰαμινί· τῷ Ἰεσοὺ δῆμος ὁ Ἰεσουΐ· τῷ Βαριὰ δῆμος ὁ Βαριαΐ·
28ヨセフの子らの氏族は、マナセとエフライムであった。
29τῷ Χοβὲρ δῆμος ὁ Χοβερί· τῷ Μελχιὴλ δῆμος ὁ Μελχιηλί.
29マナセの子らは、マキルからマキル人の氏族が出た。マキルはギルアデの父となった。ギルアデからギルアデ人の氏族が出た。
30καὶ τὸ ὄνομα θυγατρὸς Ἀσὴρ Σάρα.
30ギルアデの子らは次のとおりである。イエゼルからイエゼル人の氏族、ヘレクからヘレク人の氏族、
31οὗτοι δῆμοι Ἀσὴρ ἐξ ἐπισκέψεως αὐτῶν, τρεῖς καὶ τεσσαράκοντα χιλιάδες καὶ τετρακόσιοι.
31アスリエルからアスリエル人の氏族、シェケムからシェケム人の氏族、
32υἱοὶ Ἰωσὴφ κατὰ δήμους αὐτῶν· Μανασσῆ καὶ Ἐφραίμ.
32シェミダからシェミダ人の氏族、ヘフェルからヘフェル人の氏族が出た。
33υἱοὶ Μανασσῆ· τῷ Μαχὶρ δῆμος ὁ Μαχιρί· καὶ Μαχὶρ ἐγέννησε τὸν Γαλαάδ· τῷ Γαλαὰδ δῆμος ὁ Γαλααδί.
33ヘフェルの子ゼロフェハデには息子がなく、娘だけであった。ゼロフェハデの娘たちの名は、マフラ、ノア、ホグラ、ミルカ、ティルツァであった。
34καὶ οὗτοι υἱοὶ Γαλαάδ· Ἀχιέζερ δῆμος ὁ Ἀχιεζερί· τῷ Χελὲγ δῆμος ὁ Χελεγί·
34これらがマナセの氏族であり、数えられた者は五万二千七百人であった。
35τῷ Ἐσριὴλ δῆμος ὁ Ἐσριηλί· τῷ Συχὲμ δῆμος ὁ Συχεμί·
35エフライムの子らの氏族は次のとおりである。シュテラからシュテラ人の氏族、ベケルからベケル人の氏族、タハンからタハン人の氏族が出た。
36τῷ Συμαὲρ δῆμος ὁ Συμαερί· καὶ τῷ Ὀφὲρ δῆμος ὁ Ὀφερί·
36シュテラの子らは次のとおりである。エランからエラン人の氏族が出た。
37καὶ τῷ Σαλπαὰδ υἱῷ Ὀφὲρ οὐκ ἐγένοντο αὐτῷ υἱοί, ἀλλ' ἢ θυγατέρες, καὶ ταῦτα τὰ ὀνόματα τῶν θυγατέρων Σαλπαάδ· Μαλὰ καὶ Νουὰ καὶ Ἐγλὰ καὶ Μελχὰ καὶ Θερσά.
37これらがエフライムの子らの氏族であり、数えられた者は三万二千五百人であった。これらがヨセフの子らの氏族である。
38οὗτοι δῆμοι Μανασσῆ ἐξ ἐπισκέψεως αὐτῶν, δύο καὶ πεντήκοντα χιλιάδες καὶ ἑπτακόσιοι.
38ベニヤミンの子らの氏族は次のとおりである。ベラからベラ人の氏族、アシュベルからアシュベル人の氏族、アヒラムからアヒラム人の氏族、
39καὶ οὗτοι υἱοὶ Ἐφραίμ· τῷ Σουθαλὰ δῆμος ὁ Σουθαλαΐ· τῷ Τανὰχ δῆμος ὁ Ταναχί.
39シュファムからシュファム人の氏族、フファムからフファム人の氏族が出た。
40οὗτοι υἱοὶ Σουθαλά· τῷ Ἐδὲν δῆμος ὁ Ἐδενί.
40ベラの子らはアルドとナアマンであり、アルドからアルド人の氏族、ナアマンからナアマン人の氏族が出た。
41οὗτοι δῆμοι Ἐφραὶμ ἐξ ἐπισκέψεως αὐτῶν, δύο καὶ τριάκοντα χιλιάδες καὶ πεντακόσιοι. οὗτοι δῆμοι υἱῶν Ἰωσὴφ κατὰ δήμους αὐτῶν.
41これらがベニヤミンの子らの氏族であり、数えられた者は四万五千六百人であった。
42υἱοὶ Βενιαμὶν κατὰ δήμους αὐτῶν· τῷ Βαλὲ δῆμος ὁ Βαλί· τῷ Ἀσυβὴρ δῆμος ὁ Ἀσυβηρί· τῷ Ἰαχιρὰν δῆμος ὁ Ἰαχιρανί·
42ダンの子らの氏族は次のとおりである。シュハムからシュハム人の氏族が出た。これらがダンの氏族である。
43τῷ Σωφὰν δῆμος ὁ Σωφανί.
43シュハム人のすべての氏族で、数えられた者は六万四千四百人であった。
44καὶ ἐγένοντο οἱ υἱοὶ Βαλὲ Ἀδὰρ καὶ Νοεμάν· τῷ Ἀδὰρ δῆμος ὁ Ἀδαρὶ καὶ τῷ Νοεμὰν δῆμος ὁ Νοεμανί.
44アシェルの子らの氏族は次のとおりである。イムナからイムナ人の氏族、イシュビからイシュビ人の氏族、ベリアからベリア人の氏族が出た。
45οὗτοι οἱ υἱοὶ Βενιαμὶν κατὰ δήμους αὐτῶν ἐξ ἐπισκέψεως αὐτῶν, πέντε καὶ τριάκοντα χιλιάδες καὶ πεντακόσιοι.
45ベリアの子らは、ヘベルからヘベル人の氏族、マルキエルからマルキエル人の氏族が出た。
46καὶ υἱοὶ Δὰν κατὰ δήμους αὐτῶν· τῷ Σαμὲ δῆμος ὁ Σαμεΐ· οὗτοι δῆμοι Δὰν κατὰ δήμους αὐτῶν.
46アシェルの娘の名はセラといった。
47πάντες οἱ δῆμοι Σαμεΐ κατ' ἐπισκοπὴν αὐτῶν τέσσαρες καὶ ἑξήκοντα χιλιάδες καὶ τετρακόσιοι.
47これらがアシェルの子らの氏族であり、数えられた者は五万三千四百人であった。
48υἱοὶ Νεφθαλὶ κατὰ δήμους αὐτῶν· τῷ Ἀσιὴλ δῆμος ὁ Ἀσιηλί· τῷ Γαυνὶ δῆμος ὁ Γαυνί·
48ナフタリの子らの氏族は次のとおりである。ヤフツェエルからヤフツェエル人の氏族、グニからグニ人の氏族、
49τῷ Ἰεσὲρ δῆμος ὁ Ἰεσερί· τῷ Σελλὴμ δῆμος ὁ Σελλημί.
49イエツェルからイエツェル人の氏族、シレムからシレム人の氏族が出た。
50οὗτοι δῆμοι Νεφθαλὶ ἐξ ἐπισκέψεως αὐτῶν, τεσσαράκοντα χιλιάδες καὶ τριακόσιοι.
50これらがナフタリの氏族であり、数えられた者は四万五千四百人であった。
51αὕτη ἡ ἐπίσκεψις υἱῶν Ἰσραήλ, ἑξακόσιαι χιλιάδες καὶ χίλιοι καὶ ἑπτακόσιοι καὶ τριάκοντα.
51イスラエルの子らのうち数えられた者は、六十万一千七百三十人であった。
52Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·
52主はモーセに告げられた。
53τούτοις μερισθήσεται ἡ γῆ κληρονομεῖν ἐξ ἀριθμοῦ ὀνομάτων·
53「これらの者に、人数に応じて地を相続地として割り当てなさい。
54τοῖς πλείοσι πλεονάσεις τὴν κληρονομίαν καὶ τοῖς ἐλάττοσιν ἐλαττώσεις τὴν κληρονομίαν αὐτῶν· ἑκάστῳ καθὼς ἐπεσκέπησαν, δοθήσεται ἡ κληρονομία αὐτῶν.
54人数の多い部族には相続地を多く、少ない部族には少なく与える。それぞれ、数えられた人数に応じて相続地を与える。
55διὰ κλήρων μερισθήσεται ἡ γῆ· τοῖς ὀνόμασι, κατὰ φυλὰς πατριῶν αὐτῶν κληρονομήσουσιν·
55ただし、地はくじによって割り当てる。彼らは父祖の部族の名に従って受け継ぐ。
56ἐκ τοῦ κλήρου μεριεῖς τὴν κληρονομίαν αὐτῶν ἀνὰ μέσων πολλῶν καὶ ὀλίγων.
56人数の多い部族と少ない部族の間で、くじによって相続地を割り当てる。」
57Καὶ υἱοὶ Λευὶ κατὰ δήμους αὐτῶν· τῷ Γεδσὼν δῆμος ὁ Γεδσωνί· τῷ Καὰθ δῆμος ὁ Κααθί· τῷ Μεραρὶ δῆμος ὁ Μεραρί.
57氏族ごとに数えられたレビ人は次のとおりである。ゲルションからゲルション人の氏族、ケハテからケハテ人の氏族、メラリからメラリ人の氏族が出た。
58οὗτοι οἱ δῆμοι υἱῶν Λευί· δῆμος ὁ Λοβενί, δῆμος ὁ Χεβρωνί, δῆμος ὁ Κορὲ καὶ δῆμος ὁ Μουσί. καὶ Καὰθ ἐγέννησε τὸν Ἀμράμ.
58レビの氏族は次のとおりである。リブニ人の氏族、ヘブロン人の氏族、マフリ人の氏族、ムシ人の氏族、コラ人の氏族である。ケハテはアムラムの父となった。
59τὸ δέ ὄνομα τῆς γυναικὸς αὐτοῦ Ἰωχαβέδ, θυγάτηρ Λευί, ἣ ἔτεκε τούτους τῷ Λευΐ ἐν Αἰγύπτῳ· καὶ ἔτεκε τῷ Ἀμρὰμ τὸν Ἀαρὼν καὶ Μωυσῆν καὶ Μαριὰμ τὴν ἀδελφὴν αὐτῶν.
59アムラムの妻の名は、エジプトでレビに生まれたレビの娘ヨケベデであった。彼女はアムラムにアロンとモーセ、およびその姉妹ミリアムを産んだ。
60καὶ ἐγεννήθησαν τῷ Ἀαρὼν ὅ τε Ναδὰβ καὶ Ἀβιοὺδ καὶ Ἐλεάζαρ καὶ Ἰθάμαρ.
60アロンにはナダブとアビフ、エルアザルとイタマルが生まれた。
61καὶ ἀπέθανε Ναδὰβ καὶ Ἀβιοὺδ ἐν τῷ προσφέρειν αὐτοὺς πῦρ ἀλλότριον ἔναντι Κυρίου ἐν τῇ ἐρήμῳ Σινά.
61ナダブとアビフは、主の前に異なる火をささげたときに死んだ。
62καὶ ἐγενήθησαν ἐξ ἐπισκέψεως αὐτῶν τρεῖς καὶ εἴκοσι χιλιάδες, πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω· οὐ γὰρ συνεπεσκέπησαν ἐν μέσῳ υἱῶν Ἰσραήλ, ὅτι οὐ δίδοται αὐτοῖς κλῆρος ἐν μέσῳ υἱῶν Ἰσραήλ.
62生後一か月以上の男子で、数えられた者は二万三千人であった。彼らはイスラエルの子らとともには数えられなかった。イスラエルの中に相続地を与えられなかったからである。
63καὶ αὕτη ἡ ἐπίσκεψις Μωυσῆ καὶ Ἐλεάζαρ τοῦ ἱερέως, οἳ ἐπεσκέψαντο τοὺς υἱοὺς Ἰσραὴλ ἐν Ἀραβὼθ Μωάβ, ἐπὶ τοῦ Ἰορδάνου κατὰ Ἱεριχώ.
63これらは、エリコの向かい、ヨルダン川のほとりのモアブの平野で、モーセと祭司エルアザルが数えたイスラエルの子らである。
64καὶ ἐν τούτοις οὐκ ἦν ἄνθρωπος τῶν ἐπεσκεμμένων ὑπὸ Μωυσῆ καὶ Ἀαρών, οὓς ἐπεσκέψαντο τοὺς υἱοὺς Ἰσραὴλ ἐν τῇ ἐρήμῳ Σινά·
64その中には、シナイの荒野でモーセと祭司アロンが数えた者は一人もいなかった。
65ὅτι εἶπε Κύριος αὐτοῖς· θανάτῳ ἀποθανοῦνται ἐν τῇ ἐρήμῳ· καὶ οὐ κατελείφθη ἐξ αὐτῶν οὐδὲ εἷς, πλὴν Χάλεβ υἱὸς Ἰεφοννὴ καὶ Ἰησοῦς ὁ τοῦ Ναυή.
65主が彼らについて、「彼らは必ず荒野で死ぬ」と言われたからである。エフネの子カレブとヌンの子ヨシュアのほかには、一人も残らなかった。
Tip: use the ← and → keys to turn chapters.